Humanitext Reader

埃斯库罗斯 · 奠酒人 §589-699

暴虐之女的颂歌与奥雷斯特斯的伪报

第 7 段,共 11 段 · 希腊语

内容简介

歌队歌颂了人类狂暴情欲的可怕力量,并历数了历史上女性因私欲而背叛并杀害亲人的神话,宣示了正义必将惩罚罪恶。随后,乔装成外乡人的奥雷斯特斯来到阿伽门农的府邸门前,向克吕泰涅斯特拉报称自己已死的假消息,令其悲痛欲绝。

§589πλάθουσι [βλαστοῦσι] καὶ πεδαίχμιοι §590λαμπάδες πεδάοροι, §591πτανά τε καὶ πεδοβά- §592μονα κἀνεμοέντ᾽ ἂν §593αἰγίδων φράσαι κότον.
浮现在半空的流星也悬挂在空中逼近,飞禽和地上行走的走兽也能诉说暴风雨的狂风之怒。
§594ἀλλ᾽ ὑπέρτολμον ἀν- §595δρὸς φρόνημα τίς λέγοι §596καὶ γυναικῶν φρεσὶν τλαμόνων [καὶ] §597παντόλμους ἔρωτας §598ἄταισι συννόμους βροτῶν;
但是,谁能诉说男子那过分大胆的精神,以及在顽固的女人们心中,那同凡人破灭相结合的无法无天的爱欲?
§599ξυζύγους δ᾽ ὁμαυλίας θηλυκρατὴς ἀπέρω- §600τος ἔρως παρανικᾷ §601κνωδάλων τε καὶ βροτῶν.
支配女性的、毫无爱意的邪恶爱欲,战胜了配偶的结合,无论是对于野兽还是凡人。
§602ἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος §603φροντίσιν δαεὶς, §604τὰν ἁ παιδολυ- §605μὰς τάλαινα Θεστιὰς μήσατο §606πυρδαῆτιν πρόνοιαν,
凡是思想不轻浮的人都可以通过学习知道,那个杀害了自己孩子的悲惨的忒斯提俄斯之女所企图的用火焚烧的奸计。
§607καταίθουσα παιδὸς δαφοινὸν §608δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν §609ματρόθεν κελάδησε, §610ξύμμετρόν τε διαὶ βίου §611μοιρόκραντον ἐς ἆμαρ.
她烧毁了与她孩子同龄的、鲜红的柴火,这柴火自他离开母亲啼哭时起,便与他的生命相伴,直到命运注定的最末一日。
§612ἄλλαν δ᾽ ἔστιν ἐν λόγοις στυγεῖν §613φοινίαν κόραν,
在故事中,我们还可以憎恨另一个血腥的少女。
§615ἅτ᾽ ἐχθρῶν ὑπαὶ §616φῶτ᾽ ἀπώλεσεν φίλον Κρητικοῖς §617χρυσοκμήτοισιν ὅρμοις §618πιθήσασα δώροισι Μίνω,
她受到敌人的蛊惑,杀害了心爱的父亲,贪图克里特黄金打造的首饰,即米诺斯的礼物。
§619Νῖσον ἀθανάτας τριχὸς §620νοσφίσασ᾽ ἀπροβούλως §621πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.
她轻率地夺走了尼索斯那不死的头发,当那个厚颜无耻的女人在他于熟睡中呼吸时。
§622κιγχάνει δέ μιν Ἑρμῆς.
于是赫尔墨斯追上了她。
§623ἐπεὶ δ᾽ ἐπεμνασάμην ἀμειλίχων §624πόνων, †ἀκαιρως δὲ δυσφιλὲς γαμή- §625λευμ᾽ ἀπεύχετον δόμοις §626γυναικοβούλους τε μήτιδας φρενῶν §627ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ, §628ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπικότῳ σέβασ†
既然我提到了无情的苦难,并非不合时宜,而是那对府邸来说可憎的、令人厌恶的婚姻,以及女人心中所策划的阴谋,针对那身披盔甲的丈夫,针对那对敌人而言是敬畏与愤怒之源的丈夫。
§629τίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων §630γυναικείαν <τ᾽> ἄτολμον αἰχμάν.
我敬重府中那不曾燃起的炉灶,以及女人那不鲁莽的胆量。
§631κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον §632λόγῳ: γοᾶται δὲ δὴ πάθος κατά- §633πτυστον: ᾔκασεν δέ τις §634τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
在故事中,勒姆诺斯的事迹被列为恶行之首;那令人唾弃的惨剧确实被哀悼,人们将这恐怖的事情比作勒姆诺斯的灾难。
§635θεοστυγήτῳ δ᾽ ἄγει §636βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
由于神明所憎恶的污秽,凡人中这被剥夺尊严的家族便消逝了。
§637σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
因为没有人会敬重神明所憎恶的事物。
§638τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;
我所收集的这些例子,有哪一个是不公正的呢?
§639τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος §640διανταίαν ὀξυπευκὲς οὐτᾷ §641διαὶ Δίκας.
然而,刺向肺部附近的利刃,借着正义之手,正锐利且深地刺入。
†τὸ μὴ θέμις γὰρ <οὐ> §642λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
因为不义之物,绝不会被践踏在地上。
§645σέβας παρεκβάντος οὐ θεμιστῶς.
宙斯的全部尊严,已被不法地逾越。
§646Δίκας δ᾽ ἐρείδεται πυθμήν: §647προχαλκεύει δ᾽ Αἶσα φασγανουργός: §648τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν §650αἱμάτων παλαιτέρων τίνειν μύσος §651χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
正义的基座已牢固确立;铸剑的命运已将其预先锻造;并且她将孩子引入府邸中,为了偿还古老血债的污秽,随着时间的流逝,那深谋远虑的、著名的复仇女神。
§652παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
奥雷斯特斯:喂,喂! 听听中庭大门的敲击声!
§653τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;
谁在屋里? 喂,喂! 再说一次,谁在府中?
§655τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ, §656εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.
这是我第三次呼唤有人从屋里出来,如果在埃癸斯托斯的统治下,这府邸是好客的话。
§657εἶεν, ἀκούω: ποδαπὸς ὁ ξένος;
仆人:好啦,我听到了。 外乡人来自何方?
πόθεν;
是哪里人?
§658ἄγγελλε τοῖσι κυρίοισι δωμάτων, §659πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
奥雷斯特斯:请通报这府邸的主人,我是到他们这里来,并带来了新的消息。
§660τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται §661σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι §662ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
请快一点,因为夜晚那黑暗的战车也正急驰而来,已经是行商在迎纳所有客人的客栈里降下锚链的时候了。
§663ἐξελθέτω τις δωμάτων τελεσφόρος §664γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον: §665αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
愿府邸中出来一位有决定权的人,女主人,或者更合适的是男主人;因为在言谈中,矜持不会使话语变得含糊。
§666λόγους τίθησιν: εἶπε θαρσήσας ἀνὴρ §667πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
男子对男子可以充满信心地说话,并示以明确的凭据。
§668ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ: πάρεστι γὰρ
克吕泰涅斯特拉:外乡人,如果有任何需要,尽管说吧。
§669ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα, §670καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτήριος §671στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.
因为这里拥有与这府邸相称的一切,既有温水洗浴,也有消除疲劳的床铺,以及诚挚目光的迎接。
§672εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον, §673ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν.
但如果是需要更多商议的其他事情,那是男人们的工作,我们会和他们商量的。
§674ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων:
奥雷斯特斯:我是外乡人,是来自福基斯的达乌利斯人。
§675στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ §676εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα, §677ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ, §678ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν, §679Στροφίος ὁ Φωκεύς: πεύθομαι γὰρ ἐν λόγῳ: §680“ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις, §681πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος §682τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
我正背着自己的行囊,带着全套装备,走向阿耳戈斯,正如我的双脚刚好驻足于此,一个素不相识的男子与同样素不相识的我相遇,说道—— 他询问并指明了道路,福基斯人斯特罗菲俄斯,我是在谈话中得知他的名字的: “旅人啊,既然你无论如何都要去阿耳戈斯,请务必公正地记住,向他的双亲转告奥雷斯特斯已死的消息,千万不要忘记。
§683εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων, §684εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον, §685θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
无论是亲属们的意见占了上风,要将遗体迎回,还是决定让他作为异乡客,永远葬在异国,请把这些决定再传达回来。
§686νῦν γὰρ λέβητος χαλκέου πλευρώματα §687σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.
因为现在,青铜骨灰罐的腹壁内已经深藏着这位备受哀悼之人的骨灰了。
§688τοσαῦτ᾽ ἀκούσας εἶπον.
” 听到这些话后,我便如此转告了。
εἰ δὲ τυγχάνω §689τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων §690οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.
至于我是否正巧对着拥有决定权的亲属说话,我并不知道,但做父母的理应知晓。
§691οἲ ʼγώ, κατ᾽ ἄκρας εἶπας ὡς πορθούμεθα.
克吕泰涅斯特拉:哀哉! 你告诉我们,我们已经彻底被毁灭了。
§692ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά, §693ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα §694τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη, §695φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
噢,这府邸那难以与之摔跤的诅咒啊,你监视着多么多的事情,甚至连妥善藏在远处的事物,你也用远处的精准之箭将其射落,剥夺了我这极度悲惨之人的至爱。
§696καὶ νῦν Ὀρέστης, ἦν γὰρ εὐβούλως ἔχων, §697ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,— §698νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς §699ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
如今奥雷斯特斯也是,他原本是明智的,将双脚从毁灭的泥潭中抽离出来—— 如今,那曾是府中治愈狂欢之乐的唯一希望,却被记录为背叛。

