Humanitext Reader

埃斯库罗斯 · 奠酒人 §279-398

阿伽门农墓前的复仇誓言与大交替歌

第 4 段,共 11 段 · 希腊语

内容简介

奥雷斯特斯详细述说了神谕所警告的惨烈疾病与狂乱惩罚,从而坚定了复仇的决心。随后,奥雷斯特斯、埃勒克特拉与歌队在阿伽门农墓前开始了大交替歌,祈求正义的实现并哀悼父亲。

§279βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν νόσους, §280σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις §281λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν: §282λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ:
神谕向凡人昭示了这些,并详细说明了病痛,那些用野蛮的颌骨侵袭肉体、吞噬原有健康体质的苔癣病;并宣称,伴随这种病症,太阳穴上会生出白发。
§283ἄλλας τ᾽ ἐφώνει προσβολάς Ἐρινύων §284ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας: §285τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος §286ἐκ προστροπαίων ἐν γένει πεπτωκότων, §287καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος §288ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν §289κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως §290χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
祂还提到了复仇女神的其他袭击,这些袭击是由父亲的血债所引发的;因为,由家族中倒下的祈求者所带来的冥府之暗箭,以及狂乱和夜间无端的恐惧,动摇并惊扰着那个在黑暗中清晰看见幻影、抖动双眉的人,并用青铜铸造的鞭子摧残其肉体,将其驱逐出城。
§291καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος §292εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός, §293βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς §294μῆνιν: δέχεσθαι <δ᾽> οὔτε συλλύειν τινά.
对于这样的人,他们不得分享大酒杯,也不得分享热爱奠酒的祭礼,父亲那看不见的愤怒将他们阻隔在祭坛之外;任何人不得接纳他们,也不得与他们同住。
§295πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ §296κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
他们被所有人唾弃,没有朋友,随着时间的推移,在毁灭一切的命运中,凄惨地干枯而死。
§297τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
这样的神谕,难道值得信任吗?
§298κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
即使我不信任,这件事情也必须去做。
§299πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι, §300θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα, §301καὶ πρὸς πιέζει χρημάτων ἀχηνία, §302τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν, §303Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί, §304δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
因为许多强烈的渴望汇聚在一起:神明的命令,对父亲的巨大哀恸,此外,财产的匮乏也压迫着我,使得我们最享有盛誉的公民、曾以辉煌的心志毁灭特洛伊的人们,如今竟要如此顺从于两个女人。
§305θήλεια γὰρ φρήν: εἰ δὲ μή, τάχ᾽ εἴσεται.
因为他的心志是属于女人的;如果不是,他很快就会知道。
§306ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, Διόθεν §307τῇδε τελευτᾶν, §308ᾗ τὸ δίκαιον μεταβαίνει.
歌队:但是,伟大的命运女神啊,奉宙斯之命,请让这件事情在正义所归的一方结束吧。
§309ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ §310γλῶσσα τελείσθω: τοὐφειλόμενον §311πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ: §312ἀντὶ δὲ πληγῆς φονίας φονίαν §313πληγὴν τινέτω.
以敌意之言报敌意之言;要求清偿债务的正义女神大声疾呼:以血腥之击报血腥之击。
δράσαντι παθεῖν, §314τριγέρων μῦθος τάδε φωνεῖ.
“作恶者必受报应”,三代相传的古老谚语如是说。
§315ὦ πάτερ αἰνόπατες, τί σοι §316φάμενος ἢ τί ῥέξας §317τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας, §318ἔνθα σ᾽ ἔχουσιν εὐναί;
奥雷斯特斯:父亲啊,不幸的父亲,我该对你说些什么,或做些什么,才能成功地从远处送去顺风,到你安息的墓穴所在?
§319σκότῳ φάος ἀντίμοι- §320ρον;
黑暗之中,光明是否拥有同等的份额?
χάριτες δ᾽ ὁμοίως §321κέκληνται γόος εὐκλεὴς §322προσθοδόμοις Ἀτρείδαις.
然而,同样地,墓前的荣耀哀悼,被称作献给前代阿特雷斯家族的恩惠。
§323τέκνον, φρόνημα τοῦ §324θανόντος οὐ δαμάζει §325πυρὸς [ἡ] μαλερὰ γνάθος, §326φαίνει δ᾽ ὕστερον ὀργάς: §327ὀτοτύζεται δ᾽ ὁ θνῄσκων, §328ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
