Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §1221-1303

奥瑞斯特斯复仇的预言与卡珊德拉的决意

第 13 段,共 17 段 · 希腊语

内容简介

卡珊德拉预言了阿伽门农的可耻死亡以及她自己的毁灭,并宣告了未来复仇者奥瑞斯特斯的到来。她将宫殿之门视作哈迪斯之门,顺从地接受了自己的命运并步入其中。

§1221σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος, §1222πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
清清楚楚地捧着自己的脏腑与内脏,一份极其可怜的重荷,他们的父亲曾尝过这些。
§1223ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινὰ §1224λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον §1225οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ §1226ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν: §1227νεῶν δ᾽ ἔπαρχος Ἰλίου τ᾽ ἀναστάτης §1228οὐκ οἶδεν οἵα γλῶσσα μισητῆς κυνὸς §1229λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην §1230ἄτης λαθραίου, †τεύξεται κακῇ τύχῃ.
我说明确有人正为此策划复仇,一头在榻上打滚的懦弱狮子,留守家中的看门狗,唉,针对那归来的主人―― 我的主人,因为我必须承受奴隶的轭;而船队的统帅、伊利翁的毁灭者,却不知道那只令人憎恨的雌犬的舌头,在舔舐并伸出欢快的耳朵之后,如同隐秘的灾祸一般,将以恶运成就怎样的事。
§1231τοιᾷδε τόλμῃ θῆλυς ἄρσενος φονεὺς §1232ἔστιν.
凭着如此胆量,雌性成了雄性的杀手。
τί νιν καλοῦσα δυσφιλὲς δάκος §1233τύχοιμ᾽ ἄν;
我该称呼她为什么可憎的怪兽才能恰当?
ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ §1234οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην, §1235θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη §1236φίλοις πνέουσαν;
是双头蛇,还是居住在岩石中、危害航海者的斯库拉,一个狂乱的哈迪斯之母,对亲人吐露着无情战争的气息?
ὡς δ᾽ ἐπωλολύξατο §1237ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.
这胆大妄为的女人如何发出胜利的欢呼,就像在战局扭转时一般!
§1238δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
她还显得是在为他平安归来而高兴。
§1239καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ;
如果我无法用这些说服你,那也是一样;因为有什么关系呢?
§1240τὸ μέλλον ἥξει.
未来终将到来。
καὶ σύ μ᾽ ἐν τάχει παρὼν §1241ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτείρας ἐρεῖς.
你很快就会在场,带着怜悯称我为过于真实的预言者。
§1242τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν §1243ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει
(歌队)关于塞埃斯泰斯吃他孩子肉的宴席,我听懂了,并且浑身战栗;听到这真实而非虚构的话语,恐惧将我占领。
§1244κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα. §1245τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
但听到其余的事,我便如脱轨一般,迷茫奔跑。
§1246Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.
(卡珊德拉)我说,你将会亲眼看见阿伽门农的死。
§1247εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
(歌队)住口吧,可怜的女人,别说这不祥的话!
§1248ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.
(卡珊德拉)但是,没有任何医治之神主宰这番话。
§1249οὔκ, εἴπερ ἔσται γ᾽: ἀλλὰ μὴ γένοιτό πως.
(歌队)是的,如果这确实会发生;但愿它千万不要发生。
§1250σὺ μὲν κατεύχει, τοῖς δ᾽ ἀποκτείνειν μέλει.
(卡珊德拉)你在祈求,而他们却只顾着杀戮。
§1251τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄχος πορσύνεται;
(歌队)这灾难是由哪个男人所筹划的?
§1252ἦ κάρτα τἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶν.
(卡珊德拉)那么,你确实完全误解了我的神谕。
§1253τοὺς γὰρ τελοῦντας οὐ ξυνῆκα μηχανήν.
(歌队)因为我无法理解执行者的阴谋。
§1254καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.
(卡珊德拉)然而,我对希腊语言知道得太清楚了。
§1255καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δ᾽ ὅμως.
(歌队)皮托所赐的神谕也是如此;然而它们依然难以理解。
§1256παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι.
(卡珊德拉)啊,多么炽烈的火! 它正朝我袭来。
§1257ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
喔,吕刻奥斯·阿波罗,悲哉我身,悲哉我身!
§1258αὕτη δίπους λέαινα συγκοιμωμένη §1259λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ, §1260κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον §1261τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
这头两足的雌狮,在尊贵的公狮不在时与狼同眠,将要杀死可怜的我;正如在配制毒药一般,她扬言要在她的怨怒中也掺入对我的惩罚。
§1262ἐπεύχεται θήγουσα φωτὶ φάσγανον §1263ἐμῆς ἀγωγῆς ἀντιτίσασθαι φόνον.
她为丈夫磨亮刀刃,吹嘘要为将我带到此地而施加杀戮报复。
§1264τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε, §1265καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
那么,为什么我还留着这些嘲弄我自己的东西―― 这权杖和颈项上的预言花冠?
§1266σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
在我自己的死期到来之前,我要先毁灭你们。
§1267ἴτ᾽ ἐς φθόρον: πεσόντα θ᾽ ὧδ᾽ ἀμείψομαι.
去毁灭吧! 落在地上,我要这样回报你们。
§1268ἄλλην τιν᾽ ἄτης ἀντ᾽ ἐμοῦ πλουτίζετε.
去让别的女人代替我因灾祸而富足吧。
§1269ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ §1270χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με §1271κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα §1272φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην— §1273καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια §1274πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην— §1275καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ §1276ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.
看啊,阿波罗亲自剥去我的预言法衣,他曾看着我穿着这些装束,被那些无疑怀有敌意的亲友们大大地、徒劳地嘲笑―― 我被称为‘疯癫的狂女’、‘讨饭的骗子’,作为一个可怜的、快要饿死的乞丐,我忍受了这一切―― 而如今,这位预言之神使我这女预言家毁灭,将我带向了如此致命的命运。
§1277βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει, §1278θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
代替祖先的祭坛,等待我的是砧板,我将被斩杀,流出温热、血红的祭品之血。
§1279οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.
然而,神明决不会让我们枉死。
§1280ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, §1281μητροκτόνον φίτυμα, ποινάτωρ πατρός: §1282φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος §1283κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις: §1284ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας, §1285πράξειν νιν ὑπτίασμα κειμένου πατρός.
因为我们还将迎来另一位复仇者,一个弑母的子嗣,他父亲的复仇者;一个流亡的浪子,远离这片土地的他,将会归来,为他的亲人们给这些灾难放上最后一块顶石;因为神明已经立下庄严的誓言,那倒下的父亲仰面横陈的尸身必将召他归来。
§1286τί δῆτ᾽ ἐγὼ κάτοικτος ὧδ᾽ ἀναστένω;
那我究竟为何要这样哀怜地痛哭?
§1287ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν §1288πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον πόλιν §1289οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει, §1290ἰοῦσα πράξω: τλήσομαι τὸ κατθανεῖν.
既然我已先看见伊利翁城遭受它所遭受的命运,而那些夺取该城的人又在神明的审判中落得如此下场,我将前去迎接我的命运;我将甘愿受死。
§1291Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω: §1292ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν, §1293ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων §1294ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
我对着这哈迪斯的门户呼喊;并祈求承受致命的一击,好让我无需挣扎,在安详死去的鲜血流尽中,合上这双眼。
§1295ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ σοφὴ §1296γύναι, μακρὰν ἔτεινας.
(歌队)啊,既极其可怜又极其聪慧的女人,你说了这么多。
εἰ δ᾽ ἐτητύμως §1297μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου §1298βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
但如果你真的知道自己的死期,你又怎能像一头受神明驱使的祭牛一般,如此勇敢地迈向祭坛?
§1299οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.
(卡珊德拉)无法逃避了,没有了,异乡的客人们,时间再也无法延长了。
§1300ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.
(歌队)但最后的时刻总是最值得珍重的。
§1301ἥκει τόδ᾽ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ.
(卡珊德拉)这一天已经到了;逃跑也只能让我获益微小。
§1302ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός.
(歌队)但你要知道,你是凭着勇敢的心在忍受这一切。
§1303οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
(卡珊德拉)在幸福的人当中,没有谁会听到这样的话。

