Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §1391-1486

克留泰涅斯特拉的辩白与歌队的谴责

第 15 段,共 17 段 · 希腊语

内容简介

克留泰涅斯特拉坚称自己杀死阿伽门农是正义之举,并对阿伽门农和卡珊德拉的死炫耀不已。歌队则谴责其罪行应遭驱逐,并哀叹坦塔罗斯家族世代相传的恶灵诅咒。

§1391χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ §1392γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
就像天赐的雨水滋润着播种的土地,在麦穗诞生之时那样欣喜,我也毫不逊色地欢欣。
§1393ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε, §1394χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι.
阿耳戈斯的长老们啊,既然事已至此,你们若要欢喜,大可欢喜;而我却要夸耀并祝捷。
§1395εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ, §1396τῷδ᾽ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
若是对死者浇奠奠酒是合宜的事,那对这男人这样做便是正当的,不,是无比正当的。
§1397τοσόνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε §1398πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
他在宅第中亲手倒满了这许多诅咒与灾祸的混酒器,如今自己回来,将其一饮而尽。
§1399θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος, §1400ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον.
(歌队)我们惊异于你的舌头,竟是如此放肆,居然对自己的丈夫夸耀这等言词。
§1401πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος:
(克留泰涅斯特拉)你们试图试探我,仿佛我是一个无知的妇人。
§1402ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας §1403λέγω: σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις §1404ὅμοιον.
但我怀着无畏的心,向着了然于心的你们宣告:你们是要赞美我,还是要指责我,都是一样。
οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς §1405πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς §1406ἔργον, δικαίας τέκτονος.
这就是阿伽门农,我的丈夫,如今是一具尸体,是这只右手的杰作,正义的造物。
τάδ᾽ ὧδ᾽ ἔχει.
事情就是这样。
§1407τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν §1408ἢ ποτὸν πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον §1409τόδ᾽ ἐπέθου θύος, δημοθρόους τ᾽ ἀράς;
(歌队)妇人啊,你究竟尝了什么大地滋养的毒食,还是喝了什么从汹涌大海中升起的毒饮,竟将这疯狂的祭献与民众的诅咒,加诸于自身?
§1410ἀπέδικες ἀπέταμές <τ᾽:> ἀπόπολις δ᾽ ἔσει §1411μῖσος ὄβριμον ἀστοῖς.
你抛弃了他,割断了他;你将被驱逐出城邦,成为市民们极度憎恶的对象。
§1412νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ §1413καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς, §1414οὐδὲν τότ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων: §1415ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον, §1416μήλων φλεόντων εὐπόκοις νομεύμασιν, §1417ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ §1418ὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
(克留泰涅斯特拉)如今你判决我被驱逐出城邦,承受市民的憎恶与民众的诅咒,可是当年你对这个男人却未曾提出任何指责;他浑不介意,仿佛那只是丰饶牧场中众多羊群里的一只牲畜之死,竟献祭了自己的孩子——我最珍爱的产痛结晶,只为了平息色雷斯的狂风。
§1419οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾽ ἀνδρηλατεῖν, §1420μιασμάτων ἄποιν᾽;
难道他不才是你应该为了洗净秽行而驱逐出这片土地的人吗?
ἐπήκοος δ᾽ ἐμῶν §1421ἔργων δικαστὴς τραχὺς εἶ.
可是当你听到我的所作所为时,却成了一个严厉的审判官。
λέγω δέ σοι §1422τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης §1423ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ
但我告诉你,尽可以用这些话来威胁我吧,因为我已经做好了在对等条件下迎战的准备,让凭双手取胜的人来统治我。
§1424ἄρχειν: ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός, §1425γνώσει διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
但如果神明成就了相反的结局,你终将受到教训,尽管为时已晚,学会明智。
§1426μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες:
(歌队)你谋略宏大,口出狂言。
§1427ὥσπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται: §1428λίβος ἐπ᾽ ὀμμάτων αἵματος ἐμπρέπει:
正如你的心灵因滴血的运势而陷入疯狂,你的眼中也显现出滴滴鲜血。
§1429ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων §1430τύμμα τύμματι τῖσαι.
你终将失去尊荣,失去朋友,以一击还一击,付出代价。
§1431καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν: §1432μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην, §1433Ἄτην Ἐρινύν θ᾽, αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ, §1434οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ, §1435ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς §1436Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
