Humanitext Reader

埃斯库罗斯 · 七将攻忒拜 §834-975

两兄弟遗体的运达与姐妹的哀歌

第 9 段,共 10 段 · 希腊语

内容简介

两位国王的遗体被运到,歌队哀叹奥伊迪普斯家族诅咒的应验,安提戈涅与伊斯墨涅也随之到来。她们与歌队轮流交替唱出哀歌,悼念兄弟相残的悲惨命运。

§834κακόν με καρδίαν τι περιπίτνει κρύος.
某种不祥的冷气袭上我的心头。
§835ἔτευξα τύμβῳ μέλος §836Θυιὰς ὥς, αἱμοσταγεῖς
我为这坟墓编织了哀歌,犹如狂女一般。
§837νεκροὺς κλύουσα δυσμόρως §838θανόντας: ἦ δύσορνις ἅ- §839δε ξυναυλία δορός.
因听闻那些血淋淋的死者惨遭横死;确乎,这枪矛的合奏充满着不祥之兆。
§840ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπεν §841πατρόθεν εὐκταία φάτις: §842βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν.
父亲那里传来的诅咒之言已然成就,并未失效,它具有无休止的力量;赖奥斯那不听神谕的计划一直延续至今。
§843μέριμνα δ᾽ ἀμφὶ πτόλιν: §844θέσφατ᾽ οὐκ ἀμβλύνεται.
都城周围笼罩着忧虑;神明的话语不曾失去锋芒。
§845ἰὼ πολύστονοι, τόδ᾽ εἰρ- §846γάσασθ᾽ ἄπιστον: ἦλθε δ᾽ αἰ- §847ακτὰ πήματ᾽ οὐ λόγῳ.
噢,多受叹息之人啊,你们作成了这令人难以置信之事;这催人泪下的灾难,并非虚言,而是真切地降临了。
§848τάδ᾽ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος: §849διπλαῖ μέριμναι, διδυμάνορα §850κάκ᾽ αὐτοφόνα, δίμοιρα τέ- §851λεια τάδε πάθη.
这些显然已极,使者的报告就在眼前:双重的忧虑,自相残杀的两个男子的灾祸,双重分配且已成就的这般苦难。
τί φῶ;
我该说什么?
§852τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι πόνων §853δόμων ἐφέστιοι;
—— 除了这降临在家族炉边、层出不穷的痛苦,还能有什么?
§854ἀλλὰ γόων, ὦ φίλαι, κατ᾽ οὖρον §855ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν §856πίτυλον, ὃς αἰὲν δι᾽ Ἀχέροντ᾽ ἀμείβεται, §857μελάγκροκον ναῦν ἄστολον [ναύστολον] θεωρίδα, §858τὰν ἀστιβῆ ʼπόλλωνι, τὰν ἀνάλιον, §860πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
—— 但是,朋友们,乘着哀悼的顺风,在你们的头颅周围,用双手划动那相送的桨叶吧,它总是要渡过阿刻戎河的,载运那张着黑帆、无神圣使命的使节船,它不为阿波罗所涉足,也不见阳光,驶向那接纳一切且虚无的彼岸。
§861ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος §862πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη, §863θρῆνον ἀδελφοῖν: οὐκ ἀμφιβόλως §864οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων §865στηθέων ἥσειν ἄλγος ἐπάξιον.
然而,看啊,她们为了这苦涩的差事已经到来,安提戈涅与伊斯墨涅,为她们的兄弟唱起哀歌;毫无疑问,我想她们会从那深情且丰满的胸怀中,倾泻出深切的哀恸。
§866ἡμᾶς δὲ δίκη πρότερον φήμης §867<τῶνδε κλυούσας> §868τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος §869ἀχεῖν Ἀίδα τ᾽ §870ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν.
而在我们听她们发声之前,我们理当 <听闻这些> 先让复仇女神那刺耳的歌声回荡,并向哈得斯同声唱起那令人憎恶的祝捷歌。
§871ἰώ. δυσαδελφόταται πασῶν ὁπόσαι §872στρόφον ἐσθῆσιν περιβάλλονται, §873κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς §874μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.
噢,在所有身缠衣带的女子中,拥有最不幸兄弟的人啊,我哭泣,我哀叹,我的心绝无虚假,使我不发出真实而凄厉的号哭。
§875ἰὼ ἰὼ δύσφρονες, §876φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες, §877δόμους πατρῴους ἑλόν- §878τες μέλεοι σὺν αἰχμᾷ.
噢,执迷不悟的人啊,不信友人之言,对灾祸毫不畏惧,惨痛地用枪矛夺取了父亲的家园。
§879μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους §880ηὕροντο δόμων ἐπὶ λύμῃ.
确实是惨痛的人啊,他们为了毁灭家园,而寻得了惨痛的死亡。
§881ἰὼ ἰὼ δωμάτων §882ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας §883ἰδόντες, ἤδη διήλ- §885λαχθε σὺν σιδάρῳ.
噢,你们这些拆毁家园墙壁、窥伺苦涩独裁权的人,如今你们已被铁器达成了和解。
§886κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα §887πότνι᾽ Ἐρινὺς ἐπέκρανεν.
那尊严的、针对奥伊迪普斯父亲的复仇女神,极其真实地履行了诅咒。
§888δι᾽ εὐωνύμων τετυμμένοι, §889τετυμμένοι δῆθ᾽, §890ὁμοσπλάγχνων τε πλευρωμάτων §892αἰαῖ δαιμόνιοι, §893αἰαῖ δ᾽ ἀντιφόνων §894<δὴ> θανάτων ἀραί.
被刺穿了左侧,确实是被刺穿了,穿透了那出自同胞的胁腹—— 哀哉,被神明作祟的人啊,哀哉,那互杀而亡的死亡诅咒。
§895διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ §896σώμασιν πεπλαγμένους, [ἐννέπω] §897ἀναυδάτῳ μένει §898ἀραίῳ τ᾽ ἐκ πατρὸς §899<οὐ> διχόφρονι πότμῳ.
