Humanitext Reader

埃斯库罗斯 · 复仇女神 §180-266

阿波罗驱逐复仇女神与奥瑞斯特斯逃往雅典

第 3 段,共 11 段 · 希腊语

内容简介

阿波罗将复仇女神们驱逐出神殿,并就奥瑞斯特斯的罪行与她们展开激烈辩论。随后,逃往雅典的奥瑞斯特斯向雅典娜的雕像寻求庇护,而紧追不舍的复仇女神们再次将他包围。

§180χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, §181μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, §182χρυσηλάτου θώμιγγος ἐξορμώμενον, §183ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ ἀπ᾽ ἀνθρώπων ἀφρόν, §184ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
“离去吧,离开这神示的内殿,免得你遭受那带翼的白色飞蛇,它自黄金锻造的弓弦上飞射而出,因痛苦而吐出从人类身上吸食的黑色毒沫,吐出你所吸食的杀戮血块。
§185οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει: §186ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι §187δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθοραὶ §188παίδων †κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνία, §189λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν §190ὑπὸ ῥάχιν παγέντες.
这殿宇绝非你们应当接近之地:你们当去那斩首、剜眼、审判与杀戮,以及断子绝孙的阉割摧残,手足割裂,以及石刑之处,在那儿,被刺穿脊椎的人们发出凄惨的长长哀鸣。
ἆρ᾽ ἀκούετε §191οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς §192στέργηθρ᾽ ἔχουσαι;
你们听到了吗,你们所钟爱的宴席,在神明看来是何等令人嫌恶,怀着如此恶嗜好的你们?
πᾶς δ᾽ ὑφηγεῖται τρόπος §193μορφῆς.
你们的整个外貌都在说明这一点。
λέοντος ἄντρον αἱματορρόφου §194οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις §195ἐν τοῖσδε Πυθίοισι τρίβεσθαι μύσος.
像你们这样的怪物,理应居住在吸食鲜血的狮子洞穴中,而不是在这皮托的神示所里,留下你们那被磨蹭出的污秽。
§196χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι.
去吧,没有牧人的山羊群啊,自行散去。
§197ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν.
对于这样的群畜,神明中绝无一人喜爱。
§198ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
” “阿波罗王啊,轮到你来听听我们的辩白了。
§199αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλει, §200ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.
在这件事上,你不仅是帮凶,而是独揽了一切,成为了唯一的元凶。
§201πῶς δή;
” “何出此言?
τοσοῦτο μῆκος ἔκτεινον λόγου.
且详加说明。
§202ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
” “你传下神谕,让这位外邦人弑杀其母。
§203ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι.
” “我传神谕是为他的父亲报仇。
τί μήν;
这有何不可?
§204κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου.
” “接着,你又同意庇护这新流之血的罪人。
§205καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους.
” “而且是我命令他转向这座殿宇寻求庇护。
§206καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
” “既然如此,你又为何指责我们这些追踪他的人?
§207οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
” “因为你们不配踏入这座神殿。
§208ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
” “但这正是派定给我们的职责。
§209τίς ἥδε τιμή;
” “这是何等职权?
κόμπασον γέρας καλόν.
夸耀一下你们那光荣的特权吧。
§210τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
” “我们把弑母之人逐出家园。
§211τί γάρ; γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
” “那么,若是妻子杀死了丈夫呢?
§212οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.
” “那并非同胞血亲之间的残杀。
§213ἦ κάρτ᾽ ἄτιμα, καὶ παρ᾽ οὐδὲν εἰργάσω §214Ἥρας τελείας καὶ Διὸς πιστώματα.
” “你确确实实是在轻视和践踏完美结合的赫拉与宙斯的誓约。
§215Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ, §216ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
依据这种说辞,库普里斯也被无情地贬低,而凡人最珍爱的一切,恰恰源于她。
§217εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος §218ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
因男与女命中注定的结合,这床第之事受正义守护,更甚于誓言。
§219εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς §220τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ, §221οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν.
因此,倘若你对彼此残杀的夫妻网开一面,不予惩罚,也不以愤怒来注视,我便可以说,你对奥瑞斯特斯的追捕毫无公理可言。
§222τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην, §223τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
因为我知道,你对其中一方极尽愤怒,对另一方却显然表现得更为温和。
§224δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά.
然而,女神帕拉斯将对这些诉讼进行裁决。
§225τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
” “那个人,我绝不会放过。
§226σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέω τίθου.
” “那你便继续追吧,给自己增加更多的劳苦。
§227τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.
” “不要企图用言语来削减我的特权。
§228οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.
” “即便你想把你的职权送给我,我也绝不接受。
§229μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγει: §230ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῷον, δίκας §231μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.
” “无论如何,你在宙斯的宝座旁被尊为伟大;但我,因母亲的血债指引着我,必将惩罚并追猎这个恶徒。
§232ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι: §233δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει §234τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.
” “而我,将援助并拯救我的叹愿者;因为在凡人与神明中,那因背弃叹愿者而招致的怨恨,都是极其可怕的。
§235ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύσμασιν §236ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, §237οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα, §238ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς §239ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
” “雅典娜女王啊,奉洛克西阿斯的命令,我来到了这里,请仁慈地接纳这个流浪者,我并非寻求净化的带罪之身,双手也非未经清洗,而是早已在其他人家、在凡人的旅途之中,磨平了锋芒、消解了罪孽。
§240ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, §241σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους, §242πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
我跨越了陆地与海洋,严守着洛克西阿斯的神谕命令,女神啊,我来到了你的神殿和雕像前。
§243αὐτοῦ φυλάσσων ἀμμενῶ τέλος δίκης.
在此守护着,我将等待审判的结局。
§244εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.
” “好极了! 这就是那男人的明显踪迹。
§245ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
跟着这无声告密者的指引前进。
§246τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν §247πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
因为就像猎犬追踪受伤的小鹿一样,我们循着血迹和滴落的血痕追寻。
§248πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ §249σπλάγχνον: χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, §250ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν §251ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.
因这无数折磨人的劳苦,我的肺腑在喘息;因为大地的每一处角落都已巡视完毕,我在海上凭借无翼的飞奔,一路追击而来,速度绝不落后于疾驰的船只。
§252καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.
而现在,他正蜷缩在这一带的某个地方。
§253ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
人类血液的腥气正迎面向我招手。
§254ὅρα ὅρα μάλ᾽ αὖ, §255λεῦσσέ τε πάντα, μὴ §256λάθῃ φύγδα βὰς §257[ὁ] ματροφόνος ἀτίτας.
看啊,再仔细看一看,搜寻每一处角落,免得那个潜逃的弑母者未受惩罚而溜走。
§258ὁ δ᾽ αὖτέ γ᾽ οὖν ἀλκὰν ἔχων §259περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου §260ὑπόδικος θέλει γενέσθαι χερῶν.
而他现在又找到了庇护,紧紧依附着不朽女神的雕像,企图为他双手的罪行接受审判。
§261τὸ δ᾽ οὐ πάρεστιν: αἷμα μητρῷον χαμαὶ §262δυσαγκόμιστον, παπαῖ, §263τὸ διερὸν πέδοι χύμενον οἴχεται.
但这绝不可能;流在地上的母亲之血已经难以收回,呜呼,那洒在土地上的液体已然消逝。
§264ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν §265ἐρυθρὸν ἐκ μελῶν πέλανον: ἀπὸ δὲ σοῦ §266φεροίμαν βοσκὰν πώματος δυσπότου:—
然而,你必须作为报偿,让我们从你活着的身体里吸食肢体中红色的浓汁;从你身上,愿我能汲取那难以咽下的甘霖作为滋养。 ”

