Humanitext Reader

埃斯库罗斯 · 七将攻忒拜 §976-1084

波吕尼刻斯葬礼禁令与安提戈涅的反抗

第 10 段,共 10 段 · 希腊语

内容简介

在安提戈涅和伊斯墨涅哀悼兄弟惨死之际,一名使者前来宣布城邦的政令:拯救国家的埃特奥克勒斯将获得荣誉安葬,而袭击国家的波吕尼刻斯则禁止埋葬。安提戈涅对此表示强烈反对,并誓言即使违抗禁令也要安葬她的兄弟。

§976πέλας ἀδελφέ᾽ ἀδελφεῶν.
兄弟们的近旁,噢,兄弟啊。
§977ἰὼ Μοῖρα βαρυδότειρα μογερά, §978πότνιά τ᾽ Οἰδίπου σκιά: §979μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
呜呼,带来沉重苦难的残酷命运啊,以及俄狄浦斯高贵的阴魂:黑暗的复仇女神啊,你确实拥有强大的力量。
§980aἠέ.
呜呼!
§980bἠέ.
呜呼!
§981δυσθέατα πήματα §982<τόνδ᾽> ἐδέξατ᾽ ἐκ φυγᾶς [ἐμοί].
这令人不忍目睹的灾难,是此人从流亡中归来时所承受的。
§983οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν.
他虽然杀死了对方,却也未能生还。
§984σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν.
虽获拯救,却失去了呼吸。
§985ὤλεσε δῆτ᾽ <ἄγαν>.
确实,他彻底丧失了生命。
§986καὶ τὸν ἐνόσφισεν.
而且他也夺去了对方的生命。
§987τάλαν γένος.
可怜的种族。
§988τάλαν πάθος.
可怜的灾难。
§989δίπονα κήδε᾽ ὁμαιμόνων.
同胞手足的双重忧患。
§990διέρ᾽ ἐπάλμενα πήματα.
袭面而来、泪水浸湿的痛苦。
§991ἰὼ Μοῖρα βαρυδότειρα μογερά, §992πότνιά τ᾽ Οἰδίπου σκιά: §993μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
呜呼,带来沉重苦难的残酷命运啊,以及俄狄浦斯高贵的阴魂:黑暗的复仇女神啊,你确实拥有强大的力量。
§994σὺ τοί νιν οἶσθα διαπερῶν, §995σὺ δ᾽ οὐδὲν ὕστερος μαθών, §996ἐπεὶ κατῆλθες ἐς πόλιν, §997δορός γε τῷδ᾽ ἀντηρέτας.
你确实在亲身历经中知晓了它,而你也没有更晚才明白,当你回到城邦,手持枪矛与此人对峙之时。
§998ὀλοὰ λέγειν. §999ὀλοὰ δ᾽ ὁρᾶν.
说来可怖,见之亦可怖。
§1000ἰὼ πόνος,
呜呼,苦难!
§1001ἰὼ κακά,
呜呼,灾祸!
§1002δώμασι καὶ χθονί, [πρὸ πάντων δ᾽ ἐμοί].
对于家邦与大地,尤其对于我。
§1003καὶ τὸ πρόσω γ᾽ ἐμοί: §1004ἰώ, δύστανε τῶν κακῶν ἄναξ.
而对于未来的我更是如此:呜呼,灾祸中可怜的君王。
§1005ἰὼ πάντων πολυστονώτατε.
呜呼,众人中最受哀悼的人。
§1006ἰώ, ποῦ σφε θήσομεν χθονός;
呜呼,我们该将他们安葬在大地的何处?
§1007ἰώ, ἔνθα τιμιώτατον.
呜呼,在最尊贵的地方。
§1008ἰὼ δαιμονῶντες ἐν ἄτᾳ.
呜呼,陷于毁灭狂热中的人们。
§1009ἰὼ πῆμα πατρὶ πάρευνον.
呜呼,那躺在父亲身旁的灾难。
§1010δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ §1011δήμου προβούλοις τῆσδε Καδμείας πόλεως: §1012Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ χθονὸς §1013θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς: §1014στέγων γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει, §1015ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ §1016τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
【使者】我必须向这座卡德摩斯城邦的民众评议员们宣布已通过且决定的事项:首先,关于这位埃特奥克勒斯,因其对国土的忠诚,决定将其安葬在祖国可亲的墓穴中:因为他抵御外敌,在城邦中选择了死亡,他对祖先的神圣祭仪虔敬无瑕,死在了年轻人以此为荣的疆场之上。
§1017οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν: §1018τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν §1019ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, §1020ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός, §1021εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ §1022τῷ τοῦδ᾽.
关于此人,确实已命令如此宣布:然而,关于他兄弟波吕尼刻斯的尸体,则决定将其弃置荒野、不予安葬,任由野狗撕咬,因他是卡德摩斯土地的毁灭者,若非有神明阻挡了他的枪矛。
ἄγος δὲ καὶ θανὼν κεκτήσεται §1023θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε §1024στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.
即便在死后,他也将承受背叛祖先神明的罪孽,因为他践踏神明,勾结外邦军队企图攻占城邦。
