Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.28#2

三段论对三个格的归约与词项选择

第 34 段,共 123 段 · 希腊语

内容简介

亚里士多德论证了所有三段论都是通过三个格构成的,指出了选择词项时无用的组合,并阐明基于相反关系或排他关系的论证最终都会被还原为基本的同一性模式。

§1.1.28#2Δῆλον δὲ καὶ ὅτι διὰ τῶν τριῶν ὅρων καὶ τῶν δύο προτασεων ἡ σκέψις, καὶ διὰ τῶν προειρημένων σχημάτων οἱ συλλογισμοὶ πάντες.
显而易见,考察是通过三个词项和两个前提进行的,且所有的三段论都是通过上述格而成的。
δείκνυται γὰρ ὑπάρχειν μὲν παντὶ τῷ Ε τὸ Α, ὅταν τῶν Γ καὶ Ζ ταὐτόν τι ληφθῇ.
因为当取 Γ 和 Z 中的某一个为相同的时候,便证明了 A 属于每一个 E。
τοῦτο δʼ ἔσται μέσον, ἄκρα δὲ τὸ Α καὶ Ε· γίνεται οὖν τὸ πρῶτον σχῆμα.
这将是中项,而端项是 A 和 E;因此产生了第一格。
τινὶ δέ, ὅταν τὸ Γ καὶ τὸ Η ληφθῇ ταὐτόν.
而当 Γ 与 H 被取为相同的时候,[证明 A 属于某一个 E]。
τοῦτο δὲ τὸ ἔσχατον σχῆμα· μέσον γὰρ τὸ γίνεται.
这是最后一个格;因为[被随伴者]成为了中项。
μηδενὶ δέ, ὅταν τὸ Δ καὶ Ζ ταὐτόν.
而当 Δ 与 Z 相同的时候,则[证明 A 不属于任何 E]。
οὕτω δὲ καὶ τὸ πρῶτον σχῆμα καὶ τὸ μέσον, τὸ μὲν πρῶτον ὅτι οὐδενὶ τῷ Ζ ὑπάρχει τὸ Α (εἴπερ ἀντιστρέφει τὸ στερητικόν), τὸ δὲ Ζ παντὶ τῷ Ε, τὸ δὲ μέσον ὅτι τὸ Δ τῷ μὲν Α οὐδενὶ τῷ δὲ Ε παντὶ ὑπάρχει.
如此,则既产生第一格,也产生中格:产生第一格是因为 A 不属于任何 Z(如果否定命题确实是可换位的),而 Z 属于每一个 E;产生中格是因为 Δ 不属于任何 A,但属于每一个 E。
τινὶ δὲ μὴ ὑπάρχειν, ὅταν τὸ Δ καὶ Η ταὐτὸν ᾖ.
而不属于某一个,则是当 Δ 与 H 相同的时候。
τοῦτο δὲ τὸ ἔσχατον σχῆμα· τὸ μὲν γὰρ οὐδενὶ τῷ Η ὑπάρξει, τὸ δὲ παντὶ τῷ Η. φανερὸν οὖν ὅτι διὰ τῶν προειρημένων σχημάτων οἱ συλλογισμοὶ πάντες, καὶ ὅτι οὐκ ἐκλεκτέον ὅσα πᾶσιν ἕπεται, διὰ τὸ μηδένα γίγνεσθαι συλλογισμὸν ἐξ αὐτῶν.
这是最后一个格;因为一者将不属于任何 H,而另一者属于每一个 H。 因此显而易见,所有的三段论都是通过上述格而成的,并且,我们不应当选择那些伴随所有项目的项目,因为从这些项目出发无法产生任何三段论。
κατασκευάζειν μὲν γὰρ ὅλως οὐκ ἦν ἐκ τῶν ἑπομένων, ἀποστερεῖν δʼ οὐκ ἐνδέχεται διὰ τοῦ πᾶσιν ἑπομένου· δεῖ γὰρ τῷ μὲν ὑπάρχειν τῷ δὲ μὴ ὑπάρχειν.
因为,从伴随者出发根本无法进行肯定性的立证,而通过伴随所有项目的项目,也无法进行否定性的立证;因为[中项]必须属于一者而不属于另一者。
Φανερὸν δὲ καὶ ὅτι αἱ ἄλλαι σκέψεις τῶν κατὰ τὰς ἐκλογὰς ἄχρειοι πρὸς τὸ ποιεῖν συλλογισμόν, οἷον εἰ τὰ ἑπόμενα ἑκατέρῳ ταὐτά ἐστιν, ἢ εἰ οἷς ἕπεται τὸ Α καὶ ἃ μὴ ἐνδέχεται τῷ Ε, ἢ ὅσα πάλιν μὴ ἐγχωρεῖ ἑκατέρῳ ὑπάρχειν· οὐ γὰρ γίνεται συλλογισμὸς διὰ τούτων.
同样显而易见,关于选择的其他考察对于构成三段论是无用的,例如,如果伴随两者的项目是相同的,或者,A所随伴的项目与不能属于E的项目[是相同的],或者,反过来,那些不能属于两者的项目是相同的;因为通过这些并不能产生三段论。
εἰ μὲν γὰρ τὰ ἑπόμενα ταὐτά, οἷον τὸ Β καὶ τὸ Ζ, τὸ μέσον γίνεται σχῆμα κατηγορικὰς ἔχον τὰς προτάσεις· εἰ δʼ οἷς ἕπεται τὸ Α καὶ ἃ μὴ ἐνδέχεται τῷ Ε, οἷον τὸ Γ καὶ τὸ Θ, τὸ πρῶτον σχῆμα στερητικὴν ἔχον τὴν πρὸς τὸ ἔλατ ἄκρον πρότασιν.
