§195εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην, §196ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην, §197ἀλλ᾽ εὖ ᾽σαφήνει τόνδ᾽ ἀποπτύσαι πλόκον, §198εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος, §199ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ §200ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
但愿这头发能像使者一样拥有一切善意的声音,这样我就不会因双重的心思而饱受煎熬,而是它能清楚地告诫我,要么吐弃这缕头发,如果它确实是从仇敌的头上剪下的,要么,如果它是同胞的,它便能与我共同哀悼,作为这墓冢的装饰和对父亲的尊崇。
§201ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα, §202οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην §203στροβούμεθ᾽: εἰ δὲ χρὴ τυχεῖν σωτηρίας, §204σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.
但我们呼求那知晓一切的神明,祂们知道我们像水手一般在怎样的风暴中颠簸;但若注定要获得拯救,哪怕是一颗微小的种子,也能长成巨大的树干。
§205καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, §206ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖσ— §207καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν, §208αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινόσ— §209πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι §210εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
确实,这里有足迹,第二件证据,与我自己的足迹相似且相符—— 因为这里确实有两双脚的轮廓,他自己的,以及某个同伴的—— 脚后跟和腱的轮廓,经测量,与我自己的足迹完全重合。
§211πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.
这里有产痛般的焦虑和心灵的狂乱。
奥雷斯特斯:为余下的事情祈祷吧,向神明宣告那能带来圆满的祈愿,使一切顺利。
§214ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
埃勒克特拉:因为现在,我凭着神明的恩赐得到了什么呢?
§215εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
奥雷斯特斯:你已经见到了你久已祈求的人。
§216καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
埃勒克特拉:那么你可知道,在凡人中我一直在呼唤着谁?
§217σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.
奥雷斯特斯:我知道你一直在为奥雷斯特斯而极度焦虑。
§218καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
埃勒克特拉:那么,我又是如何得到了我的祈愿呢?
§219ὅδ᾽ εἰμί: μὴ μάτευ᾽ ἐμοῦ μᾶλλον φίλον.
奥雷斯特斯:我就是他;不要寻找比我更亲爱的人了。
§220ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;
埃勒克特拉:但是,陌生人,你是不是在向我编织某种诡计?
§221αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ.
奥雷斯特斯:若真如此,那我就是在自掘坟墓了。
§222ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
埃勒克特拉:不,你只是想嘲笑我的痛苦。
§223κἀν τοῖς ἐμοῖς ἄρ᾽, εἴπερ ἔν γε τοῖσι σοῖς.
奥雷斯特斯:如果我嘲笑你的痛苦,那我也同样在嘲笑我自己的痛苦。
§224ὡς ὄντ᾽ Ὀρέστην τἄρ᾽ ἐγὼ προσεννέπω;
埃勒克特拉:那么,我真的可以称呼你为奥雷斯特斯吗?
§225αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ: §226κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς §228ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς §227ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
奥雷斯特斯:你亲眼看着我,却认不出我来;但当你看到这缕剪下的哀悼发丝,并在我留下的脚印中测量追踪时,你却兴奋不已,以为看到了我。
看看,把这缕头发贴在它剪下的地方,这是你亲兄弟的,与你自己的头发完全相配。
再看看这件织物,这是你双手的作品,还有那筬打的痕迹和野兽的图案。
镇定下来,不要让你的心灵因狂喜而惊慌;因为我知道我们最亲的人对我们而言是残酷的仇敌。
§235ὦ φίλτατον μέλημα δώμασιν πατρός, §236δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου, §237ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός.
埃勒克特拉:哦,父亲宫室最珍贵的关切,那令人流泪的救赎之种的希望,凭着你的力量,你将夺回父亲的家园。
§238ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον §239ἐμοί: προσαυδᾶν δ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον §240πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει §241στέργηθρον: ἡ δὲ πανδίκως ἐχθαίρεται: §242καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου: §243πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων
哦,令人欣喜的容颜,对我而言承载着四种分量;因为我不得不呼唤你为父亲,而我对母亲的爱(她理所当然地被憎恨)也转向了你,还有我那被无情献祭的姐姐的爱,你曾是我忠实的兄弟,为我带来尊严。
愿力量与正义,与第三位、万神之尊的宙斯一道,与你同在。
§246Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ: §247ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός, §248θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν §249δεινῆς ἐχίδνης.
奥雷斯特斯:宙斯啊,宙斯,请做这些事情的见证人;看看那失去了老鹰父亲的孤幼,父亲死在可怕的毒蛇那缠绕盘旋的躯体中。
τοὺς δ᾽ ἀπωρφανισμένους §250νῆστις πιέζει λιμός: οὐ γὰρ ἐντελεῖς §251θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
而这些沦为孤儿的孩子们,饥饿正折磨着他们;因为他们还没有长大到能够将父亲捕获的猎物带回巢中。
§252οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω, §253ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον, §254ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
同样,你也可以看到我和这女孩——我指的是埃勒克特拉—— 失去了父亲的后代,我们两人都承受着同样的放逐,流离失所。
§255καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα §256πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν §257ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
如果你毁灭了这些曾向你献祭并极其尊崇你的父亲的幼雏,你又从何处获得来自同样双手的丰盛祭礼?
§258οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν §259πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς: §260οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν §261βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
如果你毁灭了老鹰的后代,你将无法再向凡人发送令人信服的启示;同样,这整个王室的根基一旦枯萎,就无法在宰牛献祭的日子里协助你的祭坛。
救救我们,从微小之中你可以重新建立起伟大的家族,虽然它现在看起来已经彻底衰落。
§264ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός, §265σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα, §266γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε §267πρὸς τοὺς κρατοῦντας: οὓς ἴδοιμ᾽ ἐγώ ποτε §268θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
歌队:孩子们啊,父亲炉灶的救星们,请保持安静,孩子们,免得有人听见,顺口把这一切全报告给那些当权者;愿我有一天能看到他们惨死在燃烧着的松脂火焰中。
§269οὔτοι προδώσει Λοξίου μεγασθενὴς §270χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν, §271κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους §272ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος, §273εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους: §274τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων, §275ἀποχρημάτοισι ζημίαις ταυρούμενον: §276αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε §277τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
奥雷斯特斯:洛克西亚斯强大的神谕绝不会背弃我,祂命令我经历这场危险,并在我温热的肝脏下,大声发出严寒灾厄的预警,如果我不去追讨杀害我父亲的凶手;祂命令我以同样的方式杀死他们,因失去家产而像公牛一般狂怒;祂声明我必须以我宝贵的生命来偿还这一切,并将承受许多令人痛苦的灾祸。
§278τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
因为,来自地下的、愤怒的亡灵之怨恨……