Humanitext Reader

埃斯库罗斯 · 奠酒人 §399-503

向阿伽门农亡魂与冥府神明祈求复仇相助

第 5 段,共 11 段 · 希腊语

内容简介

奥雷斯特斯、埃勒克特拉与歌队共同诉说阿伽门农惨死及屈辱下葬的过程,以此激发复仇的怒火。他们向冥府众神与父亲的亡魂祈祷,恳求赐予他们完成复仇的强大力量。

§399κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
倾听吧,大地,以及地底尊贵的神明。
§400ἀλλὰ νόμος μὲν φονίας σταγόνας §401χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν §402αἷμα.
然而,律法规定,流在地上的血滴会索要其他的鲜血。
βοᾷ γὰρ λοιγὸς Ἐρινὺν §403παρὰ τῶν πρότερον φθιμένων ἄτην §404ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.
因为被杀戮之神召唤的复仇女神,为那些先逝的人们,在灾祸之上带去更多的灾祸。
§405πόποι δᾶ νερτέρων τυραννίδες <τ᾽>, §406ἴδετε πολυκρατεῖς Ἀραὶ τεθυμένων, §407ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως §408ἔχοντα καὶ δωμάτων §409ἄτιμα.
啊,大地,以及地底的统治者们,看看吧,亡者强大的诅咒之灵,看看阿特雷斯家族的后人,他们正处于无奈的境地,并在家园中被排斥,失去尊严。
πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;
宙斯啊,人能往何处去?
§410πέπαλται δ᾽ αὖτέ μοι φίλον κέαρ §411τόνδε κλύουσαν οἶκτον.
听闻这番哀诉,我的心房再次颤动。
§412καὶ τότε μὲν δύσελπις, §413σπλάγχνα δέ μοι κελαινοῦ- §414ται πρὸς ἔπος κλυούσᾳ.
那时我感到绝望,听闻此言,我的内心变得一片黯淡。
§415ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ <μ᾽ §416ἐλπίς,> ἀπέστασεν ἄχος §417προσφανεῖσά μοι καλῶς.
但是,当希望再次激发我的力量时,它便美丽地显现在我面前,驱散了痛苦。
§418τί δ᾽ ἂν φάντες τύχοιμεν;
我们该说什么才能切中要害?
ἢ τάπερ §419πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
还是说我们从生养我们的双亲那里所遭受的痛苦?
§420πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται.
虽可对她们曲意逢迎,但那些痛苦绝无法平息。
§421λύκος γὰρ ὥστ᾽ ὠμόφρων §422ἄσαντος ἐκ ματρός ἐστι θυμός.
因为如同残忍的野狼,我们从母亲那里继承的心性是绝无法驯服的。
§423ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας §424νόμοις ἰηλεμιστρίας,
我像阿里亚人那样,按照基西亚哀悼妇人的曲调,捶胸痛哭。
§425ἀπριγδόπληκτα πολυπλάνητα δ᾽ ἦν ἰδεῖν §426ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα §427ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπερρόθει §428κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
可以看到那紧紧捶击、四处挥舞、一击接一击从上方、从极高处落下的双手;随着这声响,我那被捶打的、极其悲惨的头颅也随之轰鸣。
§429ἰὼ δαΐα §430πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς §431ἄνευ πολιτᾶν ἄνακτ᾽, §432ἄνευ δὲ πενθημάτων §433ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
啊,残酷的、胆大妄为的母亲,在残酷的葬礼上,没有城邦公民相伴,对待一位国王,没有任何哀悼,你竟敢将自己的丈夫无声无息地埋葬。
§434ταφὰς ἀτίμους ἔλεξας, οἴμοι.
你提到了不体面的葬礼,哀哉。
§435πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τείσει §436ἕκατι μὲν δαιμόνων, §437ἕκατι δ᾽ ἀμᾶν χερῶν.
但她必将为侮辱我父亲付出代价,凭着神明的意志,也凭着我自己的双手。
§438ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.
在那之后,夺去她的生命,我也甘愿死去。
§439ἐμασχαλίσθη δέ γ᾽, ὡς τόδ᾽ εἰδῇς,
他的尸体被肢解了,你必须知道这一点。
§440ἔπρασσε δ᾽ ᾇπέρ νιν ὧδε θάπτει, §441μόρον κτίσαι μωμένα §442ἄφερτον αἰῶνι σῷ.
她这样做是为了如此埋葬他,企图让他的死成为你一生无法承受的重担。
§443κλύεις πατρῴους δύας ἀτίμους.
你听到了你父亲那些不体面的苦难。
§445λέγεις πατρῷον μόρον: ἐγὼ δ᾽ ἀπεστάτουν §446ἄτιμος, οὐδὲν ἀξία.
你诉说着父亲的死;但我却被隔离,毫无尊严,毫无价值。
§447μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν §448ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη, §449χέουσα πολύδακρυν γόον κεκρυμμένα.
我像一只害犬那样被锁在内室,流泪比欢笑更易,在暗中倾泻着泪水涟涟的悲悼。
§450τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου, <πάτερ. >
听着这些话,请把它们记在心头,父亲。
§451δι᾽ ὤτων δὲ συν- §452τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
通过你的耳朵,让这言语伴随静默的心灵基础深入。
§453τὰ μὲν γὰρ οὕτως ἔχει, §454τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.
因为事情确实如此,剩余的怒火你必须亲自去体会。
§455πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.
应当以坚贞不屈的斗志投身战斗。
§456σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
我向你呼叫,父亲,请与你的亲人同在。
§457ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
我也哭泣着随声附和。
