Humanitext Reader

埃斯库罗斯 · 复仇女神 §378-464

雅典娜的到来与对复仇女神及俄瑞斯忒斯的审问

第 5 段,共 11 段 · 希腊语

内容简介

雅典娜从斯卡曼德罗斯归来,与歌队(复仇女神)对峙。她向歌队询问其可怖的职能和真实身份,并向俄瑞斯忒斯打听其身世及弑母的始末。

§378τοῖον [γὰρ] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται, §379καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ- §380ται πολύστονος φάτις.
“正是这般,污秽的黑暗在男人头上漂浮,一团阴暗的浓雾罩在屋上,伴随着充满悲叹的传闻。
§381μένει γάρ: εὐμήχανοί §382τε καὶ τέλειοι, κακῶν §383τε μνήμονες, σεμναὶ §384καὶ δυσπαρήγοροι βροτοῖς, §385ἄτιμ᾽ ἀτίετα διόμεναι §386λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ §387λάμπᾳ, †δυσοδοπαίπαλα §388δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
因为我们的职责是恒常的:我们善于筹划,贯彻始终,将恶事牢记在心,我们是庄严的,且不为凡人所动摇,我们在无阳的光照下,追逐着那被剥夺了尊严、不被敬重、且与神明隔绝的职分,这是一条道路,对于看得见的人和看不见的人来说同样艰险难行。
§389τίς οὖν τάδ᾽ οὐχ ἅζεταί §390τε καὶ δέδοικεν βροτῶν,
那么,凡人之中谁能不敬畏并恐惧这些呢?
§391ἐμοῦ κλύων θεσμὸν §392τὸν μοιρόκραντον ἐκ θεῶν §393δοθέντα τέλεον;
当他听到我的法度,那是运命裁决、神明所赐予的完满职权。
ἔτι δέ μοι §394<μένει> γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας §395κύρω, καίπερ ὑπὸ χθόνα §396τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.
而且对我来说,古老的荣誉依然留存,我并未遭受贬低,尽管在大地之下有我的位分和那没有阳光的黑暗。
§397πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν §398ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, §399ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, §400τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, §401ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί, §402ἐξαίρετον δώρημα Θησέως τόκοις:
” 雅典娜:“我从遥远的斯卡曼德罗斯听到了呼唤的声响,当时我正在接收我的领地,那是阿开亚人的领袖和先锋,在战利品的大量分配中,将它彻底且完整地割让给我,作为给忒修斯子嗣的精选礼物。
§403ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα, §404πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος, §405πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.
我从那里急切地迈着不知疲倦的脚步赶来,不带翅膀,在风中摆动我的埃癸斯神盾的衣褶,将这战车套在矫健的骏马之上。
§406καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς §407ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
看到这聚在土地上的陌生群体,我毫无惧色,但惊奇却呈现在我眼前。
§408τίνες ποτ᾽ ἐστέ;
你们到底是谁?
πᾶσι δ᾽ ἐς κοινὸν λέγω: §409βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ, §410ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, §411οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας §412οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι.
我对所有人共同发问:无论是坐在这里守着我神像的异乡人,还是你们这些不像任何被造物、在女神中未被诸神见过、也不像凡人身形的生灵。
§413λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς §414πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.
然而,对于无辜之人肆意恶言,既远非正义,也违背神圣的法理。
§415πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη.
” 复仇女神:“你将很快简明地知晓一切,宙斯之女。
§416ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς τέκνα.
我们是永恒之夜的孩子。
§417Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
在地下之家里,我们被称为‘诅咒之神’。
§418γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
” 雅典娜:“你们的族类和你们的呼号名字,我已经知晓。
§419τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα.
” 复仇女神:“那么,关于我们的职权,你很快也会明白。
§420μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
” 雅典娜:“如果有人能说出明晰的言语,我自会明白。
§421βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
” 复仇女神:“我们把杀人犯从家室中驱逐出去。
§422καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
” 雅典娜:“那么对于杀人者而言,流亡的终点在何处?
§423ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
” 复仇女神:“在没有任何快乐可言的地方。
§424ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς φυγάς;
” 雅典娜:“你也是用这样的流亡之声去驱赶这个人的吗?
§425φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
” 复仇女神:“因为他自愿成了杀害母亲的凶手。
§426ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;
” 雅典娜:“是因为其他无可奈何的强迫,还是出于对谁人愤怒的恐惧?
§427ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
” 复仇女神:“哪里有如此强大的驱使,能让人去弑母呢?
§428δυοῖν παρόντοιν ἥμισυς λόγος πάρα.
” 雅典娜:“既然只有两方中的一方到场,那话便只说了一半。
§429ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι.
” 复仇女神:“但他既不肯接受誓言,也不愿发出誓言。
§430κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.
” 雅典娜:“你更想让人觉得你公正,而不是去践行公正。
§431πῶς δή;
” 复仇女神:“这是何意?
δίδαξον: τῶν σοφῶν γὰρ οὐ πένει.
请指教,因为你并不缺乏智慧。
§432ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
” 雅典娜:“我是说,不能让不正义的事物靠誓言获得胜利。
§433ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.
” 复仇女神:“那么,你就去审理,做出公正的判决吧。
§434ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;
” 雅典娜:“你们当真要把指控的最终裁决权转交给我吗?
§435πῶς δ᾽ οὔ;
” 复仇女神:“为何不呢?
σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων.
因为我们敬重你,你是一位配得上你那伟大家族的女神。
§436τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
” 雅典娜:“异乡人啊,轮到你对此有何要说的?
§437λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς §438τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον:
陈说你的土地、你的族类以及你的遭遇,然后击退这项指控吧。
§439εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε §440ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας §441σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος:
如果你确实因为信任正义,而坐在我的神坛旁,守护着这尊神像,如同当年的伊克西翁一般,作为庄严的祈愿者。
§442τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
请对这一切,给我一个易于理解的答复。
§443ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων §444τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
” 俄瑞斯忒斯:“王女雅典娜啊,首先,关于你最后的话语,我要消除你的一大疑虑。
§445οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος §446πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
我不是一个需要净化的罪人,我也并非带着满手的污秽坐在你的神像前的。
§447τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα: §448ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, §449ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου §450σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
关于这一点,我将向你陈说一个重大的证据:律法规定,杀人者必须保持沉默,直到有行净化之血的人,用刚断奶的牲畜之血泼洒在他身上进行洗涤。
§451πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα §452οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
我早已在其他的府邸中,通过牲口和流淌的泉水洗净了这一切。
§453ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
因此,我可以说这个疑虑已经排除了。
§454γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα.
至于我的身世,你很快就会明白。
§455Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς, §456Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα:
我是阿尔戈斯人,你很了解我的父亲阿伽门农,那是航海大军的统帅。
§457ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν §458ἔθηκας.
正是与他在一起,你将伊利翁、特洛伊之城夷为平地。
ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν §459εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ §460μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν §461κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
他回国后死得极不光彩,我那心肠歹毒的母亲杀害了他,用精心制作的罗网将他蒙住,那罗网至今还见证着浴室中的杀戮。
§462κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, §463ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, §464ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
而我,在结束了先前的流亡归来后,杀死了生我的母亲——我绝不否认—— 作为对我最亲爱的父亲血债血偿的报复。 ”

