Humanitext Reader

埃斯库罗斯 · 奠酒人 §504-588

克吕泰美斯特拉的梦与奥瑞斯特斯的复仇计策

第 6 段,共 11 段 · 希腊语

内容简介

奥瑞斯特斯与伊拉克特拉宣誓将延续父亲的名声,在得知克吕泰美斯特拉梦见产蛇吸血的凶兆后,奥瑞斯特斯自拟为那条蛇,决心复仇,并详细策划与皮拉得斯乔装潜入宫中。

§504οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών: §505παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι §506θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον, §507τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
因为这样一来,你即使死了,也并未真正死去;因为儿女是为死者保留名声的救星,犹如软木托起渔网,从深渊中救起那亚麻的编线。
§508ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
倾听吧! 这些哀歌都是为了你。
§509αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
只要你重视这一诉求,你自身亦得保全。
§510καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον, §511τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
的确,你们二人作了无可指责的长篇祈求,作为对那未得哀悼之宿命的陵墓补偿。
§512τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί, §513ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
至于其余的事,既然你已在心中下定决心去行,那么现在就去试探神意,立即着手吧。
§514ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου, §515πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου §516μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
我会照办。 但是,询问这一件事绝非偏离正轨:她为何送来奠酒? 是出于何种缘由,才在事后试图去抚平那无可挽回的惨剧?
§517θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
对一个死去且毫无知觉的人,送去这微不足道的恩惠,简直毫无道理。
§518ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε: §519τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
我无法对此进行揣度;这份礼物与她犯下的罪行相比,实在微不足道。
§520τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος §521ἑνός, μάτην ὁ μόχθος: ὧδ᾽ ἔχει λόγος.
纵然有人倾尽所有来抵偿那流出的一滴鲜血,其劳苦亦是徒劳。 俗话正是这样说的。
§522θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.
如果你确实知晓,就请对渴望知晓的我说明吧。
§523οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ: ἔκ τ᾽ ὀνειράτων
我知道,孩子,因为我当时就在场。
§524καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη §525χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
她由于受到梦境和夜惊的恐惧所震慑,那个不敬神的女人才送来了这些奠酒。
§526ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
那么你们真的知晓那梦境,能准确地叙述出来吗?
§527τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
据她自己说,她梦见自己生下了一条蛇。
§528καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
那么这个故事的结局如何,又是怎样终结的?
§529ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
她说她像对待婴儿一样,把它裹在襁褓里安顿好。
§530τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
这只新生的小怪兽,需要什么作为食物呢?
§531αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
在梦中,她自己把乳房送了过去。
§532καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
那乳房怎能不被那可憎之物咬伤呢?
§533ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
那蛇吸出了血块,夹杂在乳汁中。
§534οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει.
这关于一个男人的幻象,绝非虚妄。
§535ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
她惊惶万状,从梦中尖叫着醒来。
§536πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ, §537λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν:
于是,许多在黑暗中熄灭的灯火在府邸中重又点燃,只为安抚女主人的惊恐。
§538πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς, §539ἄκος τομαῖον ἐλπίσασα πημάτων.
随后,她送来了这些用于葬礼的奠酒,妄想这些奠酒能成为斩断灾祸的灵药。
§540ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ §541τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
但我向这片大地和父亲的陵墓祈祷,愿这个梦能在我身上得到应验。
§542κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
的确,我认为这梦境与事实严丝合缝。
§543εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ §544οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο, §545καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον, §546θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα, §547ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει, §548δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας, §549θανεῖν βιαίως: ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ §550κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
因为,如果那条蛇离开了我曾待过的相同地方,裹在我当年的襁褓里,咬住曾哺育我的乳房,将那香甜的乳汁与血块混在一起,且她因恐惧这变故而惊声惨叫,那么,正如她哺育了这可怕的怪物,必将惨遭横死;而我,将化身为蛇,亲手杀死她,正如这梦境所昭示的那样。
§551τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
我选定你作为这些异兆的解梦人。
§552γένοιτο δ᾽ οὕτως.
愿事情正如所说!
τἄλλα δ᾽ ἐξηγοῦ φίλοις, §553τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
请指示你的同伴其余的事,告诉某些人该做什么,而另一些人该避免什么。
§554ἁπλοῦς ὁ μῦθος: τήνδε μὲν στείχειν ἔσω, §555αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, §556ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον §557δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ §558θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν, §559ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
计划很简单:首先,她必须进到屋里去;并且我建议,将我的这些约定保密,如此,这伙曾以诡计杀害了尊贵之人的人,也将在诡计中落入相同的陷阱,从而死去,正如洛克西阿斯所宣示的,主宰阿波罗,这位往昔从未失言的预言家。
§560ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων, §561ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας §562Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
因为我将乔装成外乡人,带齐所有的行装,与这位同伴来到庭院的大门前—— 与皮拉得斯,这位家园的客人兼战友。
§563ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα, §564γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
我们二人都会说帕尔纳索斯的方言,模仿福基斯话的腔调。
§565καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ §566δέξαιτ᾽, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς: §567μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ §568δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν: §569“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται §570Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;
到时,或许门卫中不会有人用愉悦的心情接待我们,因为这屋子已被灾祸的邪灵盘踞;我们将等在那里,直到经过这屋子的某个人产生猜疑并说出这样的话: “既然埃癸斯托斯在国内并知晓此事,却又为何在大门前将这求助者拒之门外?
§571εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν §572κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός, §573ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα §574ἀρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ, §575πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;
” 但如果我确实跨过了庭院大门的门槛,并发现他坐在我父亲的宝座上,或者是他随后走来,与我打个照面,抬起目光——请确信这一点——与我对视,在他开口说出“外乡人来自何方?
” νεκρὸν §576θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
”之前,我就会让他变成一具尸体,用我快捷的青铜利刃击倒他。
§577φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη §578ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
复仇女神对杀戮毫不匮乏,必将痛饮这未加稀释的第三道血祭之酒。
§579νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς, §580ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε: §581ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν, §582σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
因此,现在你必须好好监视屋里的一切,好让这些事能够丝丝入扣地实现;至于你们,我建议你们保持言语谨慎,该沉默时沉默,该说话时切中要害。
§583τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω, §584ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
至于其余的事,我召唤他来到此处,并监视着我,即那曾指引我进行这执剑之争的神。
§585πολλὰ μὲν γᾶ τρέφει §586δεινὰ [καὶ] δειμάτων ἄχη, §587πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων §588ἀνταίων βρύουσι:
大地育着众多可怕之物和令人畏惧的灾祸,海洋的怀抱中也繁衍着敌对的巨兽;