§458στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ: §459ἄκουσον ἐς φάος μολών, §460ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
这一整群人都在同声呼喊:走向光明吧,听听我们的声音,与我们并肩对抗仇敌。
§461Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
战神将与战神交锋,正义将与正义对决。
§462ἰὼ θεοί, κραίνετ᾽ ἐνδίκως <δίκας>.
诸神啊,请依正义伸张正义。
§463τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων.
听着这些祈祷,颤栗悄悄爬上我的心头。
§464τὸ μόρσιμον μένει πάλαι, §465εὐχομένοις δ᾽ ἂν ἔλθοι.
宿命早已注定,终将降临于祈求之人。
§466ὦ πόνος ἐγγενὴς §467καὶ παράμουσος Ἄτας §468αἱματόεσσα πλαγά.
啊,家族中固有的苦难,以及不谐和的灾祸之神血腥的鞭笞。
§469ἰὼ δύστον᾽ ἄφερτα κήδη: §470ἰὼ δυσκατάπαυστον ἄλγος.
啊,悲痛、难以承受的忧伤;啊,难以平息的痛楚。
§471δώμασιν ἔμμοτον §472τῶνδ᾽ ἄκος, οὐδ᾽ ἀπ᾽ ἄλλων §473ἔκτοθεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν, §474διώκειν ἔριν αἱματηράν.
这座殿堂所需的良药,并非来自外界的其他凡人,而是来自他们自身,通过追索血债的争斗。
§475θεῶν <τῶν> κατὰ γᾶς ὅδ᾽ ὕμνος.
这是献给地下神明的赞歌。
§476ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι, §477τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν §478παισὶν προφρόνως ἐπὶ νίκῃ.
但是,倾听这祈求吧,冥府的福乐诸神,请欣然将这祈祷的援助送给孩子们,以求获得胜利。
§479πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών, §480αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
父亲,你未以帝王之尊死去,恳求你将殿堂的掌控权赐予我。
§481κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω, §482φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον>.
父亲,我也同样对你有此请求,愿我在给埃癸斯托斯带去巨大毁灭后得以逃脱。
§483οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν §484κτιζοίατ᾽: εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσει §485ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
因为只有这样,凡人合乎礼法的祭宴才会为你建立;否则,在土地那飘香的火祭丰盛宴席中,你将成为无足轻重的人。
§486κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας §487οἴσω πατρῴων ἐκ δόμων γαμηλίους: §488πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
我也将从我的继承权中,从父亲的殿堂中,为你献上婚礼的奠酒;并且,我首先将尊崇这座陵墓。
§489ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.
大地啊,请放回我的父亲,让他监视这场战斗。
§490ὦ Περσέφασσα, δὸς δέ γ᾽ εὔμορφον κράτος.
珀耳塞福涅啊,请赐予我们光荣的胜利。
§491μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
请记住你被害时的浴盆,父亲。
§492μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισας— §493πέδαις δ᾽ ἀχαλκεύτοις θηρευθείς, πάτερ,— §494αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
请记住你是如何首次被罩在网中—— 被非青铜所制的枷锁所猎捕,父亲,—— 并在耻辱设计的覆盖物中。
§495ἆρ᾽ ἐξεγείρει τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;
父亲,你被这些耻辱的指责唤醒了吗?
§496ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
你抬起你那最亲爱的头颅了吗?
§497ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις, §498ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν, §499εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
或是将正义作为盟友送给你的亲人,或是让他们同样抓住反击的机会,如果你真的渴望在落败后反败为胜。
§500καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ, §501ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ: §502οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον, §503καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε.
父亲,请倾听这最后的呼喊,看着这些栖息在你墓冢上的雏鸟:怜悯这男女的双重后嗣,且不要抹去这佩洛普斯家族的血脉。

词汇与语法注释

  1. 400νόμος — 意为“律法”或“常规”。此处指宇宙间复仇的必然规律,即流下的血必须用更多的血来偿还。
  2. 418τύχοιμεν — 动词 τυγχάνω 的希求法形式,此处不带分词,表示“切中要害”或“成功”,表达了说话者对于应该说些什么才能传达给父亲亡魂的迷茫。
  3. 439ἐμασχαλίσθη — 指古希腊“肢解尸体”(maschalismos)的习俗。凶手切除受害者的肢体并绑在其腋下(μασχάλη),以削弱其亡魂复仇的力量。此处被动语态表明阿伽门农的尸体受到了这种侮辱性的对待。
  4. 483κτιζοίατ᾽ — 动词 κτίζω(建立、准备)的第三人称复数现在时被动语态希求法,带有爱奥尼亚方言词尾 -οίατο(相当于雅典方言的 -οιντο)。表示愿望,其主语为复数名词 δαῖτες(祭宴)。

引用这一段

埃斯库罗斯, 奠酒人 §399-503. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:399-503

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。