§1.1.19Ἐὰν δʼ ἡ μὲν ἐξ ἀνάγκης ἡ δʼ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, τῆς μὲν στερητικῆς ἀναγκαίας οὔσης ἔσται συλλογισμός, οὐ μόνον ὅτι ἐνδέχεται μὴ ὑπάρχει, ἀλλὰ καὶ ὅτι οὐχ ὑπάρχει, τῆς δὲ καταφατικῆς οὐκ ἔσται.
如果前提中一个表示必然,另一个表示可能,当否定前提是必然的时候,不仅会产生可能不属于,而且会产生不属于的三段论;但当肯定前提是必然的时候,则不会产生。
κείσθω γὰρ τὸ τῷ μὲν Β ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν, τῷ δὲ πσαντὶ ἐνδέχεσθαι.
例如,设A必然不属于任何B,而可能属于所有的Γ。
ἀντιστραφείσης οὖν τῆς στερητικῆς οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ὑπάρξει· τὸ δὲ παντὶ τῷ Γ ἐνεδέχετο· γίψεται δὴ πάλιν διὰ τοῦ· πρώτου σχήματος ὁ συλλογισμός ὅτι τὸ Β τῷ Γ ἐνδέχεται μηδενὶ ὑπάρχειν.
那么,否定前提经换位后,B必然不属于任何A;而A曾可能属于所有的Γ;因此,再次通过第一格产生了一个三段论,即B可能不属于任何Γ。
ἅμα δὲ δῆλον ὅτι οὐδʼ ὑπάρξει τὸ Β οὐδενὶ τῷ Γ. κείσθω γὰρ ὑπάρχειν·
同时,显而易见,B也不属于任何Γ。 因为设其属于。
οὐκοῦν εἰ τὸ τῷ Β μηδενὶ ἐνδέχεται, τὸ δὲ Β ὑπάρχει τινὶ τῷ Γ, τὸ Α τῷ Γ τινὶ οὐκ ἐνδέχεται· ἀλλὰ παντὶ ὑπέκειτο ἐνδέχεσθαι.
那么,如果A可能不属于任何B,而B属于某些Γ,则A可能不属于某些Γ;但曾假定A可能属于所有的Γ。
τὸν αὐτὸν δὲ τρόπον δειχθήσεται καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν.
同样地,如果否定前提被置于Γ的一侧,也可以得到证明。
Πάλιν ἔστω τὸ κατηγορικὸν ἀναγκαῖον, θάτερον δʼ ἐνδεχόμενον, καὶ τὸ Α τῷ μὲν Β ἐνδεχέσθω μηδενί, τῷ δὲ Γ παντὶ ὑπαρχέτω ἐξ ἀνάγκης.
再者,设肯定前提是必然的,而另一个是可能的,且设A可能不属于任何B,而必然属于所有的Γ。
οὕτως οὖν ἐχόντων τῶν ὅρων οὐδεὶς ἔσται συλλογισμός.
那么在这些词项如此关联时,不会有三段论。
συμβαίνει γὰρ τὸ Β τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχειν.
因为结果是B必然不属于Γ。
ἔστω γὰρ τὸ μὲν Α λευκόν, ἐφʼ ᾧ δὲ τὸ Β ἄνθρωπος, ἐφʼ ὧ δὲ τὸ Γ κύκνος.
例如,设A为“白色”,B为“人”,Γ为“天鹅”。
τὸ δὴ λευκὸν κύκνῳ μὲν ἐξ ἀνάγκης ὑπάρχεῖ, ἀνθρώπῳ δʼ ἐνδέχεται μηδενί καὶ ἄνθρωπος οὐδενὶκύκνῳ ἐξ ἀνάγκης.
白色必然属于天鹅,而可能不属于任何人类;且人必然不属于任何天鹅。
ὅτι μὲν οὖν τοῦ ἐνδέχεσθαι οὐκ ἔστι συλλογισμός, φανερόν· τὸ γὰρ ἐξ ἀνάγκης οὐκ ἦν ἐνδεχόμενον.