词汇与语法注释

  1. 379αὐδᾶται πολύστονος φάτις — 动词 αὐδᾶται 既可作被动语态,与宾格短语 δνοφεράν τιν᾽ ἀχλύν 连用(意为“传说有一团阴云[罩在屋上]”),亦可将 φάτις 视作其主动语态的主语(意为“叹息的传闻宣告着一团阴云”)。本译统一采用前者的被动释义,即家室被阴霾笼罩的消息在世间传闻。
  2. 386διχοστατοῦντ᾽ — 中性复数宾格分词 διχοστατοῦντα 修饰前文的名词 λάχη(职分、分得的份额),意为“与诸神对立、隔绝的[我们的]职分”,在语法上强调了复仇女神们处于与奥林匹斯诸神格格不入的领域。
  3. 430κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις — 不定式 κλύειν(被听闻/被称作[正义的])与 πρᾶξαι(实践[正义])形成对比。主格形容词 δίκαιος 与主语一致作表语补足语,表达了雅典娜尖锐的批判:歌队更在意“名义上的正义”(声誉),而非实际推行公道。
  4. 448ἔς τ᾽ ἂν... σφαγαὶ καθαιμάξωσι — ἔστε ἄν 连用虚拟语气 καθαιμάξωσι 表示时间截止点(“直到……”)。属格的 νεοθήλου βοτοῦ 修饰 σφαγαί(宰杀、祭牲之血),指明了净化仪式完成的具体条件,即“直到新生幼兽被宰杀之血浸染他”。

引用这一段

埃斯库罗斯, 复仇女神 §378-464. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg007.humanitext-grc1:378-464

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。