Humanitext Reader

埃斯库罗斯 · 复仇女神 §835-927

雅典娜的劝解与复仇女神对雅典的祝福

第 10 段,共 11 段 · 希腊语

内容简介

雅典娜热切地劝说复仇女神们留在雅典,接受市民们持久的崇拜与尊荣。复仇女神们在反复宣泄愤怒之后,最终接受了这一提议,并开始为雅典的繁荣与丰产吟唱祝福的歌谣。

§835θύη πρὸ παίδων καὶ γαμηλίου τέλους §836ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον.
雅典娜:“获得在子嗣诞生和婚礼仪式前的祭品直到永远,你终将赞许我的这番话。
§837ἐμὲ παθεῖν τάδε, φεῦ, §838ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν, §839φεῦ, ἀτίετον μύσος.
” 歌队:“我竟要遭受这些,唉,怀有古老智慧的我,竟要居住在大地之下,唉,成为不被尊崇的污秽之物!
§840πνέω τοι μένος ἅπαντά τε κότον.
我确实在吐露全部的愤怒与怨恨。
§841οἰοῖ δᾶ, φεῦ.
噢,大地啊,唉。
§842τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς;
什么样的痛苦,什么样的痛苦正在侵入我的肋下?
§843θυμὸν ἄιε, μᾶτερ §845Νύξ: ἀπὸ γάρ με τι-
听取我的愤怒吧,母亲黑夜!
§846μᾶν δαναιᾶν θεῶν §847δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.
因为从我古老神明的尊荣之中,难以对付的诡计已将我剥夺,视我如无物。
§848ὀργὰς ξυνοίσω σοι: γεραιτέρα γὰρ εἶ.
” 雅典娜:“我将包容你的愤怒,因为你比我年长。
§849καὶ τῷ μὲν <εἶ> σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα, §850φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
在那一点上,你确实比我聪明得多,但宙斯赐予我的智虑也并非微不足道。
§851ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα §852γῆς τῆσδ᾽ ἐρασθήσεσθε: προυννέπω τάδε.
而你们,即便前往他乡异土,也必将爱上这片土地;我预先向你们昭示这一点。
§853οὑπιρρέων γὰρ τιμιώτερος χρόνος §854ἔσται πολίταις τοῖσδε.
因为随着时间不断流逝,它将给这些公民带来更隆盛的尊荣。
καὶ σὺ τιμίαν §855ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως §856τεύξει παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων, §857ὅσων παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.
而你,在埃雷赫修斯的府邸旁拥有一处显赫的席位,必将从男女的队列中,获得你从任何其他凡人那里绝无法得到的敬意。
§858σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς §859μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας §860νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασι, §861μήτ᾽, ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων, §862ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη §863ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
因此,请不要在我的疆域中投放血腥的磨刀石,残害年轻人的心灵,使他们因非酒所致的狂怒而发狂;也不要像拔出斗鸡的心脏一般,在我的市民中植入一场内讧、彼此对抗且横蛮暴戾的阿瑞斯。
§864θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, §865ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως: §866ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην.
让战争留在境外吧,这原本就不免发生,在那儿人们会有对荣耀的炽热渴望;但我不乐见家宅之内家禽相残。
§867τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ, §868εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην §869χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
这样的选择你可以从我这里获得:行善,受福,并获得体面的尊崇,在这片最受神明眷顾的土地中占有一席之地。
§870ἐμὲ παθεῖν τάδε, φεῦ, §871ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν, §872φεῦ, ἀτίετον μύσος.
” 歌队:“我竟要遭受这些,唉,怀有古老智慧的我,竟要居住在大地之下,唉,成为不被尊崇的污秽之物!
§873πνέω τοι μένος ἅπαντά τε κότον.
我确实在吐露全部的愤怒与怨恨。
§874οἰοῖ δᾶ, φεῦ.
噢,大地啊,唉。
§875τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς;
什么样的痛苦,什么样的痛苦正在侵入我的肋下?
§876θυμὸν ἄιε, μᾶτερ §877Νύξ: ἀπὸ γάρ με τι-
听取我的愤怒吧,母亲黑夜!
§878μᾶν δαναιᾶν θεῶν §880δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.
因为从我古老神明的尊荣之中,难以对付的诡计已将我剥夺,视我如无物。
§881οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά, §882ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ §883θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν §884ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου.
” 雅典娜:“我将不知疲倦地向你述说善意,免得你日后说,你作为一位古老的神明,被我这年轻的神和守护城邦的凡人们,毫无尊严地驱逐、放逐出了这片土地。
§885ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας, §886γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον, §887σὺ δ᾽ οὖν μένοις ἄν: εἰ δὲ μὴ θέλεις μένειν, §888οὔ τἂν δικαίως τῇδ᾽ ἐπιρρέποις πόλει §889μῆνίν τιν᾽ ἢ κότον τιν᾽ ἢ βλάβην στρατῷ.
但若是“劝说”的神圣威严对你而言是尊贵的—— 它是我舌尖上的甘甜和魅惑—— 那么你大可留下来;但若你不想留下,你将满腔怒火、怨恨或对军民的伤害倾泻在这座城市上,便是非正义的。
§890ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς §891εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.
因为你可以成为这片土地的共同拥有者,合情合理且永远受到充分的尊崇。
§892ἄνασσ᾽ Ἀθάνα, τίνα με φῂς ἔχειν ἕδραν;
” 歌队:“雅典娜女王啊,你让我拥有什么样的席位?
§893πάσης ἀπήμον᾽ οἰζύος: δέχου δὲ σύ.
” 雅典娜:“一个免受一切痛苦的席位;接受它吧。
§894καὶ δὴ δέδεγμαι: τίς δέ μοι τιμὴ μένει;
” 歌队:“如果我接受了,有什么样的尊荣在等着我?
§895ὡς μή τιν᾽ οἶκον εὐθενεῖν ἄνευ σέθεν.
” 雅典娜:“没有任何家庭能在没有你的情况下兴旺发达。
§896σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
” 歌队:“你会成全这件事,让我拥有如此巨大的力量吗?
§897τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
” 雅典娜:“是的,因为我们将使敬奉你的人运势顺遂。
§898καί μοι πρόπαντος ἐγγύην θήσει χρόνου;
” 歌队:“你愿意向我许下万世不渝的保证吗?
§899ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
” 雅典娜:“因为我绝不会说出那些我无法兑现的事。
§900θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου.
” 歌队:“你似乎抚慰了我,我正退去我的怒火。
§901τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσει φίλους.
” 雅典娜:“因此,留在这片土地上,你将赢得众多朋友。
§902τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί;
” 歌队:“那么你嘱咐我为这片土地吟唱什么样的歌谣?
§903ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα, §904καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου §905ἐξ οὐρανοῦ τε: κἀνέμων ἀήματα §906εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα: §907καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον §908ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ, §909καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
” 雅典娜:“适合并非不名誉之胜利的祝愿,且这些祝愿来自大地、海洋的露水、以及天空;并让风的吹拂伴随和煦的阳光掠过这片土地;愿大地的果实和牲畜繁衍的沛然恩泽为公民们长久兴旺、历久不衰,且凡人子嗣的繁衍得到护佑。
§910τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις.
但对于不敬之人,愿你更决绝地将他们清扫干净。
§911στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην, §912τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος.
因为就像照料花木的园丁一样,我爱护这些正直之人无悲无痛的族类。
§913τοιαῦτα σοὔστι.
这些是你的职责。
τῶν ἀρειφάτων δ᾽ ἐγὼ §914πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ §915τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
而在阿瑞斯麾下那些辉煌瞩目的战事竞争中,我绝不能容忍这座城市在凡人中不因得胜而受到尊崇。
§916δέξομαι Παλλάδος ξυνοικίαν, §917οὐδ᾽ ἀτιμάσω πόλιν, §918τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε §919φρούριον θεῶν νέμει, §920ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων:
” 歌队:“我将接受与帕拉斯同住,也绝不轻看这座城市,甚至连全能的宙斯和阿瑞斯也将其视作神明的壁垒,守护希腊神明祭坛的荣耀之物。
§921ᾇτ᾽ ἐγὼ κατεύχομαι §922θεσπίσασα πρευμενῶς §923ἐπισσύτους βίου τύχας ὀνησίμους §925γαίας ἐξαμβρῦσαι §926φαιδρὸν ἁλίου σέλας.
为此我献上祈祷,怀着善意进行预言,愿生命中丰盈而有益的福祉从大地中源源涌现,伴随着太阳的耀眼光辉。
§927τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις
我满怀热诚地为了这些公民……”