词汇与语法注释

  1. 181μὴ καὶ λαβοῦσα... ἀνῇς — 与虚拟语气动词 ἀνῇς 连用的阴性单数分词 λαβοῦσα 和 ἐμοῦσα(第184行)将歌队(复仇女神们)视为一个单数整体或针对其中的某一个成员。μὴ 与虚拟语气连用表示警告或担忧(‘免得你……’)。
  2. 211γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ — 属格 γυναικός 既可理解为承接前一行中被省略的驱逐动词(ἐλαύνομεν),意为‘至于……的女人又该如何’,也可理解为暗示杀害丈夫的属格。第212行的回答(ὅμαιμος... φόνος)证实了她们认为这不属于同胞血亲之间的杀戮。
  3. 220τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν — 带冠词不定式 τὸ μὴ τίνεσθαι 用作前一行中动词 χαλᾷς(宽容、放任)的宾语或结果从句。双重否定 μὴ... μηδὲ 强调了既不予以惩罚,也不以愤怒注视。
  4. 260ὑπόδικος θέλει γενέσθαι χερῶν — 形容词 ὑπόδικος(须受审判的、应负责的)带有所属/原因属格 χερῶν(双手的,指其暴行),用以表明审判的因由。全句意为‘他希望因自己双手所犯的罪行而接受法庭审判’。

引用这一段

埃斯库罗斯, 复仇女神 §180-266. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg007.humanitext-grc1:180-266

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。