Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §326-434

陷落后的特洛伊与对帕里斯的天谴

第 4 段,共 17 段 · 希腊语

内容简介

克吕泰涅斯特拉描绘了特洛伊城破后战胜者与战败者截然相反的命运,并警告希腊军队在归途中切勿对神明犯下亵渎之罪。随后,歌队歌颂了宙斯对帕里斯不义之举的惩罚,并哀叹海伦离去后阿伽门农家中留下的虚无悲伤。

§326οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες §327ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων §328παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου §329δέρης ἀποιμώζουσι φιλτάτων μόρον: §330τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος §331νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις §332τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον, §333ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
因为其中一些人伏在尸体周围,伏在丈夫、兄弟及父亲的遗体上,老人的孩子们不再从自由的颈项中,为最亲爱的人之死而哀号;而另一些人,则因战后的夜间劳顿而备受折磨,正饥肠辘烙地在城中所有的食物旁排队吃早餐,这并非按照任何轮流的秩序,而是按每个人所抽到的命运之签。
§334ἐν <δ᾽> αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν §335ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων §336δρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες §337ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
他们如今已住在被占领的特洛伊人的房屋里,免受了露天之下的寒霜与露水之苦,并且如同幸运的人一般,他们将在无须防备中度过整个夜晚。
§338εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς §339τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα, §340οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
如果他们能虔诚地敬畏那守卫城邦的神明,以及被征服之地的神殿,那么征服了此地的他们,就绝不会反过来被征服。
§341ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ §342πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
但愿军队不要在贪婪的诱惑下,先行产生去掠夺不该掠夺之物的欲望。
§343δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας §344κάμψαι διαύλου θάτερον κῶλον πάλιν:
因为为了安全重返家园,他们必须再次折返,跑完双程跑道的后半程。
§345θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός, §346ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων §347γένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
即使军队在归来时未对神明犯下过错,那些被消灭之人的痛苦也可能会苏醒过来,即使没有突然的灾祸降临。
§348τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις: §349τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν.
这就是你从我这个妇人这里听到的话语;但愿善意获胜,让我们毫不动摇地看到这一点。
§350πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ ὄνησιν εἱλόμην.
因为在众多福泽中,我选择了这份喜悦。
§351γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις.
歌队:妇人啊,你说话如同明智的男子一般思虑周详。
§352ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια §353θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
我听了你可信的凭据,正准备向神明致以谢意。
§354χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
因为,一桩配得上我们辛劳的伟业已经告成。
§355ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία §356μεγάλων κόσμων κτεάτειρα, §357ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες §358στεγανὸν δίκτυον, ὡς μήτε μέγαν §359μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι §360μέγα δουλείας §361γάγγαμον, ἄτης παναλώτου.
伟大的宙斯王啊,亲爱的黑夜啊,宏大秩序的赐予者,你将紧密的网罩在特洛伊的城墙上,使无论大人还是青年都无法越过那巨大的奴役之网,那将一切网罗的毁灭之网。
§362Δία τοι ξένιον μέγαν αἰδοῦμαι §363τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ §364τείνοντα πάλαι τόξον, ὅπως ἂν §365μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων §366βέλος ἠλίθιον σκήψειεν.
我敬畏那主持款待的伟大宙斯,他对亚历山大降下了如此惩罚,早已拉满了弓,以使他的箭既不在时机未到时落下,也不至超越星辰徒劳无功。
§367Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, §368πάρεστιν τοῦτό γ᾽ ἐξιχνεῦσαι.
他们可以说,这正是宙斯的重击;这件事是可以追寻的。
§369ἔπραξαν ὡς ἔκρανεν.
他们所遭遇的正是他所命定的。
οὐκ ἔφα τις §370θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν §371ὅσοις ἀθίκτων χάρις §372πατοῖθ᾽: ὁ δ᾽ οὐκ εὐσεβής.
曾有人说神明不屑于去关切那些践踏了不可触碰之圣物之美的凡人,但那说话的人是不虔敬的。
§373πέφανται δ᾽ ἐκτίνου- §375σα τόλμα τῶν Ἄρη §376πνεόντων μεῖζον ἢ δικαίως, §377φλεόντων δωμάτων ὑπέρφευ §378ὑπὲρ τὸ βέλτιστον.
这已经被表明,惩罚终将降临在那些鼓起不义之战意的人身上,降临在那些因财富满溢而过度膨胀、超越了最佳限度的家庭。
ἔστω δ᾽ ἀπή- §379μαντον, ὥστ᾽ ἀπαρκεῖν §380εὖ πραπίδων λαχόντα.
愿我的命运免受灾殃,愿它对于获得良知之人的生活已然足够。
§381οὐ γὰρ ἔστιν ἔπαλξις §382πλούτου πρὸς κόρον ἀνδρὶ §383λακτίσαντι μέγαν Δίκας §384βωμὸν εἰς ἀφάνειαν.
因为对于一个因贪婪而将正义的伟大祭坛踢开并使之湮灭的男子来说,财富无法成为他的防壁。
§385βιᾶται δ᾽ ἁ τάλαινα πειθώ, §386προβούλου παῖς ἄφερτος ἄτας.
惨痛的“说服”逼迫着他,那是预谋“毁灭”的无情之女。
§387ἄκος δὲ πᾶν μάταιον.
任何解药皆无济于事。
οὐκ ἐκρύφθη, §388πρέπει δέ, φῶς αἰνολαμπές, σίνος: §390κακοῦ δὲ χαλκοῦ τρόπον §391τρίβῳ τε καὶ προσβολαῖς §392μελαμπαγὴς πέλει §393δικαιωθείς, ἐπεὶ
那罪行并未隐藏,而是如可怕的闪光般昭然若揭;就像劣质的青铜在摩擦和敲打下显露出黑色一般,当它被检验时。
§394διώκει παῖς ποτανὸν ὄρνιν, §395πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς.
因为少年追逐着飞鸟,却给城邦带来了无法承受的玷污。
§396λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν: §397τὸν δ᾽ ἐπίστροφον τῶν §398φῶτ᾽ ἄδικον καθαιρεῖ.
他的祈求,神明无一倾听;相反,那与这些恶行纠缠的不义之人,神明终将予以扫除。
§399οἷος καὶ Πάρις ἐλθὼν §400ἐς δόμον τὸν Ἀτρειδᾶν §401ᾔσχυνε ξενίαν τράπε- §402ζαν κλοπαῖσι γυναικός.
帕里斯也正是如此,他来到阿特雷斯子嗣的宫殿,玷污了款待的餐桌,盗走了主人的妻子。
§403λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστοράς §404τε καὶ κλόνους λογχίμους §405ναυβάτας <θ᾽> ὁπλισμούς, §406ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίῳ φθορὰν §407βέβακεν ῥίμφα διὰ πυλᾶν §408ἄτλητα τλᾶσα: πολλὰ δ᾽ ἔστενον
她给市民留下了盾牌的轰鸣、枪矛的交锋、以及舰队的武装,带着带给伊利翁的毁灭作为嫁妆,她迅速穿过大门,犯下了无法容忍的不轨。
§409τόδ᾽ ἐννέποντες δόμων προφῆται: §410“ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
这大厅的预言者们曾多次叹息着说: “哀哉,哀哉,这殿宇,这殿宇和首领们!
§411ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
哀哉,这婚榻,以及那深爱丈夫之人的足迹!
§412πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους §413ἄλγιστ᾽ ἀφημένων ἰδεῖν.
瞧,那里伫立着屈辱、无言且不发怨言的哀恸者的身影。
§414πόθῳ δ᾽ ὑπερποντίας §415φάσμα δόξει δόμων ἀνάσσειν.
因思念那远涉重洋之人,这殿宇中仿佛由幽灵在主宰。
§416εὐμόρφων δὲ κολοσσῶν §417ἔχθεται χάρις ἀνδρί: §418ὀμμάτων δ᾽ ἐν ἀχηνίαις §419ἔρρει πᾶσ᾽ Ἀφροδίτα.
美丽的雕像的优雅已为丈夫所憎恶;昔日温存的眼眸已空无一物,一切爱意皆已消逝。
§420ὀνειρόφαντοι δὲ πενθήμονες §421πάρεισι δόξαι φέρου- §422σαι χάριν ματαίαν.
梦中浮现的悲哀幻象频频造访,带来虚无的欢娱。
§423μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ, §424παραλλάξασα διὰ χερῶν, §425βέβακεν ὄψις οὐ μεθύστερον §426πτεροῖς ὀπαδοῦσ᾽ ὕπνου κελεύθοις. ”
因为徒然地,当一个人以为见到了美好之物时,那幻象便从双手中溜走,再不复返,乘着羽翼沿着睡眠的路径飞去。
§427τὰ μὲν κατ᾽ οἴκους ἐφ᾽ ἑστίας ἄχη §428τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα.
” 在家中的炉灶旁,悲伤莫过于此,甚至还有远甚于此的痛楚。
§429τὸ πᾶν δ᾽ ἀφ᾽ Ἕλλανος αἴας συνορμένοις §430πένθεια τλησικάρδιος §431δόμων ἑκάστου πρέπει.
至于那些从希腊土地一同出征的人们,耐受痛苦的悲哀在每个家庭中都是显而易见的。
§432πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ: §433οὓς μὲν γάρ <τισ> ἔπεμψεν §434οἶδεν, ἀντὶ δὲ φωτῶν
许多事确实刺痛心扉;因为人们派出了谁,自己心里清楚,但送回来的却非那些男儿,而是……