你谈到了那贯穿家园与身体的重击,我宣告,他们被击倒了,因着无法言喻的忿怒,以及来自父亲诅咒的、毫无二致的命运。
§900διήκει δὲ καὶ πόλιν στόνος, §901στένουσι πύργοι, §902στένει πέδον φίλανδρον: μενεῖ §903κτέανα τάδ᾽ ἐπιγόνοις, §904δι᾽ ὧν αἰνομόροις, §905δι᾽ ὧν νεῖκος ἔβα §906καὶ θανάτου τέλος.
哀号声也传遍了城邦,城楼在哀叹,那眷恋其子民的大地在哀叹;这些财产将留给他们的后代,为了那些遭遇极惨命运的人,由于这些财产,争端降临,并导致了死亡的终局。
§907ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι §908κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν.
他们性情暴烈,分取了家产,以获得均等的份额。
§909διαλλακτῆρι δ᾽ οὐκ ἀμεμφεία φίλοις, §910οὐδ᾽ ἐπίχαρις Ἄρης.
但对朋友们来说,那和解者并非无懈可击,阿雷斯亦不令人愉悦。
§911σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσιν, §912σιδαρόπλακτοι δὲ τοὺς μένουσι, §913τάχ᾽ ἄν τις εἴποι, τίνες;
被铁器击倒的人们如此躺卧,被铁器击倒而在等待着他们的—— 也许有人会问:“是什么?
§914τάφων πατρῴων λαχαί.
”—— 乃是父亲墓地的挖掘。
§915δόμων μάλ᾽ ἀχάεσσ᾽ ἰὰ τοὺς §916προπέμπει δαϊκτὴρ γόος αὐ- §917τόστονος, αὐτοπήμων, §918δαϊόφρων, οὐ φιλογαθής, ἐτύμως §919δακρυχέων ἐκ φρενός, ἃ §920κλαιομένας μου μινύθει §921τοῖνδε δυοῖν ἀνάκτοιν.
从家里传出深沉的声音相送,那是撕心裂肺的哀哭,自叹,自受痛苦,心怀敌意,不喜欢乐,真实地从心底流下眼泪,这眼泪随着我为这两位君王哭泣而令我消瘦。
§922πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν §923ὡς ἐρξάτην πολλὰ μὲν πολίτας, §924ξένων τε πάντων στίχας §925πολυφθόρους ἐν δαΐ.
可以对这些可怜人说,他们在市民身上作了许多事,也对所有在战斗中毁灭的异乡人的队列作了许多。
§926<ἰὼ> δυσαίων σφ᾽ ἁ τεκοῦσα §927πρὸ πασᾶν γυναικῶν ὁπόσαι §928τεκνογόνοι κέκληνται.
哀哉,生育他们的母亲是极其不幸的,在所有被称为生育儿女的妇人之中。
§929παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα §930τούσδ᾽ ἔτεχ᾽, οἱ δ᾽ ὧδ᾽ ἐτελεύ- §931τασαν ὑπ᾽ ἀλλαλοφόνοις §932χερσὶν ὁμοσπόροισιν.
她将自己的孩子纳为丈夫,生下了这些孩子,而他们就这样死去了,死于互相残杀的、同胞手足之手。
§933ὁμόσποροι δῆτα καὶ πανώλεθροι, §934διατομαῖς ἀφίλοις, §935ἔριδι μαινομένᾳ, §936νείκεος ἐν τελευτᾷ.
确实是同胞手足且归于尽灭,由于那无情的分割,在疯狂的争斗中,在不和的终局里。
§937πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ §938ζόα φονορύτῳ §939μέμικται: κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.
仇恨已经平息,在流血的大地上,他们的生命已经融合;他们确实是同胞骨肉。
§940πικρὸς λυτὴρ νεικέων ὁ πόντιος §941ξεῖνος ἐκ πυρὸς συθεὶς §942θηκτὸς σίδαρος: πικρὸς δὲ χρημάτων §943κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ- §944αν τιθεὶς ἀλαθῆ.
争端的冷酷解决者是来自海上的异乡客,那从火中冲出的、磨砺过的铁刃;那冷酷的分配者阿雷斯也是邪恶的,他让父亲的诅咒化为真实。
§945ἔχουσι μοῖραν λαχόντες, ὦ μέλεοι, §946διοδότων ἀχέων: §947ὑπὸ δὲ σώματι γᾶς §948πλοῦτος ἄβυσσος ἔσται.
他们得到了自己的份额,可怜的人们,获得了神降的悲哀;在他们身体之下的土地,将有无底的财富。
§949ἰὼ πολλοῖς ἐπανθίσαντες §950πόνοισι γενεάν:
噢,你们这些用许多苦难装点一族的人。
§951τελευταῖαι δ᾽ ἐπηλάλαξαν §952Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου §953παντρόπῳ φυγᾷ γένους.
最后,诅咒女神们发出了尖锐的凯歌,当这一族转向彻底的溃败时。
§954ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις, §955ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή- §956σας ἔληξε δαίμων.
而毁灭的纪念碑已竖立在城门前,在他们被击倒的地方,在战胜了这两人之后,运命之神便止息了。
§957παισθεὶς ἔπαισας.
被击中了,你击中了对方。
§958δορὶ δ᾽ ἔκανες
你用枪矛杀死了他。
§959δορὶ δ᾽ ἔθανες
你因枪矛而死。
§960μελεόπονος.
惨痛地受劳苦。
§961μελεοπαθής.
惨痛地遭祸害。
§962ἴτω γόος.
让哀歌流淌吧。
§963ἴτω δάκρυ.
让眼泪流淌吧。
§964πρόκεισαι §965κατακτάς.
你躺在那里,在杀戮之后。
§966aἠέ.
呜呼!
§966bἠέ.
呜呼!
§967μαίνεται γόοισι φρήν.
心因哀歌而狂乱。
§968ἐν δὲ καρδία στένει.
心胸深处在叹息。
§969ἰὼ ἰὼ πάνδυρτε σύ.
噢,你这饱受哀悼的人啊。
§970σὺ δ᾽ αὖτε καὶ πανάθλιε.
还有你,同样是极度不幸的人。
§971πρὸς φίλου [γ᾽] ἔφθισο.
你死于友人手足之手。
§972καὶ φίλον ἔκτανες.
你也杀死了手足友人。
§973διπλᾶ λέγειν.
所说之话是双重的。
§974διπλᾶ δ᾽ ὁρᾶν.
所见之景是双重的。
§975ἄχεα δοιὰ τάδ᾽ ἐγγύθεν.
这双重的痛苦就在眼前。

