Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.15#2

大前提为实然且小前提为可能的第一格

第 17 段,共 123 段 · 希腊语

内容简介

考察大前提为属于而小前提为可能的第一格三段论,通过归谬法证明肯定和否定的全称结论均能成立。同时论证了前提必须是无条件的、不受特定时间限制的。

§1.1.15#2Διωρισμένων δὴ τούτων ὑπαρχέτω τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεγέσθω·
在这些已经确定的情况下,设A属于所有的B,设B可能属于所有的Γ。
ἀνάγκη οὖν τὸ παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν.
因此,[A]必然可能属于所有的Γ。
μὴ γὰρ ἐνδεχέσθω, τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὡς ὑπάρχον· τοῦτο δὲ ψεῦδος μέν, οὐ μέντοι ἀδύνατον.
因为,设它不可能,并设B像属于那样属于所有的Γ;这确实是虚假的,但并非不可能。
εἰ οὖν τὸ μὲν Α μὴ ἐνδέχεται παντὶ τῷ Γ, τὸ δὲ Β παντὶ ὑπάρχει τῷ Γ τὸ οὐ παντὶ τῷ Β ἐνδέχεται· γίνεται γὰρ συλλογισμὸς διὰ τοῦ τρίτου σχήματος.
如果A不可能属于所有的Γ,而B属于所有的Γ,那么[A]就不可能属于所有的B;因为借助于第三个格产生了一个三段论。
ἀλλʼ ὑπέκειτο παντὶ ἐνδέχεσθαι ὑπάρχειν.
但是此前已假定[A]可能属于所有的[B]。
ἀνάγκη ἄρα τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι· ψεύδους γὰρ τεθέντος καὶ οὐκ ἀδυνάτου τὸ συμβαῖνόν ἐστιν ἀδύνατον.
因此,A必然可能属于所有的 Γ;因为当设下一个虚假但并非不可能的前提时,产生的结果是不可能的。
Δεῖ δὲ λαμβάνειν τὸ παντὶ ὑπάρχον μὴ κατὰ χρόνον ὁρίσαντας, οἷον νῦν ἢ ἐν τῷδε τῷ χρόνῳ, ἀλλʼ ἁπλῶς· διὰ τοιούτων γὰρ προτάσεων καὶ τοὺς συλλογισμούς ποιοῦμεν, ἐπεὶ κατά γε τὸ νῦν λαμβανομένης τῆς προτάσεως οὐκ ἔσται συλλογισμός·
然而,我们必须在不通过时间来限定的情况下理解“属于所有事物”,例如“现在”或“在这段时间内”,而是要无条件地理解;因为我们也是通过这类前提来进行三段论证明的,毕竟如果前提至少是就“现在”而被采纳,三段论就不能成立。
οὐδὲν γὰρ ἴσως κωλύει ποτὲ καὶ παντὶ κινουμένῳ ἄνθρωπον ὑπάρχειν, οἷον εἰ μηδὲν ἄλλο κινοῖτο· τὸ δὲ κινούμενον ἐνδέχεται παντὶ ἵππῳ· ἀλλʼ ἄνθρωπον οὐδενὶ ἵππῳ ἐνδέχεται.
因为也许在某个时候,没有什么能阻止人属于所有在运动的事物,例如如果没有其他事物在运动;而运动着的事物可能属于所有的马;但是人不可能属于任何马。
ἔτι ἔστω τὸ μὲν πρῶτον ζῷον, τὸ δὲ μέσον κινούμενον, τὸ δʼ ἔσχατον ἄνθρωπος.
此外,设第一个词项是“动物”,中项是“运动着的事物”,最末一个词项是“人”。
αἱ μὲν οὖν προτάσεις ὁμοίως ἕξουσι, τὸ δὲ συμπέρασμα ἀναγκαῖον, οὐκ ἐνδεχόμενον· ἐξ ἀνάγκης γὰρ ὁ ἄνθρωπος ζῷον.
因此,虽然前提具有同样的关系,但结论却是必然的,而不是可能的;因为人必然是动物。
φανερὸν οὖν ὅτι τὸ καθόλου ληπτέον ἀπλῶς, καὶ οὐ χρόνῳ διορίζοντας.
由此可见,全称前提必须无条件地被采纳,而不应通过时间来加以限定。
Πάλιν ἔστω στερητικὴ πρότασις καθόλου ἡ Α Β, καὶ εἰλήφθω τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β παντὶ ἐνδεχέσθω ὑπάρχειν τῷ Γ. τούτων οὖν τεθέντων ἀνάγκη τὸ ἐνδέχεσθαι μηδενὶ τῷ Γ ὑπάρχειν.
再次,设AB为全称否定前提,并假定A不属于任何B,而B可能属于所有的Γ。 在这些设定的前提下,[A]必然可能不属于任何Γ。
