§700ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν §701κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον §702γνωστὸς γενέσθαι καὶ ξενωθῆναι: τί γὰρ
奥雷斯特斯:我本希望因着喜悦的事情,而被如此幸运的客人们所了解和款待。
§703ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
因为,对于客人而言,还有什么比温和的客人更令人欣慰的呢?
§704πρὸς δυσσεβείας <δ᾽> ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν, §705τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις, §706καταινέσαντα καὶ κατεξενωμένον.
然而在我的心中,一旦允诺并受到了款待,若不将这般事情向朋友们彻底告之,对我来说便是不虔敬的事情。
克吕泰涅斯特拉:你绝不会得到少于你应得的款待,也不会在这府邸中减少被视为朋友的程度。
§709ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.
即便是其他人,也会同样前来通告此事的。
不过,这正是让长途跋涉一日的客人们获得相称款待的时刻。
带他去府中好客的男客房,还有这紧随其后的侍从和旅伴。
§714κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
让他们在府中获得相称的款待。
§715αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.
我赞成作为对此事负责的人来执行这些。
§716ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων §717κοινώσομέν τε κοὐ σπανίζοντες φίλων §718βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
我们会将这些事情与府邸的统治者商量,并且我们不乏朋友,将共同就此灾祸进行商议。
歌队:且慢,府中的亲爱女奴们,我们何时才能为奥雷斯特斯展现我们言语的力量呢?
§722ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ §723χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ §724σώματι κεῖσαι τῷ βασιλείῳ, §725νῦν ἐπάκουσον, νῦν ἐπάρηξον:
哦,尊贵的大地,尊贵的墓冢堤岸,如今你覆盖在身为主帅的君王遗体之上,现在请倾听,现在请相助。
§726νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν §727ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν §728[καὶ τὸν νύχιον] τοῖσδ᾽ ἐφοδεῦσαι §729ξιφοδηλήτοισιν ἀγῶσιν.
因为如今正是诡诈的“说服” 一同降临、地下的赫尔墨斯在这些刀剑杀戮的战斗中为他们引路的时刻。
§730ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν:
看来外乡男子正要制造灾祸。
§731τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.
我看见奥雷斯特斯的乳母正哭泣着走出来。
§732ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
吉莉萨,你踩着府邸的大门要去何方?
§733λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;
难道悲伤是你无需报酬的旅伴吗?
§734Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν §735ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον §736ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν §737ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
乳母:女主人的意思是要尽可能快地召埃癸斯托斯来见客人,好让男子更清楚地从男子那里亲耳听到这新传来的消息,由他亲自前来。
§738†θέτο σκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων §739κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς §740κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν, §741φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
在仆人们面前,她将笑意隐藏在忧郁的目光背后,为了对她而言顺利达成的事情,而对这府邸来说,由于客人们明确通告的那个传闻,处境极其糟糕。
ὦ τάλαιν᾽ ἐγώ:
哀哉,悲惨的我!
§744ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα §745ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις §746τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
在阿特柔斯的这所府中,过去那些混杂在一起的、难以忍受的痛苦,曾刺痛着我的胸膛。
§747ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἠνεσχόμην.
但我从未承受过如此深重的灾难。
§748τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά: §749φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν, §750ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,— §751κἀκ νυκτιπλάγκτων ὀρθίων κελευμάτων §752καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
其他的痛苦,我还算能坚忍地承受:但我心爱的奥雷斯特斯,我灵魂的依靠,从他母亲那里接过并抚养长大的他—— 因他夜里惊醒的呼喊,我承受了许多辛劳却无益的劳苦。
因为养育那没有心智的婴儿就像养育牲畜,只能顺应他的心性,怎么能不这样呢?
§755οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις, §756εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία §757ἔχει: νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
还是个裹在襁褓中的孩子时,不管是饥饿、口渴,还是想要排尿,他都不会开口说话,而小孩子的胃肠总是自作主张。
§758τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι, §759ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια, §760γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
我预知这些,却也常被,我想,欺骗,作为孩子襁褓的清洗者,洗衣女和乳母承担着相同的差事。
§763τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
如今听说他死了,悲惨的我正在流泪。
我去那对这府邸来说是毁灭者的男人那里,他会乐意听到这个消息的。
§766πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
歌队:那么,她命令他如何装备前来?
§767ἦ πῶς;
乳母:或者说怎样?
λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.
请再说一次,让我听得更明白些。
§768εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
歌队:是带着卫兵,还是独自一人?
§769ἄγειν κελεύει δορυφόρους ὀπάονας.
乳母:她命令带着持枪的护卫侍从。
§770μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει:
歌队:那么你千万不要向憎恨的主人转达这些话。
而是要命令他尽可能快地以喜悦的心情独自前来,好让他能毫无畏惧地听。
§773ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
因为在使者的手里,弯曲的话也会变直。
§774ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
乳母:但是你真的对现在所宣告的消息抱有希望吗?
§775ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
歌队:若是宙斯有朝一日能将灾祸逆转。
§776καὶ πῶς;
乳母:怎么可能?
Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
奥雷斯特斯,府邸的希望已经破灭了。
§777οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε.
歌队:还未:即便是不高明的预言者,也会明白这点。
§778τί φής;
乳母:你指什么?
ἔχεις τι τῶν λελεγμένων δίχα;
你有些不同于已宣布的消息的话要说吗?
§779ἄγγελλ᾽ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
歌队:去通报吧,执行被嘱托的任务。
§780μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
神作自会照料该照料的事。
§781ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
乳母:那我就去了,听从你的话。
§782γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.
愿在神明的赐予下,一切能达到最好。