§1.1.20Ἐν δὲ τῷ τελευταίῳ σχήματι καὶ ἀμφοτέρων ἐνδεχομένων καὶ τῆς ἑτέρας ἔσται συλλογισμός.
在最后一个格(第三格)中,无论是两个前提都是可能的,还是只有一个是可能的,都会产生三段论。
ὅταν μὲν οὖν ἐνδέχεσθαι σημαίνωσιν αἱ προτάσεις, καὶ τὸ συμπέρασμα ἔσται ἐνδεχόμενον· καὶ ὅταν ἡ μὲν ἐνδέχεσθαι ἡ δʼ ὑπάρχειν.
首先,当前提表示可能时,结论也将是可能的;同样,当一个表示可能而另一个表示属于时,也是如此。
ὅταν δʼ ἡ ἑτέρα τεθῇ ἀναγκαία, ἐὰν μὲν ᾖ καταφατική, οὐκ ἔσται τὸ συμπέρασμα οὔτε ἀναγκαῖον οὔθʼ ὑπάρχον, ἐὰν δʼ ᾖ στερητική, τοῦ μὴ ὑπάρχειν ἔσται συλλογισμός, καθάπερ καὶ ἐν τοῖς πρότερον· ληπτέον δὲ καὶ ἐν τούτοις ὁμοίως τὸ ἐν τοῖς συμτπεράσμασιν ἐνδεχόμενον.
但当其中一个被设定为必然时,如果是肯定的,结论既不会是必然的,也不会是属于的;但如果是否定的,则会像在先前的情况中一样,产生关于不属于的三段论;在这些情况下,我们也必须同样地理解结论中的可能。
Ἔστωσαν δὴ πρῶτον ἐνδεχόμεναι, καὶ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ἐνδεχέσθω ὑπάρχειν.
首先设它们都是可能的,并且A和 B可能属于所有的Γ。
ἐπεὶ οὖν ἀντιστρέφει τὸ καταφατικὸν ἐπὶ μέρους, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται, καὶ τὸ Γ τινὶ τῷ β ἐνδέχοιτʼ ἄν.
由于肯定前提在特称上可以换位,且B可能属于所有的Γ,所以Γ也可能属于某些B。
ὥστʼ εἰ τὸ μὲν· παντὶ τῷ Γ ἐνδέχεται, τὸ δὲ Γ τινὶ τῷ Β, ἀνάγκη καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχεσθαι· γίγνεται γὰρ τὸ πρῶτον σχῆμα.
因此,如果A可能属于所有的Γ,而Γ可能属于某些B,那么A也必然可能属于某些B;因为这就构成了第一格。
καὶ εἰ τὸ μὲν Α ἐνδέχεται μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ, ἀνάγκη τὸ Α τινὶ τῷ Β ἐνδέχεσθαι μὴ ὑπάρχειν· ἔσται γὰρ πάλιν τὸ πρῶτον σχῆμα διὰ τῆς ἀντιστροφῆς.
并且,如果A可能不属于任何Γ,而B可能属于所有的Γ,那么A也必然可能不属于某些B;因为通过换位,再次构成了第一格。
εἰ δʼ ἀμφότεραι στερητικαὶ τεθείησαν, ἐξ αὐτῶν μὲν τῶν εἰλημμένων οὐκ ἔσται τὸ ἀναγκαῖον, ἀντιστραφεισῶν δὲ τῶν προτάσεων ἔσται συλλογισμός, καθάπερ ἐν τοῖς πρότερον.
但如果两者都被设定为否定,仅从取用的前提本身不会得出必然结论,但当前提换位时,就会像先前一样产生三段论。
εἰ γἄρ τὸ Α καὶ τὸ Β τῷ Γ ἐνδέχεται μὴ ὑπάρχειν, ἐὰν μεταληφθῇ τὸ ἐνδέχεσθαι ὑπάρχειν, πάλιν ἔσται τὸ πρῶτον σχῆμα διὰ τῆς ἀντιστροφῆς.
因为如果A和B可能不属于Γ,如果将它们转换为可能属于,通过换位再次构成第一格。
εἰ δʼ ὁ μέν ἐστι καθόλου τῶν ὅρων ὁ δʼ ἐν μέρει, τὸν αὐτόν τρόπον ἐχόντων τῶν ὅρων ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν, ἔσται τε καὶ οὐκ ἔσται συλλογισμός.
但如果其中一个词项是全称的,另一个是特称的,在词项关联方式与属于的情况相同时,会产生三段论,也可能不产生。
ἐνδεχέσθω γὰρ τὸ μὲν Α παντὶ τῷ Γ, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχειν.
因为设A可能属于所有的Γ,而B可能属于某些Γ。
ἔσται δὴ πάλιν τὸ πρῶτον σχῆμα τῆς ἐν μέρει προτάσεως ἀντιστραφείσης· εἰ γὰρ τὸ Α παντὶ τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ Β, τὸ Α τινὶ· τῷ Β ἐνδέχεται.
通过特称前提的换位,再次产生第一格;因为如果A可能属于所有的Γ,而Γ可能属于某些B,那么A可能属于某些B。
καὶ εἰ πρὸς τῷ Β Γ τεθείη τὸ καθόλου, ὡσαύτως.
如果全称前提置于B[与Γ之间],也是如此。
ὁμοίως δὲ καὶ εἰ τὸ μὲν Γ στερητικόν εἴη, τὸ δὲ Β Γ καταφατικόν· ἔσται γὰρ πάλιν τὸ πρῶτον σχῆμα διὰ τῆς ἀντιστροφῆς.
同样,如果[与A相关的前提]是否定的,而与B和Γ[相关的前提]是肯定的,通过换位也将再次产生第一格。
εἰ δʼ ἀμφότεραι στερητικαὶ τεθείησαν, ἡ μὲν καθόλου ἡ δʼ ἐν μέρει, διʼ αὐτῶν μὲν τῶν εἰλημμένων οὐκ ἔσται συλλογισμός, ἀντιστραφεισῶν δʼ ἔσται, κα· θάπερ ἐν τοῖς πρότερον.
但如果两者都被假定为否定,一个全称,一个特称,仅从取用的前提本身不会产生三段论,但当它们换位时,就会产生,就像先前一样。
ὅταν δὲ ἀμφότεραι ἀδιόριστοι ἢ ἐν μέρει ληφθῶσιν, οὐκ ἔσται συλλογισμός· καὶ γὰρ παντὶἀνάγκη τὸ τῷ Β καὶ μηδενὶ ὑπάρχειν.
但当两者都被取为无定项或特称时,不会产生三段论;因为[在这种关联下],A必然既可能属于所有的B,也可能不属于任何B。
ὅροι τοῦ ὑπάρχειν ζῷον—ἄνθρωπος—λευκόν, τοῦ μὴ ὑπάρχειν ἵππος—ἄν—θρωπος—λευκκόν, μέσον λευκόν.
属于的词项为:动物—人—白色;不属于的词项为:马—人—白色;中项为“白色”。