Humanitext Reader

埃斯库罗斯 · 奠酒人 §989-1076

奥雷斯特斯发狂与在复仇女神追逐下逃亡

第 11 段,共 11 段 · 希腊语

内容简介

奥雷斯特斯宣称自己弑母的正义性,并以阿波罗的神谕为最大凭据,但他逐渐失去理智,在母亲复仇女神们的驱逐下逃往德尔斐,而歌队则回顾了该家族经历的三场风暴,并追问这场毁灭何时才能终结。

§989βίον νομίζων, τῷδέ τ᾽ ἂν δολώματι §990πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
将其视为谋生的手段,并以此诡计杀害许多人,从而大快己心。
§991ἐκτείνατ᾽ αὐτὸ καὶ κύκλῳ παρασταδὸν §992στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ, §993οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε §994Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
将它展开,围立在四周,展示那男人的覆盖物,好让父亲看见—— 不是我的父亲,而是监视着这一切的赫利俄斯,好让他看见我母亲不洁的行径。
§995ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ, §996ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον §997τὸν μητρός: Αἰγίσθου γὰρ οὐ λέγω μόρον: §998ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην:
好让他有朝一日在法庭上为我作证,证明我是正当地追讨了母亲的死—— 因为我并不提起埃癸斯托斯的死,因为他已依法承受了奸通者的惩罚。
§999ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος, §1000ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος, §1001φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν, §1002τί σοι δοκεῖ;
但那对丈夫策划了这件可憎之事的女人,她曾从那丈夫在腰带下孕育了孩子的重担,昔日曾是亲爱的,如今却显明是仇敌与灾祸—— 你怎么看她?
μύραινά γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ §1003σήπειν θιγοῦσ᾽ ἂν ἄλλον οὐ δεδηγμένον §1004τόλμης ἕκατι κἀκδίκου φρονήματος.
她究竟是生为海鳝还是蝰蛇,哪怕没有咬人,仅凭触碰就会使他人腐化,靠的是她那胆大妄为与不义的心肠。
§1005τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ §1006γένοιτ᾽: ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
愿这样的女人不要在我家中与我同住;愿我在那之前,便被神明惩罚无子而亡。
§1007αἰαῖ αἰαῖ μελέων ἔργων:
哀哉,哀哉,这惨痛的行径!
§1008στυγερῷ θανάτῳ διεπράχθης.
你因这可憎的死亡而覆灭。
§1009ἒ ἔ, μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
唉,唉! 而对留存下来的人,痛苦也随之绽放。
§1010ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
她做了还是没做?
§1011φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
而这件袍子为我作证,埃癸斯托斯的剑是如何染红了它。
§1012φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται, §1013πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
而血迹随着时间一同起着作用,破坏了刺绣上的许多色彩。
§1014νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών, §1015πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε.
如今我赞美他,如今我亲临此地哀悼他,对着这件弑父的织物诉说。
§1016ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν, §1017ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
我为这些行径、这痛苦以及整个家族感到悲痛,承受着这场胜利带来的、不招人羡慕的玷污。
§1018οὔτις μερόπων ἀσινῆ βίτον §1019διὰ παντὸς ἄνατος ἀμείψει.
凡人之中,没有谁能安然无恙地度过一生,始终免受惩罚。
§1020ἒ ἔ, μόχθος δ᾽ ὁ μὲν αὐτίχ᾽, ὁ δ᾽ ἥξει.
唉,唉! 一种苦难已在眼前,另一种也将到来。
§1021ἀλλ᾽ ὡς ἂν εἰδῆτ᾽, οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ, §1022ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου §1023ἐξωτέρω: φέρουσι γὰρ νικώμενον
但为了让你们知晓——因为我不知道这将在何处终结—— 就像驾驭着马匹的车手,我已驶向了赛道之外;因为那难以驾驭的心智正裹挟着我,将我击败。
§1024φρένες δύσαρκτοι: πρὸς δὲ καρδίᾳ φόβος §1025ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.
在我的心头,恐惧已准备好歌唱,并随着怒火翩翩起舞。
§1026ἕως δ᾽ ἔτ᾽ ἔμφρων εἰμί, κηρύσσω φίλοις, §1027κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης, §1028πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
但趁我还清醒,我向朋友们宣告,我说我杀了我母亲并非毫无正义,她是弑父的玷污者,亦是神明憎恶之物。
§1029καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι §1030τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ §1031πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς §1032εἶναι, παρέντα δ᾽—οὐκ ἐρῶ τὴν ζημίαν: §1033τόξῳ γὰρ οὔτις πημάτων προσίξεται.
至于促成这一大胆行径的最大药石,我引以为据的是皮托的预言者洛克西阿斯,他向我昭示,若我做出此事,便能免于恶意的指责,但若我懈怠了——我便不再提起那惩罚;因为任凭何人的弓箭也无法触及那般的痛苦。