(克留泰涅斯特拉)你也听好我誓言的神圣誓约:凭着为我女儿复仇而成就的正义,凭着我为屠宰这男人而献祭的毁灭与复仇女神,恐怖的阴影绝不会踏入我的殿堂,只要埃癸斯托斯还在我的炉膛点燃火焰,一如既往地对我怀抱善意。
§1437οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
因为他正是我们不可小觑的胆量之盾。
§1438κεῖται γυναικὸς τῆσδε λυμαντήριος, §1439Χρυσηίδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ: §1440ἥ τ᾽ αἰχμάλωτος ἥδε καὶ τερασκόπος §1441καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος §1442πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων §1443ἰσοτριβής.
这里躺着的是对这女人的侮辱者,是伊利翁城下克律塞伊斯们的抚慰者;还有这个女俘虏,这个预言女巫,与他同床共枕、忠诚传达神谕的枕边人,以及在航船的长椅上与他并肩摩擦之人。
ἄτιμα δ᾽ οὐκ ἐπραξάτην.
他们两个并未平白承受结局。
§1444ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην §1445τὸν ὕστατον μέλψασα θανάσιμον γόον §1446κεῖται φιλήτωρ τῷδ᾽, ἐμοὶ δ᾽ ἐπήγαγεν §1447εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
他便如此躺着,而她,正如天鹅一般唱出最后的死亡挽歌,躺在这里,他的爱人,并且为我的床榻增添了一道极尽奢华的佐餐美馔。
§1448φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, §1449μηδὲ δεμνιοτήρης, §1450μόλοι τὸν ἀεὶ φέρουσ᾽ ἐν ἡμῖν §1451Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος §1452φύλακος εὐμενεστάτου §1453πολέα τλάντος γυναικὸς διαί; §1454πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.
(歌队)唉,愿某种命运,不带极度的痛苦,也不让我们卧病在床,能迅速降临,为我们带来那永恒的睡眠,既然我们最仁慈的守护者已被击倒,他为了一个女人承受了如此多的苦难,却在一个女人的手下丧失了生命。
§1455ἰὼ ἰὼ παράνους Ἑλένα §1456μία τὰς πολλάς, τὰς πάνυ πολλὰς §1457ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.
哀哉,哀哉,狂乱的海伦,仅凭一人,便在特洛伊城下毁灭了如此多、如此之多的生命。
§1458†νῦν δὲ τελείαν. . §1459πολύμναστον ἐπηνθίσω δι᾽ αἷμ᾽ ἄνιπτον, §1460ἥτις ἦν τότ᾽ ἐν δόμοις §1461ἔρις ἐρίδματος ἀνδρὸς οἰζύσ†.
如今,你用无法清洗的血迹,为自己戴上了永世难忘的终极冠冕,那当时在宅第之中,坚不可摧、毁灭男人的祸乱。
§1462μηδὲν θανάτου μοῖραν ἐπεύχου §1463τοῖσδε βαρυνθείς: §1464μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς, §1465ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν §1466ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽ §1467ἀξύστατον ἄλγος ἔπραξε.
不要因为承受这些重压,就去祈求死亡的命运;也不要把愤怒转嫁到海伦身上,视她为噬人的祸首,视她为仅凭一人便毁灭了众多达奈人生命、铸成无法愈合之创痛的罪魁。
§1468δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ §1469διφυίοισι Τανταλίδαισιν, §1470κράτος <τ᾽> ἰσόψυχον ἐκ γυναικῶν §1471καρδιόδηκτον ἐμοὶ κρατύνεις.
(歌队)恶灵啊,你降临在宅第和坦塔洛斯那双重的后嗣身上,并通过妇人们,行使着刺痛我心、与他们同心同德的支配力。
§1472ἐπὶ δὲ σώματος δίκαν [μοι] §1473κόρακος ἐχθροῦ σταθεῖσ᾽ ἐκνόμως §1474ὕμνον ὑμνεῖν ἐπεύχεται. . . <˘¯>
并且它站在尸体之上,犹如一只可憎的乌鸦,狂妄地啼唱着不和的挽歌。
§1475νῦν δ᾽ ὤρθωσας στόματος γνώμην, §1476τὸν τριπάχυντον §1477δαίμονα γέννης τῆσδε κικλήσκων.
(克留泰涅斯特拉)如今你终于纠正了你口中的判断,呼唤这个家族中那三度肥大(代代相传)的恶灵。
§1478ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς §1479νείρῃ τρέφεται, πρὶν καταλῆξαι §1480τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
因为正是通过他,舔血的欲望在脏腑中得到滋养,在旧伤尚未平复之前,新脓便已流出。
§1481ἦ μέγαν οἰκονόμον §1482δαίμονα καὶ βαρύμηνιν αἰνεῖς, §1483φεῦ φεῦ, κακὸν αἶνον ἀτη- §1484ρᾶς τύχας ἀκορέστου: §1485ἰὴ ἰὴ διαὶ Διὸς §1486παναιτίου πανεργέτα:
(歌队)你赞美得当,它确是这宅第中强大而怀着深重愤怒的恶灵,哀哉,哀哉,对那带来毁灭、永不满足的运势的邪恶颂赞;叹哉,叹哉,皆因宙斯,他是万物之因,万事之主。

词汇与语法注释

  1. 1391χαίρουσαν — 与前句“打在我身上(βάλλει μ᾽)”中的宾格代名词 `μ᾽` 一致的分词,描绘了克留泰涅斯特拉自己沐浴在血雨中,如同农田喜获天降甘霖般狂喜的状态。
  2. 1395πρεπόντων — 意为“合适、得体之事”的中性复数分词属格,起非人称属性属格的作用(“属于合宜之事”),并与第1396行的虚拟条件句归结部(`ἂν ἦν`)呼应。
  3. 1422ὡς παρεσκευασμένης — 伴有连词 `ὡς` 的独立属格(genitive absolute),表示主句主语(此处指克留泰涅斯特拉本人)的主观意图或态度(“在做好准备的前提下”)。
  4. 1470ἰσόψυχον — 意为“具有相同灵魂、势均力敌”的形容词,在此处修饰恶灵通过两位女性(海伦与克留泰涅斯特拉)对坦塔罗斯两个后嗣行使的“支配力(κράτος)”。

引用这一段

埃斯库罗斯, 阿伽门农 §1391-1486. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:1391-1486

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。