词汇与语法注释

  1. 837ἐμὲ παθεῖν τάδε — 感叹性对格与不定式结构,用于表达强烈的愤慨与震惊:“我竟要遭受这些!”。主语代词 ἐμέ 采用对格,并伴随不定式 παθεῖν。
  2. 856τεύξει — 动词 τυγχάνω(获得、遭遇)的将来时第二人称单数中动相。该动词通常支配属格,在此处其支配的宾语(如“敬意”或“供物”)由后续的介词短语和关系从句(ὅσων...)所暗示。
  3. 887σὺ δ᾽ οὖν μένοις ἄν — 带有 ἄν 的潜在祈愿相(potential optative),作为条件从句的结句,表达一种委婉的建议或强烈的提议(“你大可留下来”)。连词 δ᾽ οὖν 起到“无论如何、既然如此”的语气转折作用。
  4. 914τὸ μὴ οὐ — 双重否定不定式结构。在否定语境的动词(οὐκ ἀνέξομαι,“我不能容忍/无法承受”)之后,τὸ μὴ οὐ 加上不定式(τιμᾶν)表示强烈的肯定:“我绝不容许不尊崇”,即“必须尊崇”。

引用这一段

埃斯库罗斯, 复仇女神 §835-927. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg007.humanitext-grc1:835-927

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。