词汇与语法注释

  1. 834κακόν με καρδίαν τι περιπίτνει κρύος. — 整体与部分双宾格(double accusative of whole and part)的例子。表示人的宾格 με(我)与表示其身体部位的宾格 καρδίαν(心)并列,结构上意为“冷气在我心中袭取我”。
  2. 836Θυιὰς ὥς — “犹如狂女(信奉巴克科斯的狂暴妇女)一般”。比喻手法,将哀恸的狂热状态比作狄俄尼索斯式的忘我与疯狂。
  3. 855πόμπιμον ... πίτυλον — 直译为“送行的桨动”。将送别死者时亲属用双手捶打头部的、有节奏且激烈的哀悼动作,比作船桨一致划动的声音与姿态。
  4. 857θεωρίδα — 通常指派往阿波罗圣地的明亮的“神圣使节船”(theoris),在此处则反向用于指代渡过阿刻戎河的卡戎之船,被称为“阿波罗不曾涉足、不见阳光、接纳一切的阴暗之船”。
  5. 871δυσαδελφόταται — “拥有最不幸兄弟的女子们啊”。由前缀 δυσ-(不幸的、不祥的)与 ἀδελφός(兄弟)构成的复合形容词最高级的呼格形式,是针对安提戈涅和伊斯墨涅的极具诗意的称呼。

引用这一段

埃斯库罗斯, 七将攻忒拜 §834-975. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg004.humanitext-grc1:834-975

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。