词汇与语法注释

  1. 328οὐκέτ᾽ ἐξ ἐλευθέρου δέρης — “不再从自由的颈项中”意指特洛伊的幸存者们已被贬为奴隶,在身体和精神的双重束缚下为亲人的死哀哭。
  2. 332πρὸς οὐδὲν ἐν μέρει τεκμήριον — 指战胜者们并非按照任何有序的轮流或规则来分配早餐,而是处于一种纯粹由运气和个人机遇决定的无序混乱状态。
  3. 340οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν — 此句结合了 οὔ τἂν (即 οὐ τοι ἄν) 与双重 ἄν 的条件句,表达了强烈的信心:即如果征服者尊崇当地神明,他们自身便绝不会反过来被征服和毁灭。
  4. 385βιᾶται δ᾽ ἁ τάλαινα πειθώ — 拟人化的“说服”(Peitho)被描绘为预谋“毁灭”(Ate)之女,作为 βιᾶται 的主语,强迫凡人做出导致自身毁灭的不义之举。
  5. 412πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους — 指被抛弃的丈夫(阿伽门农)那痛苦且不发怨言的屈辱沉默,其无声的悲伤被呈现为一幅令人动容的深切哀恸画面。

引用这一段

埃斯库罗斯, 阿伽门农 §326-434. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:326-434

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。