Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.15#1

第一格中实存前提与可能前提的混合

第 16 段,共 123 段 · 希腊语

内容简介

本节探讨结合实存前提与可能性前提的混合三段论,根据前提的配置区分完全与不完全推论,并确立了通过归谬法进行证明所需的逻辑基础,即可能之物归结的必然性,以及虚假但非不可能之假设的性质。

§1.1.15#1Ἐὰν δʼ ἡ μὲν ὑπάρχειν ἡ δʼ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων, ὅταν μὲν ἡ πρὸς τὸ μεῖζον ἄκρον ἐνδέχεσθαι σημαίνῃ, τέλειοί τʼ ἔσονται πάντες οἱ συλλογισμοὶ καὶ τοῦ ἐνδέχεσθαι κατὰ τὸν εἰρημένον διορισμόν, ὅταν δʼ ἡ πρὸς τὸ ἔλαττον, ἀτελεῖς τε πάντες, καὶ οἱ στερητικοὶ τῶν συλλογισμῶν οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ἀλλὰ τοῦ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν·
如果前提中的一个被假定为属于,另一个被假定为可能,当与大项相关的前提表示可能时,所有的三段论都将是完全的,并且是按照所说的定义关于可能性的;但当与小项相关的前提表示可能时,它们都将是不完全的,且否定三段论的结论不是关于定义上的可能,而是关于必然不属于任何事物或不属于所有事物。
εἰ γὰρ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης, ἐνδέχεσθαί φαμεν καὶ μηδενὶ καὶ μὴ παντὶ ὑπάρχειν.
因为如果是必然不属于任何事物或不属于所有事物,我们说它也是可能不属于任何事物和不属于所有事物。
ἐνδεχέσθω γὰρ τὸ παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχειν.
因为,设A可能属于所有的B,并设B属于所有的Γ。
ἐπεὶ οὖν ὑπὸ τὸ Β ἐστὶ τὸ Γ, τῷ δὲ Β παντὶ ἐνδέχεται τὸ Α, φανερὸν ὅτι καὶ τῷ Γ παντὶ ἐνδέχεται.
既然Γ在B之下,而A可能属于所有的B,显然,A也可能属于所有的Γ。
γίνεται δὴ τέλειος συλλογισμός·
因此产生了一个完全的三段论。
ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς Β προτάσεως, τῆς δὲ Β Γ καταφατικῆς, καὶ τῆς μὲν ἐνδέχεσθαι τῆς δʼ ὑπάρχειν λαμβανομένης, τέλειος ἔσται συλλογισμὸς ὅτι τὸ ἐνδέχεται μηδενὶ τῷ Γ ὑπάρχειν.
同样地,当AB前提是否定的,BΓ前提是肯定的,且一个被假定为可能,另一个被假定为属于时,将产生一个完全的三段论,即A可能不属于任何Γ。
Ὅτι μὲν οὖν τοῦ ὑπάρχειν τιθεμένου πρὸς τὸ ἔλαττον ἄκρον τέλειοι γίγνονται συλλογισμοί, φανερόν·
因此,显然,当表示属于的前提置于小项时,产生的是完全的三段论。
ὅτι δʼ ἐναντίως ἔχοντος ἔσονται συλλογισμοί, διὰ τοῦ ἀδυνάτου δεικτέον.
但当它们处于相反的关系时,也会产生三段论,这必须通过归谬法(不可能证明法)来证明。
ἅμα δʼ ἔσται δῆλον καὶ ὅτι ἀτελεῖς· ἡ γὰρ δεῖξις οὐκ ἐκ τῶν εἰλημμένων προτάσεων.
同时,这也将清楚地表明它们是不完全的;因为证明并不是直接来自所采用的前提。
πρῶτον δὲ λεκτέον ὅτι εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, καὶ δυνατοῦ ὄντος τοῦ δυνατὸν ἔσται καὶ τὸ Β ἐξ ἀνάγκης.
但首先必须说明,如果在A存在时必然有B存在,那么在A可能时,B也必然是可能的。
ἔστω γὰρ οὕτως ἐχόντων τὸ μὲν ἐφʼ ᾧ τὸ Α δυνατόν, τὸ δʼ ἐφʼ ᾧ τὸ Β ἀδύνατον.
因为,设在它们具有这种关系时,A是可能的,而B是不可能的。
εἰ οὖν τὸ μὲν δυνατόν, ὅτε δυνατὸν εἶναι, γένοιτʼ ἄν, τὸ δʼ ἀδύνατον, ὅτʼ ἀδύνατον, οὐκ ἂν γένοιτο, ἅμα δʼ εἴη τὸ δυνατὸν καὶ τὸ Β ἀδύνατον, ἐνδέχοιτʼ ἂν τὸ Α γενέσθαι ἄνευ τοῦ Β, εἰ δὲ γενέσθαι, καὶ εἶναι· τὸ γὰρ γεγονός, ὅτε γέγονεν, ἔστιν.
如果可能的东西在其可能存在时能够生成,而不可能的东西在其不可能时不能生成,且同时A是可能的而B是不可能的,那么A就有可能在没有B的情况下生成;如果能生成,也就是存在;因为已经生成的东西,在它生成时,就是存在的。
δεῖ δὲ λαμβάνειν μὴ μόνον ἐν τῇ γενέσει τὸ ἀδύνατον καὶ δυνατόν, ἀλλὰ καὶ ἐν τῷ ἀληθεύεσθαι καὶ ἐν τῷ ὑπάρχειν, καὶ ὁσαχῶς ἄλλως λέγεται τὸ δυνατόν· ἐν ἅπασι γὰρ ὁμοίως ἕξει.
但我们不仅应当在生成中理解不可能和可能,还应当在真、在属于,以及在可能被述及的其他任何方式中理解;因为在所有这些方式中,情况都是相同的。
ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι, οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν· οὐ γὰρ ἔστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, ἀλλὰ δυοῖν ἐλαχίστοιν, οἷον ὅταν αἱ προτάσεις οὕτως ἔχωσιν ὡς ἐλέχθτη κατὰ τὸν συλλογισμόν.
此外,“在A存在时,B存在”不应该被理解为在某个单一的A存在时B就会存在;因为在单一的事物存在时,没有任何东西是必然随之而来的,而只有在至少有两个事物存在时才会,就像前提处于关于三段论所说的关系时那样。
εἰ γὰρ τὸ Γ κατὰ τοῦ Δ, τὸ δὲ Δ κατὰ τοῦ Ζ, καὶ τὸ Γ κατὰ τοῦ Ζ ἐξ ἀνάγκης·
因为如果 Γ被谓述于Δ,而Δ被谓述于Ζ,那么Γ也必然被谓述于Ζ。
καὶ εἰ δυνατὸν ἑκάτερον, καὶ τὸ συμπέρασμα δυνατόν.
并且如果前提中的每一个都是可能的,结论也同样是可能的。
ὥσπερ οὖν εἴ τις θείη τὸ μὲν Α τὰς προτάσεις, τὸ δὲ Β τὸ συμπέρασμα, συμβαίνοι ἂν οὐ μόνον ἀναγκαίου τοῦ ὄντος ἅμα καὶ τὸ Β εἶναι ἀναγκαῖον, ἀλλὰ καὶ δυνατοῦ δυνατόν.
因此,正如人们如果将前提设为A,结论设为B,不仅会在A是必然的时候B也是必然的,而且在A是可能的时候B也是可能的。
Τούτου δὲ δειχθέντος, φανερὸν ὅτι ψεύδους ὑποτεθέντος καὶ μὴ ἀδυνάτου καὶ τὸ συμβαῖνον διὰ τὴν ὑπόθεσιν; ψεῦδος ἔσται καὶ οὐκ ἀδύνατον.
这一点既然已经显明,那么显然,如果作出了一个虚假但并非不可能的假设,由于这个假设而导致的结果也同样是虚假的,但并非不可能。
οἷον εἰ τὸ ψεῦδος μέν ἐστι μὴ μέντοι ἀδύνατον, ὄντος δὲ τοῦ τὸ Β ἔστι, καὶ τὸ Β ἔσται ψεῦδος μὲν οὐ μέντοι ἀδύνατον.
例如,如果A确实是虚假的但并非不可能,且在A存在时B存在,B也同样将是虚假的但并非不可能。
ἐπεὶ γὰρ δέδεικται ὅτι εἰ τοῦ Α ὄντος τὸ Β ἔστι, καὶ δυνατοῦ ὄντος τοῦ Α ἔσται τὸ Β δυνατόν, ὑπόκειται δὲ τὸ Α δυνατὸν εἶναι, καὶ τὸ ἔσται δυνατόν· εἰ γὰρ ἀδύνατον, ἅμα δυνατὸν ἔσται τὸ αὐτὸ καὶ ἀδύνατον.
因为既然已经证明,如果在 A存在时B存在,那么在A可能时B也将是可能的,并且假定了A是可能的,那么B也同样将是可能的;因为如果它是不可能的,那么同一事物将同时是可能且不可能的。