歌队:孩子啊,死者的意识不会被烈火的猛烈颌骨所征服,祂会在日后显露其愤怒;逝者被哀悼,伤害者被昭雪。
§329πατέρων τε καὶ τεκόντων §330γόος ἔνδικος ματεύει §331τἄποιν᾽ ἀμφιλαφὴς ταραχθείς.
对父亲和双亲的公正哀悼,一旦被彻底激发起,就会寻找充分的报复。
§332κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει §333πολυδάκρυτα πένθη.
埃勒克特拉:现在,父亲啊,请轮流倾听我们泪水盈眶的哀痛。
§334δίπαις τοί σ᾽ ἐπιτύμβιος §335θρῆνος ἀναστενάζει.
你的两个孩子在墓前唱起哀歌,为你悲叹。
§336τάφος δ᾽ ἱκέτας δέδεκται §337φυγάδας θ᾽ ὁμοίως.
墓冢接纳了祈求者与流亡者,两者并无二致。
§338τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;
这一切中有什么是好的,有什么是免于灾祸的?
§339οὐκ ἀτρίακτος ἄτα;
我们的毁灭难道不是无法克服的吗?
§340ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων §341θείη κελάδους εὐφθογγοτέρους: §342ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων §343παιὰν μελάθροις ἐν βασιλείοις §344νεοκρᾶτα φίλον κομίσειεν.
歌队:然而,如果神明愿意,祂仍能从这些灾祸中带来更悦耳的歌声;代替墓前的哀歌,王宫里重新调配的亲切祝歌将迎来重归的友人。
§345εἰ γὰρ ὑπ᾽ Ἰλίῳ §346πρός τινος Λυκίων, πάτερ, §347δορίτμητος κατηναρίσθης, §348λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι §349τέκνων τ᾽ ἐν κελεύθοις §350ἐπιστρεπτὸν αἰῶ §351κτίσας πολύχωστον ἂν εἶχες §352τάφον διαποντίου γᾶς §353δώμασιν εὐφόρητον.
奥雷斯特斯:父亲啊,如果你在特洛伊城下,被某个吕基亚人用长枪刺死,在殿堂里留下荣耀,为你孩子们的道路开创令人瞩目的生涯,你本可在海外之地拥有一座高高隆起的坟墓,这对你的家族来说是容易承受的。
§354φίλος φίλοισι τοῖς §355ἐκεῖ καλῶς θανοῦσιν §356κατὰ χθονὸς ἐμπρέπων §357σεμνότιμος ἀνάκτωρ, §358πρόπολός τε τῶν μεγίστων §359χθονίων ἐκεῖ τυράννων: §360βασιλεὺς γὰρ ἦν, ὄφρ᾽ ἔζης, §361μόριμον λάχος πιπλάντων §362χειροῖν πεισιβρότοῳ τε βάκτρῳ.
歌队:在那里,作为那些荣耀死去之人的挚友,你将在地下显赫地成为尊贵的君王,成为地下最伟大的统治者们的使臣;因为你活着的时候曾是国王,用你的双手和降服凡人的权杖统治着那些履行自己命运份额的人。
§363μηδ᾽ ὑπὸ Τρωίας §364τείχεσι φθίμενος, πάτερ, §365μετ᾽ ἄλλῳ δουρικμῆτι λαῷ §366παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.
埃勒克特拉:但是,父亲啊,我并不希望你倒在特洛伊城墙下,与其他死于枪下的军队一同埋葬在斯卡曼德罗斯河畔。
§367πάρος δ᾽ οἱ κτανόντες §368νιν οὕτως δαμῆναι §369<φίλοις>, θανατηφόρον αἶσαν §370πρόσω τινὰ πυνθάνεσθαι §371τῶνδε πόνων ἄπειρον.
宁愿那些杀死你的人像这样先被制服,而我们能从远处听到他们致命的命运,对这些苦难一无所知。
§372ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ, §373μεγάλης δὲ τύχης καὶ ὑπερβορέου §374μείζονα φωνεῖς: δύνασαι γάρ.
歌队:孩子啊,你所说的话比黄金更贵重,比伟大的幸福和极北之地的福乐更为美好;因为你能够这样期盼。
§375ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης §376δοῦπος ἱκνεῖται: τῶν μὲν ἀρωγοὶ §377κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων §378χέρες οὐχ ὅσιαι στυγερῶν τούτων,
但是,双重鞭挞的声音已经传来:一方的辅助者已经在地下,而统治者们那些可憎之人的双手是不洁的。
§379†πᾶσι δὲ μᾶλλον γεγένηται.
这件事对所有人来说都变得更加痛苦。
§380τοῦτο διαμπερὲς οὖς §381ἵκεθ᾽ ἅπερ τι βέλος.
奥雷斯特斯:这声音直穿我的耳朵,宛如一支利箭。
§382Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων §383ὑστερόποινον ἄταν §384βροτῶν τλάμονι καὶ πανούργῳ §385χειρί, τοκεῦσι δ᾽ ὅμως τελεῖται.
宙斯啊,宙斯,从地下送来迟到的惩罚,惩治凡人狂妄不法的手,但这也将在父母身上得到践行。
§386ἐφυμνῆσαι γένοιτό μοι πυκά- §387εντ᾽ ὀλολυγμὸν ἀνδρὸς §388θεινομένου, γυναικός τ᾽ §389ὀλλυμένας: τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας §390ποτᾶται;
歌队:愿我能对那个被击倒的男人和那个走向毁灭的女人发出高亢而响亮的欢呼;因为我何必隐藏那在心头飘荡的心绪?
πάροιθεν δὲ πρῴρας §391δριμὺς ἄηται κραδίας §392θυμὸς ἔγκοτον στύγος.
而在我的船首前吹拂着辛辣的愤怒和心中仇恨的怨念。
§393καὶ πότ᾽ ἂν ἀμφιθαλὴς §395Ζεὺς ἐπὶ χεῖρα βάλοι, §396φεῦ φεῦ, κάρανα δαΐξας;
埃勒克特拉:宙斯何时才能降下神手,斩碎他们的头颅?
§397πιστὰ γένοιτο χώρᾳ.
愿信任重回这片土地。
§398δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
我向不义者讨回正义。

