Humanitext Reader

埃斯库罗斯 · 奠酒人 §894-988

克吕泰墨斯特拉之死与沾血的罗网

第 10 段,共 11 段 · 希腊语

内容简介

奥雷斯特斯在皮拉得斯援引阿波罗神谕的鼓励下杀死了母亲,歌队随后唱起赞美正义胜利的颂歌。此后,奥雷斯特斯现身并展示了曾缠绕其父的弑君罗网。

§894φιλεῖς τὸν ἄνδρα;
你爱那个男人吗?
τοιγὰρ ἐν ταὐτῷ τάφῳ §895κείσει.
那么你将在同一个坟墓中躺下。
θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε.
死后你绝不会背叛他。
§896ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον, §897μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα §898οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
住手,我的孩子,要敬重这乳房,孩子,在这里,你常常在半睡半醒之间,用娇嫩的牙龈吮吸了滋养的乳汁。
§899Πυλάδη, τί δράσω;
皮拉得斯啊,我该怎么办?
μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
我应当因敬重而不敢杀母亲吗?
§900ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα §901τὰ πυθόχρηστα, πιστά τ᾽ εὐορκώματα;
那么在皮托所宣告的洛克西阿斯余下的神谕,以及我们信誓旦旦的誓言,又在哪里呢?
§902ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
宁可把所有人都当作神明的敌人。
§903κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
我判定你赢了,你给了我很好的建议。
§904ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
跟上来,我想就在那个人身旁把你宰了。
§905καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός:
因为他活着的时候,你就认为他比我的父亲更强。
§906τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς §907τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
死后你就与他同眠吧,既然你爱这个男人,却憎恨那个你本该去爱的男人。
§908ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
是我养育了你,我想与你一同老去。
§909πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
你杀了我的父亲,难道还要与我同住吗?
§910ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
我的孩子,命运也是这些事情的共同原因。
§911καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.
那么,这死亡也是命运为你安排好的。
§912οὐδὲν σεβίζει γενεθλίους ἀράς, τέκνον;
我的孩子,你对母亲的诅咒毫不敬畏吗?
§913τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.
因为你生了我,却把我遗弃在不幸之中。
§914οὔτοι σ᾽ ἀπέρριψ᾽ ἐς δόμους δορυξένους.
我并没有把你遗弃,而是送到了盟友的家中。
§915αἰσχρῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
我虽是自由父亲的孩子,却被可耻地卖掉了。
§916ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;
那么,我作为交换所得到的代价在哪里呢?
§917αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
我很羞于向你明明白白地指责那件事。
§918ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
但也同样说说你父亲的荒唐事吧。
§919μὴ ᾽λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.
不要去指责那个在外辛劳的人,而你却安坐在屋里。
§920ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
我的孩子,对妇人来说,离开丈夫是一种痛苦。
§921τρέφει δέ γ᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
然而正是丈夫的辛劳养活了坐在屋里的妇人们。
§922κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
我的孩子,你似乎要杀了自己的母亲。
§923σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
是你自己杀死了自己,而不是我杀你。
§924ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
看啊,要提防母亲那些愤怒的猎犬。
§925τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
但我若放弃了这责任,又怎能逃脱父亲的猎犬呢?
§926ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
我活着,却好像在对坟墓空自哀号。
§927πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
是的,因为父亲的命运已经为你注定了这死亡。
§928οἲ ᾽γὼ τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην.
哀哉! 我生养了这条毒蛇!
§929ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
确实,从梦境中产生的恐惧是一个准确的预言者。
§930ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
你杀死了不该杀的人,那就承受不该承受的痛苦吧。
§931στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
我也在为他们双重的遭遇而哀叹。
§932ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε §933τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα, §934ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
但既然可怜的奥雷斯特斯已经登上了众多流血杀戮的顶点,我们仍然选择这件事情:愿这府邸的眼目不要彻底毁灭消亡。
§935ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, §936βαρύδικος ποινά: §937ἔμολε δ᾽ ἐς δόμον τὸν Ἀγαμέμνονος §938διπλοῦς λέων, διπλοῦς Ἄρης.