因为如果伴随者是相同的,例如 B 和 Z,就会产生具有肯定前提的中格;而如果 A所随伴的项目与不能属于E的项目相同,例如 Γ 和 Θ,则会产生在小端项一侧的前提为否定的第一格。
εἰ δʼ ὅσα μὴ ἐνδέχεται ἑκατέρῳ, οἷοντον τὸ Δ καὶ τὸ Θ, στερητικαὶ ἀμφότεραι αἱ προτάσεις, ἢ ἐν τῷ πρώτῳ ἢ ἐν τῷ μέσῳ σχήματι.
而如果那些不能属于两者的项目相同,例如 Δ 和 Θ,两者前提都是否定的,无论是在第一格还是在中格。
οὕτως δʼ οὐδαμῶς συλλογισμός.
但这样绝对不能构成三段论。
Δῆλον δὲ καὶ ὅτι ὁποῖα ταὐτὰ ληπτέον τὰ κατὰ τὴν ἐπίσκεψιν, καὶ οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία, πρῶτον μὲν ὅτι τοῦ μέσου χάριν ἡ ἐπίβλεφις, τὸ δὲ μέσον οὐχ ἕτερον ἀλλὰ ταὐτὸν δεῖ λαβεῖν.
显而易见,在考察中应该选取什么样的相同项目,而不应该选取什么样不同的或相反的项目;首先是因为考察是为了寻觅中项,而中项不能是不同的而是必须取为相同的。
εἶτα ἐν ὅσοις καὶ συμβαίνει γίνεσθαι συλλογισμὸν τῷ ληφθῆναι ἐναντία ἢ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν, εἰς τοὺς προειρημένους ἅπαντα ἀναχθήσεται τρόπους, οἷον εἰ τὸ Β καὶ τὸ Ζ ἐναντία ἢ μὴ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν· ἔσται μὲν γὰρ τούτων ληφθέντων συλλογισμὸς ὅτι οὐδενὶ τῶν τὸ Α ὑπάρχει, ἀλλʼ οὐκ ἐξ αὐτῶν ἀλλʼ ἐκ τοῦ προειρημένου τρόπου· τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ Ε οὐδενὶ ὑπάρξει· ὥστʼ ἀνάγκη ταὐτὸ εἶναι τὸ Β τινὶ τῷ Θ. Φανερὸν οὖν ὅτι ἐξ αὐτῶν μὲν τούτων τῶν ἐπιβλέψεων οὐδεὶς γίνεται συλλογισμός, ἀνάγκη δʼ εἰ τὸ Β καὶ τὸ Ζ ἐναντία, ταὐτόν τινι εἶναι τὸ Β τῶν Θ καὶ τὸν συλλογισμὸν γίγνεσθαι διὰ τούτων.
其次,在所有那些由于选取了相反者或不能属于同一事物的项目而产生三段论的情况下,它们都将被还原为上述方式;例如,如果 B 和 Z 是相反的,或者不能属于同一事物;因为如果选取了这些,就会产生 A 不属于任何 E 的三段论,但这不是直接来自它们自身,而是来自上述方式;因为 B 将属于每一个 A,但不属于任何 E;因此 B 必然与 Θ 中的某一个是相同的。 因此显而易见,仅凭这些考察自身并不能产生任何三段论,但如果 B 与 Z 是相反的,则 B 必然与 Θ 中的某一个是相同的,且三段论必然是通过这些构成的。
συμβαίνει δὴ τοῖς οὕτως ἐπισκοποῦσι προσεπιβλέπειν ἄλλην ὁδὸν τῆς ἀναγκαίας διὰ τὸ λανθάνειν τὴν ταὐτότητα τῶν Β καὶ τῶν Θ.
实际上,对于如此进行考察的人来说,由于忽视了 B 与 Θ 的同一性,致使他们在必要的途径之外,还去额外考察另一条途径。

词汇与语法注释

  1. 44b11μέσον γὰρ τὸ γίνεται — 中性单数冠词 `τὸ` 在此名词化地指代前文的“被随伴者”(即由 Γ 和 H 代表的项),用以解释这一项如何成为中项。
  2. 44b13τὸ μὲν πρῶτον ὅτι ... τὸ δὲ μέσον ὅτι — 在这一对比结构中,`τὸ μὲν πρῶτον` 和 `τὸ δὲ μέσον` 后面省略了动词 `γίνεται`(产生)。`ὅτι` 引导的从句说明了每种格得以成立的理由或前提结构。
  3. 45a5ὥστʼ ἀνάγκη ταὐτὸ εἶναι τὸ Β τινὶ τῷ Θ — 这是一个由无人称表达 `ἀνάγκη` 引导的对格加不定式(AcI)结构。不定式 `εἶναι` 的逻辑主语是处于对格的 `τὸ Β`,而其表语是 `ταὐτό...`(与……相同)。

引用这一段

亚里士多德, 前分析篇 §1.1.28#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.28%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。