§1034καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος §1035ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι §1036μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον, §1037πυρός τε φέγγος ἄφθιτον κεκλημένον, §1038φεύγων τόδ᾽ αἷμα κοινόν: οὐδ᾽ ἐφ᾽ ἑστίαν §1039ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
如今请看着我,我是如何做好了准备,带着这枝条和花冠,前去叩开那大地的中心之所,洛克西阿斯的圣坛,还有那被称为不熄之火的光芒,以逃避这同族相残的血债;洛克西阿斯并不允许我投奔其他的炉灶。
§1040καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ §1041τάδ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω: §1042φεύγω δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος, §1043ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
至于这些灾祸在当时是如何加诸于我的,我要求所有的阿耳戈斯人随着时间的流逝为我作证;而我作为流亡者,逃离这片土地,流落他乡,无论生死,都留下了这些名声。
§1044ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, μηδ᾽ ἐπιζευχθῇς στόμα §1045φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά, §1046ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν, §1047δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
但你做得很好;不要用恶言束缚自己的口,也不要口吐凶言,因为你解放了整个阿耳戈斯城邦,轻易地斩断了两条毒蛇的首级。
§1048ἆ, ἆ.
啊,啊!
δμωαὶ γυναῖκες αἵδε Γοργόνων δίκην §1049φαιοχίτωνες καὶ πεπλεκτανημέναι
女仆们,这些女人就像戈耳工一样,身着黑衣,缠绕着密密麻麻的毒蛇!
§1050πυκνοῖς δράκουσιν: οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
我再也无法留在这里了。
§1051τίνες σὲ δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί, §1052στροβοῦσιν;
是怎样的幻觉在纠缠着你,对你父亲而言最亲爱的人啊?
ἴσχε, μὴ φόβου νικῶ πολύ.
挺住,不要被恐惧彻底击败。
§1053οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί: §1054σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
对我而言,这些绝非这些痛苦带来的幻觉;因为这分明是我母亲那些愤怒的猎犬。
§1055ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι: §1056ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
因为新生的血仍留在你的双手之上;确实,因此混乱才降临到你的心中。
§1057ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή, §1058κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
阿波罗主宰啊,她们确实聚集过来了,且从眼中滴落着令人憎恶的鲜血。
§1059εἷς σοὶ καθαρμός: Λοξίας δὲ προσθιγὼν §1060ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
你唯有接受一次净化;洛克西阿斯若能触碰你,必将使你从这些痛苦中解脱出来。
§1061ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ: §1062ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
你们看不见她们,但我能看见她们;我正被驱逐,我再也无法留在这里了。
§1063ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων §1064θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
但愿你安好,愿神明仁慈地监护着你,用适时的好运庇护你。
§1065ὅδε τοι μελάθροις τοῖς βασιλείοις §1066τρίτος αὖ χειμὼν §1067πνεύσας γονίας ἐτελέσθη.
看哪,这王家的府邸,第三场风暴呼啸着宣告终结。
§1068παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν §1069μόχθοι τάλανές [τε Θυέστου]:
首先开始的,是那吞食亲儿的塞埃斯忒斯那悲惨的苦难。
§1070δεύτερον ἀνδρὸς βασίλεια πάθη: §1071λουτροδάικτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν §1072πολέμαρχος ἀνήρ:
第二次是君王受难的惨剧:那位阿开亚人的主帅,却在浴盆中被斩杀而亡。
§1073νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ, §1074ἢ μόρον εἴπω;
而如今,第三者又不知从何处降临——是救主,还是该称之为死亡?
§1075ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει §1076μετακοιμισθὲν μένος ἄτης;
这灾祸的狂怒究竟要在何处终结,又要在何处停息,并在被安抚后沉沉入睡?

词汇与语法注释

  1. §989βίον νομίζων — 修饰前一句中“强盗”(φηλήτης ἀνήρ)的分词短语,意为“将其视为谋生的手段”。随后接有 ἂν ... θερμαίνοι 这一潜在祈愿法,此处省略了条件从句(如 εἰ +祈愿法)。
  2. §1021ὡς ἂν εἰδῆτ᾽ — 使用虚拟语气表示目的的从句,意为“好让你们知道”。由于省略了主句动词(如“我说”),并紧接着插入了原因从句(οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ),从而在句法上造成了破格(Anacoluthon)。
  3. §1031-1032πράξαντι — 出现在描述阿波罗神谕(χρήσαντα)的带对格不定式结构(εἶναι)中。表示“做了”的分词 πράξαντι 采用与格,以与主句中的代词(μοι)一致;然而,与其对立的表示“懈怠了”的分词 παρέντα(第1032行)则转为对格,作为不定式的逻辑主语,造成了句法上的不一致。

引用这一段

埃斯库罗斯, 奠酒人 §989-1076. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:989-1076

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。