因此,显然不存在关于可能的三段论;因为必然的东西不是可能的。
ἀλλὰ μὴν οὐδὲ τοῦ ἀναγκαίου· τὸ γὰρ ἀναγκαῖον ἢ ἐξ ἀμφοτέρων ἀναγκαίων ἢ ἐκ τῆς στερητικῆς συνέβαινεν.
然而,同样没有关于必然的三段论;因为必然的结论只能产生于两者都是必然的前提,或者产生于否定前提。
ἔτι δὲ καὶ ἐγχωρεῖ τούτων κειμένων τὸ Β τῷ Γ ὑπάρχειν·
此外,在这些假定下,B属于Γ也是可以容许的。
οὐδὲν γὰρ κωλύει τὸ μὲν Γ ὑπὸ τὸ Β εἶναι, τὸ δὲ Α τῷ μὲν Β παντὶ ἐνδέχεσθαι, τῷ δὲ Γ ἐξ ἀνάγκης ὑπάρχειν, οἷον εἰ τὸ μὲν Γ εἴη ἐγρηγορός, τὸ δὲ Β ζῶον, τὸ δʼ ἐφʼ ᾧ τὸ Α κίνησις.
因为没有任何东西阻止Γ在B之下,并且 A可能属于所有的B,而必然属于所有的Γ。 例如,设Γ为“醒着”,B为“动物”,A为“运动”。
τῷ μὲν γὰρ ἐγρηγορότι ἐξ ἀνάγκης κίνησις, ζῴῳ δὲ παντὶ ἐνδέχεται· καὶ πᾶν τὸ ἐγρηγορὸς ζῷον.
因为对于醒着的东西,必然有运动属于它,而对于所有动物,运动是可能的;且所有醒着的东西都是动物。
φανερὸν οὖν ὅτι οὐδὲ τοῦ μὴ ὑπάρχειν, εἴπερ οὕτως ἐχόντων ἀνάγκη ὑπάρχειν.
因此,显而易见,也没有关于不属于的三段论,因为在词项如此关联时,必然是属于的。
οὐδὲ δὴ τῶν ἀντικειμένων καταφάσεων, ὥστʼ οὐδεὶς ἔσται συλλογισμός.
对于相反的肯定结论也是如此,所以不会有任何三段论。
ὁμοίως δὲ δειχθήσεται καὶ ἀνάπαλιν τεθείσης τῆς καταφατικῆς.
同样地,如果肯定前提被反向假定,也将得到证明。
Ἐὰν δʼ ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις, στερητικῶν μὲν οὐσῶν ἀεὶ γίνεται συλλογισμὸς ἀντιστραφείσης τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως καθάπερ ἐν τοῖς πρότερον.
但如果两个前提同形且均为否定,则通过对关于可能的前提进行换位,总能像先前一样产生三段论。
εἰλήφθω γὰρ τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν, τῷ δὲ Γ ἐνδέχεσθαι μὴ ὑπάρχειν·
因为设A必然不属于任何B,而可能不属于Γ。
ἀντιστραφεισῶν οὖν τῶν προτάσεων τὸ μὲν Β τῷ οὐδενὶ ὑπάρχει, τὸ δὲ Α παντὶτῷ Γ ἐνδέχεται· γίνεται δὴ τὸ πρῶτον σχῆμα.
那么,当前提发生换位时,B不属于任何A,而A可能属于所有的Γ;这就构成了第一格。
κἂν εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν, ὡσαύτως.
如果否定前提被置于Γ的一侧,也同样如此。
ἐὰν δὲ κατηγορικαὶ τεθῶσιν, οὐκ ἔσται συλλογισμός.
但如果假定为肯定前提,则不会有三段论。
τοῦ μὲν γὰρ μὴ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχειν φανερὸν ὅτι οὐκ ἔσται διὰ τὸ μὴ εἰλῆφθαι στερητικὴν πρότασιν μήτʼ ἐν τῷ ὑπάρχειν μήτʼ ἐν τῷ ἐξ ἀνάγκης ὑπάρχειν.