词汇与语法注释

  1. 507τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου — 词组 τὸν κλωστῆρα(纺成的线、网眼)与前文的 δίκτυον(网)同格,指织成网的亚麻线。它完成了将儿女比作软木,能使渔网免于沉入深渊的比喻。
  2. 534ἀνδρὸς ὄψανον — 属格宾语/性质属格 ἀνδρός(男人的)暗示克吕泰美斯特拉所梦见的蛇绝非普通的野兽,而是预示着一个成熟的男人(奥瑞斯特斯)将把这个梦境付诸现实并完成复仇。
  3. 548δεῖ τοί νιν ... θανεῖν — 由无人称动词 δεῖ(必须)引导的带对格的不定式结构。其中对格代词 νιν(她,指克吕泰美斯特拉)作不定式 θανεῖν(死去)的逻辑主语,插入从句 ὡς... 强化了因果关联。
  4. 583τούτῳ — 指示代词的与格 τούτῳ 受到其后分词从句(指引我进行执剑之争者)的修饰,在语境中指代阿波罗神(洛克西阿斯)。奥瑞斯特斯在此祈求神明来到此处(δεῦρ᾽)监视并护佑(ἐποπτεῦσαι)这场战斗。

引用这一段

埃斯库罗斯, 奠酒人 §504-588. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:504-588

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。