词汇与语法注释

  1. §599θηλυκρατὴς — 此形容词既可以解释为“由女性支配的”,也可以解释为“支配女性的”。在上下文关于女性(如克吕泰涅斯特拉)的暴烈爱欲战胜配偶纽带的语境中,应理解为能动的“支配女性的”或“被女性情欲所支配的”爱欲。
  2. §624ἀκαιρως δὲ — 处于短剑号(†)之间的文本在手稿中混乱不堪。在此我们将 ἀκαιρως δὲ(不合时宜地)理解为双重否定“并非不合时宜地”(οὐκ ἀκαίρως),并将其后接的 δυσφιλὲς γαμήλευμ᾽(可憎的婚姻)等名词短语作为前一行动词 ἐπεμνασάμην(提及、回想)的宾语。
  3. §699προδοῦσαν ἔγγραφε — 主格名词短语 ἥπερ... ἐλπὶς ἦν(曾是希望之物)与阴性单数宾格分词 προδοῦσαν(背叛的)在语法上不一致(破格句法)。这是由于“希望”实际上指代奥雷斯特斯本人,因而在语义上被理解为“(他)作为一个背弃了我们的人而被记录下来”(或者与暗示的宾格 ἐλπίδα 一致)。

引用这一段

埃斯库罗斯, 奠酒人 §589-699. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:589-699

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。