μὴ γὰρ ἐνδεχέσθω, τὸ δὲ Β τῷ Γ κείσθω ὑπάρχον, καθάπερ πρότερον.
因为,设它不可能,并设B属于Γ,正如刚才那样。
ἀνάγκη δὴ τὸ Α τινὶ τῷ Β ὑπάρχειν· γίνεται γὰρ συλλογισμός διὰ τοῦ τρίτου σχήματος· τοῦτο δὲ ἀδύνατον.
那么A慢然属于某个B;因为借助于第三个格产生了一个三段论;但这展示为不可能。
ὥστʼ ἐνδέχοιτʼ ἂφν τὸ Α μηδενὶ τῷ Γ· ψεύδους γὰρ τεθέντος ἀδύνατον τὸ συμβαῖνον.
因此,A可能不属于任何Γ;因为当设下一个虚假的前提时,产生的结果是不可能的。
οὗτος οὖν ὁ συλλογισμὸς οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης (αὕτη γάρ ἐστιν ἡ ἀντίφασις τῆς γενομένης ὑποθέσεως· ἐτέθη γὰρ ἐξ ἀνάγκης τὸ Α τινὶ τῷ Γ ὑπάρχειν, ὁ δὲ διὰ τοῦ ἀδυνάτου συλλογισμὸς τῆς ἀντικειμένης ἐστὶν φάσεως).
因此,这个三段论并不是关于根据定义而言的可能的结论,而是关于必然不属于任何事物的结论(因为这是针对所作出的假设的矛盾命题;因为此前已假设A必然属于某个Γ,而通过不可能性进行的归谬三段论是针对其对立断言的)。
ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερὸν ὅτι οὐκ ἔσται τὸ συμπέρασμα ἐνδεχόμενον.
此外,从词项中也可以清楚地看到,结论将不是可能的。
ἔστω γὰρ τὸ μὲν Α κόραξ, τὸ δʼ ἐφʼ ᾧ Β διανοούμενον, ἐφʼ ᾧ δὲ Γ ἄνθρωπος.
因为,设A为“乌鸦”,B为“有思想的”,Γ为“人”。
οὐδενὶ δὴ τῷ Β τὸ ὑπάρχει· οὐδὲν γὰρ διανοούμενον κόραξ.
那么A不属于任何B;因为没有一个有思想的是乌鸦。
τὸ δὲ Β παντὶ ἐνδέχεται τῷ Γ· παντὶ γὰρ ἀνθρώπῳ τὸ διανοεῖσθαι.
而B可能属于所有的Γ;因为对所有人而言都有可能具有思想。
ἀλλὰ τὸ ἐξ ἀνάγκης οὐδενὶ σῷ Γ· οὐκ ἄρα τὸ συμπέρασμα ἐνδεχόμενον.
但是A必然不属于任何Γ;所以结论不是可能的。
ἀλλʼ οὐδʼ ἀνακαῖονγ ἀεί.
然而,它也并非总是必然的。
ἔστω γὰρ τὸ μὲν Α κινούμενον, τὸ δὲ Β ἐπιστήμη, τὸ δʼ ἐφʼ ᾧ Γ ἄνθρωπος.
因为,设A为“运动着的”,B为“知识”,Γ为“人”。
τὸ μὲν οὖν οὐδενὶ τῷ Β ὑπάρξει, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται, καὶ οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαἱον· οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον, ἀλλʼ οὐκ ἀνάγκη τινά.
那么A不属于任何B,且B可能属于所有的Γ,但结论将不是必然的;因为人没有一个在运动并非必然,而某个人在运动也并非必然。
δῆλον οὖν ὅτι τὸ συμπέρασμά ἐστι τοῦ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν.
由此可见,结论是关于必然不属于任何事物的。
ληπτέον δὲ βέλτιον τοὺς ὅρους.
但是应当选择更好的词项。

词汇与语法注释

  1. 34a39τὸ οὐ παντὶ τῷ Β ἐνδέχεται — 冠词 `τὸ` 直接修饰直陈语气动词句 `οὐ παντὶ τῷ Β ἐνδέχεται`,将整个命题名词化为“‘不可能属于所有的B’这一事实”。或者,可以理解为省略了表示结果的动词如 `συμβαίνει`。
  2. 34b8ὁρίσαντας — 宾格复数阳性分词,与非人称动词 `δεῖ` 所引导的不定式 `λαμβάνειν` 的逻辑主语(“一般人”)相一致。
  3. 34b27τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου — 描摹性属格(或表示“属于……类别”的属格),与系动词 `ἔστι` 连用,表示该三段论不属于根据定义而言的可能性范畴。

引用这一段

亚里士多德, 前分析篇 §1.1.15#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.15%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。