因为显而易见,不会产生关于不属于或必然不属于的三段论,因为在表示属于或必然属于的前提中,没有一个是否定前提。
ἀλλὰ μὴν οὐδὲ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν· ἐξ ἀνάγκης γὰρ οὕτως ἐχόντων τὸ Β τῷ Γ οὐχ ὑπάρξει, οἷον εἰ τὸ μὲν Α τεθείη λευκόν, ἐφʼ δὲ τὸ Β κύκνος, τὸ δὲ Γ ἄνθρωπος.
然而,也不会产生关于可能不属于的三段论;因为当词项如此关联时,B将必然不属于Γ,例如,如果A被设定为 “白色”,B为“天鹅”,Γ为“人”。
οὐδέ γε τῶν ἀντικειμένων καταφάσεων, ἐπεὶ δέδεικται τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχον.
对于相反的肯定结论也是如此,因为已经证明B必然不属于Γ。
οὐκ ἄρα γίνεται συλλογισμὸς ὅλως.
因此,总体上完全没有三段论。
Ὁμοίως δʼ ἕξει κἀπὶ τῶν ἐν μέρει συλλογισμῶν·
特称三段论的情况也同样如此。
ὅταν μὲν γὰρ ᾖ τὸ στερητικὸν καθόλου τε καὶ ἀναγκαῖον, ἀεὶ συλλογισμὸς ἔσται καὶ τοῦ ἐνδέχεσθαι καὶ τοῦ μὴ ὑπάρχειν (ἀπόδειξις δὲ διὰ τῆς ἀντιστροφῆς), ὅταν δὲ τὸ καταφατικόν, οὐδέποτε·
因为当否定前提是全称且必然时,总是会产生关于可能和不属于的三段论(其证明通过换位进行);但当肯定前提是必然的时候,则绝不会产生。
τὸν αὐτὸν γὰρ τρόπον δειχθήσεται ὃν καὶ ἐν τοῖς καθόλου, καὶ διὰ τῶν αὐτῶν ὅρων.
因为其证明方法与全称前提相同,且通过相同的词项进行。
οὐδʼ ὅταν ἀμφότεραι ληφθῶσι καταφατικαί· καὶ γὰρ τούτου ἡ αὐτὴ ἀπόδειξις ἣ καὶ πρότερον.
当两者都被取为肯定时,也同样没有三段论;因为对此的证明与先前相同。
ὅταν δὲ ἀμφότεραι μὲν στερητικαί, καθόλου δὲ καὶ ἀναγκαία ἡ τὸ μὴ ὑπάρχειν σημαίνουσα, διʼ αὐτῶν μὲν τῶν εἰλημμένων οὐκ ἔσται τὸ ἀναγκαῖον, ἀντιστραφείσης δὲ τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως ἔσται συλλογισμός, καθάπερ ἐν τοῖς πρότερον.
但当两者都是否定,且表示不属于的前提是全称且必然时,仅从取用的前提本身不会得出必然结论,但当关于可能的前提发生换位时,就会像先前一样产生三段论。
ἐὰν δʼ ἀμφότεραι ἀδιόριστοι ἢ ἐν μέρει τεθῶσιν, οὐκ ἔσται συλλογισμός.
如果两者都被设定为无定项或特称,则不会有三段论。
ἀπόδειξις δʼ ἡ αὐτὴ καὶ διὰ τῶν αὐτῶν ὅρων.
其证明是相同的,且通过相同的词项进行。
Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι τῆς μὲν στερητικῆς τῆς καθόλου τιθεμένης ἀναγκαίας ἀεὶ γίνεται συλλογισμὸς οὐ μόνον τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν, ἀλλὰ καὶ τοῦ μὴ ὑπάρχειν, τῆς δὲ καταφατικῆς οὐδέποτε.
因此,从上述讨论中可以清楚地看到,当全称否定前提被设定为必然时,总是会产生不仅关于可能不属于,而且关于不属于的三段论,但当肯定前提是必然的时候,则绝不会产生。
καὶ ὅτι τὸν αὐτὸν τρόπον ἐχόντων ἔν τε τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς ὑπάρχουσι γίνεταί τε καὶ οὐ γίνεται συλλογισμός.
并且,当前提处于必然和属于的相同配置中时,其产生或不产生三段论的情况也是类似的。
δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοί, καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων.
同样显然,所有这些三段论都是不完全的,它们都是通过上述的格得到完善的。