§1.1.18Εἰ δʼ ἡ μὲν ὑπάρχειν ἡ δʼ ἐνδέχεσθαι σημαίνει, τῆς μὲν κατηγορικῆς ὑπάρχειν τεθείσης τῆς δὲ στερητικῆς ἐνδέχεσθαι οὐδέποτʼ ἔσται συλλογισμός, οὔτε καθόλου τῶν ὅρων οὔτʼ ἐν μέρει λαμβανομένων (ἀπόδειξις δʼ ἡ αὐτὴ καὶ διὰ τῶν αὐτῶν ὅρων)·
但如果一个前提表示属于,另一个表示可能,当肯定前提被设定为属于,而否定前提被设定为可能时,无论词项是作为全称还是特称被取用,都绝不会产生三段论(其证明相同,且通过相同的词项进行)。
ὅταν δʼ ἡ μὲν καταφατικὴ ἐνδέχεσθαι ἡ δὲ στερητικὴ ὑπάρχειν, ἔσται συλλογισμός.
但当肯定前提表示可能,而否定前提表示属于时,则会产生三段论。
εἰλήφθω γὰρ τὸ Α τῷ μὲν Β μηδενὶ ὑπάρχειν, τῷ δὲ Γ παντὶ ἐνδέχεσθαι.
例如,设A 不属于任何B,而可能属于所有的Γ。
ἀντιστραφέντος οὖν τοῦ στερητικοῦ τὸ Β τῷ Α οὐδενὶ ὑπάρξει· τὸ δὲ παντὶ τῷ Γ ἐνεδέχετο· γίνεται δὴ συλλογισμός ὅτι ἐνδέχεται τὸ Β μηδενὶ τῷ Γ διὰ τοῦ πρώτου σχήματος.
那么,否定前提经换位后,B将不属于任何A;而A曾可能属于所有的Γ;因此,通过第一格产生了一个三段论,即B可能不属于任何Γ。
ὁμοίως δὲ καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν.
同样地,如果否定前提被置于Γ的一侧也是如此。
ἐὰν δʼ ἀμ μὲν ὦσι στερητικαί, σημαίνῃ δʼ ἡ μὲν μὴ ὑπάρχειν ἡ δʼ ἐνδέχεσθαι, διʼ αὐτῶν μὲν τῶν εἰλημμένων οὐδὲν συμβαίνει ἀναγκαῖον, ἀντιστραφείσης δὲ τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως γίγνεται συλλογισμος ὅτι τὸ Β τῷ Γ ἐνδέχεται μηδενὶ ὑπάρχειν, καθάπερ ἐν τοῖς πρότερον· ἔσται γὰρ πάλιν τὸ πρῶτον σχῆμα.
但如果两者都是否定前提,且一个表示不属于,另一个表示可能,那么仅从这些被取用的前提本身不会得出任何必然结论,但当关于可能的前提发生换位时,就会像先前一样产生三段论,即B可能不属于任何Γ;因为这又将是第一格。
ἐὰν δʼ ἀμφότεραι τεθῶσι κατηγορικαί, οὐκ ἔσται συλλογισμός.
但如果两者都被假定为肯定前提,则不会有三段论。
ὅροι τοῦ μὲν ὑπάρχειν ὑγίεια—ζῷον—ἄνθρωπος, τοῦ δὲ μὴ ὑπάρχειν ὑγίεια—ἵππος—ἄνθρωτπος.
属于的词项是:健康—动物—人;不属于的词项是:健康—马—人。
Τὸν αὐτὸν δὲ τρόπον ἕξει κἀπὶ τῶν ἐν μέρει συλλογισμῶν.
在特称三段论中,情况也完全一样。
ὅταν μὲν γὰρ ᾖ τὸ καταφατικὸν ὑπάρχον, εἴτε κα· θόλου εἴτʼ ἐν μέρει ληφθέν, οὐδεὶς ἔσται συλλογισμός (τοῦτο δʼ ὁμοίως καὶ διὰ τῶν αὐτῶν ὅρων δείκνυται τοῖς πρότερον), ὅταν δὲ τὸ στερητικόν, ἔσται διὰ τῆς ἀντιστροφῆς, καθάπερ ἐν τοῖς πρότερον.
因为当肯定前提表示属于时,无论是作为全称还是特称被取用,都不会产生三段论(这同样可以通过与先前相同的词项来证明);但当否定前提表示属于时,就会像先前一样通过换位产生三段论。
πάλιν ἐὰν ἄμφω μὲν τὰ διαστήματα στερητικὰ ληφθῇ, καθόλου δὲ τὸ μὴ ὑπάρχειν, ἐξ αὐτῶν μὲν τῶν προτάσεων οὐκ ἔσται τὸ ἀναγκαῖον, ἀντιστραφέντος δὲ τοῦ ἐνδέχεσθαι καθάπερ ἐν τοῖς πρότερον ἔσται συλλογισμός.
再者,如果两个间距(前提)都被取为否定,且表示不属于的前提是全称的,那么仅从前提本身不会得出必然结论,但当表示可能的前提经换位后,就像先前一样产生三段论。
ἐὲν δὲ ὑπάρχον· μὲν ᾖ τὸ στερητικόν, ἐν μέρει δὲ ληφθῇ, οὐκ ἔσται συλλογισμός, οὔτε καταφατικῆς οὔτε στερητικῆς οὔσης τῆς ἑτέρας προτάσεως.
但如果否定前提表示属于,且被取为特称,那么无论另一个前提是肯定还是否定,都不会产生三段论。
οὐδʼ ὅταν ἀμφότεραι ληφθῶσιν ἀδιόριστοι—ἢ καταφατικαὶ ἢ ἀποφατικαί—ἢ κατὰ μέρος.
当两者都被取为无定项——无论是肯定还是否定——或者被取为特称时,也同样没有三段论。
ἀπόδειξις δʼ ἡ αὐτὴ καὶ διὰ τῶν αὐτῶν ὅρων.
其证明是相同的,且通过相同的词项。