词汇与语法注释

  1. §279τὰς δ᾽ αἰνῶν νόσους — 分词 αἰνῶν 意为“详细述说”或“宣告”,修饰前文的动词 εἶπε(说)。名词短语 τὰς νόσους(疾病)作为 εἶπε 或 αἰνῶν 的直接宾语。
  2. §285τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος — 句中的主格主语是 τὸ σκοτεινὸν βέλος(暗黑之箭)以及后文的 λύσσα(狂乱)和 φόβος(恐惧),它们构成了指向 §289 中动词 κινεῖ, ταράσσει(动摇,惊扰)的长距离倒置与分隔结构。
  3. §291καὶ τοῖς τοιούτοις... εἶναι — τοῖς τοιούτοις 是指代“此类人”(未行复仇之人)的与格。不定式 εἶναι 属于阿波罗神谕的间接引语,延续了对其法令和警告内容的叙述。
  4. §345εἰ γὰρ ὑπ᾽ Ἰλίῳ... κατηναρίσθης, ... ἂν εἶχες — 一个表示与过去事实相反的虚拟条件句(条件从句用 εἰ 搭配直陈式过去时,主句用 ἂν 搭配直陈式过去时)。表达了对过去未实现之事的遗憾:“若你当年死在特洛伊城下,你本会拥有一座荣耀的坟墓。”

引用这一段

埃斯库罗斯, 奠酒人 §279-398. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg006.humanitext-grc1:279-398

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。