词汇与语法注释

  1. 30οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ἀλλὰ τοῦ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν — 属格 `τοῦ ... ἐνδεχομένου` 和 `τοῦ ... ὑπάρχειν` 作宾格性属格修饰前面的 `συλλογισμῶν`。它们说明三段论的结论所指的并非定义上的(双向的)“可能性”,而是指“必然不属于任何事物”或“必然不属于所有事物”的单向可能性。
  2. 5καὶ δυνατοῦ ὄντος τοῦ Α δυνατόν ἔσται καὶ τὸ Β ἐξ ἀνάγκης — `ἐξ ἀνάγκης`(必然地)并不是局部地修饰形容词 `δυνατόν` 或动词 `ἔσται`,而是修饰整个条件关系(“若A可能,则B也可能”),表示论理归结的必然性(*necessitas consequentiae*)。此外,希腊语原文在 `τοῦ` 之后省略了名辞 `Α`。
  3. 15οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν — `ἑνός τινος ὄντος τοῦ Α` 是属格绝对结构。连词 `ὡς` 引导主观的假定(“仿佛由于单一事物A的存在”)。整个句子的主句是由无人称动词 `δεῖ` 引导的带对格的不定式结构(`δεῖ ὑπολαβεῖν`)。
  4. 25ψεύδους ὑποτεθέντος καὶ μὴ ἀδυνάτου — 这是带有被动分词 `ὑποτεθέντος` 的属格绝对结构,起条件作用(“如果作出了一个虚假但并非不可能的假设”)。与其对比的 `καὶ μὴ ἀδυνάτου` 反映了亚里士多德的模态理论,该理论在论证中严格区分了“虚假”假设与“不可能”假设。

引用这一段

亚里士多德, 前分析篇 §1.1.15#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.15%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。