正义终于在主宰的时刻降临到普里阿摩斯的子嗣身上,那沉重判决的报复;它也来到了阿伽门农的府中,那是双重的狮子,双重的战神。
§939ἔλασε δ᾽ ἐς τὸ πᾶν §940ὁ πυθόχρηστος φυγὰς §941θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
他已经驱驰到底,那领受皮托神谕的流亡者,在神圣善意的指示下被驱策着。
§942ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων §943ἀναφυγὰς κακῶν καὶ κτεάνων τριβᾶς §944ὑπαὶ δυοῖν μιαστόροιν, §945δυσοίμου τύχας.
高声欢呼吧,主人的府邸啊,为了摆脱了两个玷污者的侵害,摆脱了财物的虚耗,摆脱了那不祥运命的道路。
§946ἔμολε δ᾽ ᾧ μέλει κρυπταδίου μάχας §947δολιόφρων ποινά: §948ἔθιγε δ᾽ ἐν μάχᾳ χερὸς ἐτήτυμος §949Διὸς κόρα—Δίκαν δέ νιν §950προσαγορεύομεν βροτοὶ τυχόντες καλῶσ— §951ὀλέθριον πνέουσ᾽ ἐν ἐχθροῖς κότον:
那司掌秘密战斗的人也来了,那心怀智谋的报复之神;在战斗中,宙斯的真女触碰了他的手—— 我们凡人正当地称呼她为正义—— 她正对仇敌喷吐着毁灭的怒火。
§953τάνπερ ὁ Λοξίας ὁ Παρνασίας §954μέγαν ἔχων μυχὸν χθονὸς ἐπορθιά- §955ζων ἀδόλοις δόλοις §956βλαπτομέναν χρονισθεῖσαν ἐποίχεται.
占据帕尔纳索斯山巨大地穴的洛克西阿斯,大声疾呼地,用没有诡计的诡计,派遣了这位受损并耽延已久的正义。
§957κρατεῖται <δέ> πως τὸ θεῖον [παρὰ] τὸ μὴ §958ὑπουργεῖν κακοῖς.
神圣的力量在某种程度上受到制约,使其不向恶人效力。
§960ἄξια δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν:
应当敬畏掌管天宇的权柄。
§961πάρα τὸ φῶς ἰδεῖν.
可以看见光明了。
§962μέγα τ᾽ ἀφῃρέθη ψάλιον οἰκέων,
套在府邸之上的沉重笼头已被取走。
§963ἄναγε μὰν δόμοι: πολὺν ἄγαν χρόνον
站起来,府邸啊!
§964χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.
因为有太长的时间,你们一直倒在地上。
§965τάχα δὲ παντελὴς χρόνος ἀμείψεται §966πρόθυρα δωμάτων, ὅταν ἀφ᾽ ἑστίας §967μύσος πᾶν κλύσῃ §968καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
很快,圆满的时刻就将跨越府邸的门槛,届时他将从炉灶旁洗净所有的污秽,通过驱逐毁灭的净化仪式。
§969†τύχαι δ᾽ εὐπροσωποκοῖται τὸ πᾶν §970ἰδεῖν [ἀκοῦσαι] πρευμενεῖς §971μετοίκοις δόμων πεσοῦνται πάλιν†.
命运也将带着温和的面容,以万般令人喜悦的姿态,重新回到府邸的居住者身边。
§972πάρα τὸ φῶς ἰδεῖν.
可以看见光明了。
§973ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα §974πατροκτόνους τε δωμάτων πορθήτορας.
看这城邦的双重僭主,那杀死我父、掠夺此府的凶手。
§975σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι, §976φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη §977πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι.
那时他们坐在王座上显得尊严无比,而即使是现在他们依然相爱,正如从他们的结局中所能推测的那样;他们的誓言忠于其盟约。
§978ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ §979καὶ ξυνθανεῖσθαι: καὶ τάδ᾽ εὐόρκως ἔχει.
他们共同起誓要杀死我那不幸的父亲,并同归于尽;而这些誓言已然实现。
§980ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν, §981τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί, §982πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
听闻这些惨剧的人们啊,请再次看,那件工具,那束缚我那不幸父亲的锁链,以及套住他双手双脚的镣铐。
§983τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
我该如何称呼它,即便我找到了最恰当的言词?
§984ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον §985δροίτης κατασκήνωμα;
是捕捉野兽的陷阱,还是包裹死者的浴盆天幕?
δίκτυον μὲν οὖν, §986ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
不,更确切地说,是一张网,是圈套,是束缚双脚的衣袍。
§987τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ, §988ξένων ἀπαιόλημα κἀργυροστερῆ
这样的东西,也只有强盗才会拥有,他欺骗陌生人,抢劫钱财。

词汇与语法注释

  1. §899μητέρ᾽ αἰδεσθῶ κτανεῖν — 动词 αἰδεσθῶ 是疑虑疑问虚拟语气(deliberative subjunctive),后接补充性不定词 κτανεῖν,构成了“我是否应当因敬重而不敢杀害母亲?”这一焦虑的疑问。
  2. §902ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον — 这是带有 πλέον 的比较表达。意为“将所有凡人视为敌人,也胜过将神明视为敌人”,强调了遵守神圣神谕和誓言相对于人类关系的绝对优先性。
  3. §925τὰς τοῦ πατρὸς δὲ πῶς φύγω — 阴性复数冠词 τὰς 省略了前一行 §924 (μητρὸς ἐγκότους κύνας) 中对应的名词 κύνας(猎犬,即复仇女神)。此外,分词 παρείς(若忽视)具有条件从句的力量。
  4. §957τὸ μὴ ὑπουργεῖν — 由于动词 κρατεῖται 含有阻碍或制约的含义,名词化不定词伴随着多余否定词 μὴ,表明神圣的力量以某种方式受到约束,从而“不向恶人效力”。

引用这一段

埃斯库罗斯, 奠酒人 §894-988. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:894-988

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。