词汇与语法注释

  1. 1228οὐκ οἶδεν οἵα γλῶσσα... — 在作为 οὐκ οἶδεν(不知道)宾语的间接疑问从句(οἵα... τεύξεται)中,分词 λείξασα κἀκτείνασα 修饰主语 γλῶσσα(舌头)。尽管 †τεύξεται κακῇ τύχῃ† 文本有损坏,但它在从句中充当主要动词。此处采用的解释是‘那只雌犬的舌头……将以恶运成就怎样的事’。
  2. 1235θύουσαν Ἅιδου μητέρ᾽ — 分词 θύουσαν 可以作不及物动词解释为‘狂怒’或‘发狂’,也可以作及物动词解释为‘献祭’。此处 Ἅιδου μητέρα(哈迪斯之母)是一个隐喻性表达,指代像复仇女神一样恐怖的毁灭性存在,由表示狂暴行为的 θύουσαν 所修饰。
  3. 1261ἐμῆς ἀγωγῆς ἀντιτίσασθαι φόνον — 不定式 ἀντιτίσασθαι(报复)作为宾语不定式,依赖于前文的主动词 ἐπεύχεται(宣称/自夸),或表示目的/结果。属格 ἐμῆς ἀγωγῆς(将我带到此处)表示复仇的原因,而宾格 φό浅的 φόνον(杀戮)则表示报复的手段或代价。
  4. 1285πράξειν νιν ὑπτίασμα κειμένου πατρός — 不定式 πράξειν(带回/实行)引导大誓言(ὅρκος)的内容。代词 νιν(他,指奥瑞斯特斯)作不定式的主语或宾语。此处解释为‘那倒下父亲仰面横陈的尸身(ὑπτίασμα)必将召他(奥瑞斯特斯)归来(以执行复仇)’。

引用这一段

埃斯库罗斯, 阿伽门农 §1221-1303. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:1221-1303

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。