§1025οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ §1026ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν, §1027καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα §1028μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, §1029ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο.
因此,决定让他被飞鸟不名誉地“安葬”,以此作为他的惩罚,既没有筑墓的双手相伴,也不用悲切的哀歌表达敬意,更被剥夺了亲友送葬的体面。
§1030τοιαῦτ᾽ ἔδοξε τῷδε Καδμείων τέλει.
卡德摩斯的执政当局做出了如上的决定。
§1031ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω: §1032ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, §1033ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ §1034θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι
【安提戈涅】但我对卡德摩斯的领导者们宣称:即使没有其他人愿意共同安葬他,我也要亲手安葬他并甘冒危险,因为我是在安葬我的兄弟。
§1035ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει.
我绝不以对城邦进行这种不从的抗命为耻。
§1036δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, §1037μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
同胞骨肉的共同纽带是强大的,我们皆诞生于此,源自不幸的母亲和凄惨的父亲。
§1038τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν §1039ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.
因此,我的灵魂啊,愿你自愿去分担那不愿死者的灾难,以生者的身躯、同胞的心怀去陪伴死者。
§1040τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες §1041λύκοι πάσονται: μὴ δοκησάτω τινί.
然而此人的血肉,即便是饥肠辘辘的恶狼也绝不能吞食;谁也别想如此指望。
§1042τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγώ, §1043γυνή περ οὖσα, τῷδε μηχανήσομαι, §1044κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.
因为我自己,纵然身为女子,也要为他设法营造坟墓与安葬之所,用我精细亚麻长袍的衣褶运送泥土,亲手将他覆盖。
§1045καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν: §1046θάρσει, παρέσται μηχανὴ δραστήριος.
绝不容许任何人做出相反的决定:放心吧,必会有行之有效的办法。
§1047αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
【使者】我警告你,不可在此事上违抗城邦。
§1048αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.
【安提戈涅】我警告你,不要对我发布无用的宣告。
§1049τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
【使者】然而,刚刚脱离灾难的民众确实是严厉残暴的。
§1050τράχυν᾽: ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.
【安提戈涅】随他们粗暴去吧;但此人绝不会无人安葬。
§1051ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ;
【使者】但难道你要用坟墓去尊崇城邦所憎恨的人吗?
§1052ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.
【安提戈涅】关于此人的荣辱,神明早已做出了评判。
§1053οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
【使者】不,在他将这片土地推向危险之前或许如此,但现在不是了。
§1054παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
【安提戈涅】他遭受了不义,才以怨报怨。
§1055ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν.
【使者】但他的这一举动是针对所有人,而非仅针对那一个人。
§1056ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
【安提戈涅】争执乃是神明中最后一个终结辩论的。
§1057ἐγὼ δὲ θάψω τόνδε: μὴ μακρηγόρει.
【安提戈涅】但我就是要安葬他;别再罗唆了。
§1058ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.
【使者】那么,你就独断专行吧,但我在此严加禁止。
§1059ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς §1060Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα §1061γένος ὠλέσατε πρυμνόθεν οὕτως, §1062τί πάθω;
【歌队】噢,狂妄而毁灭宗族的死亡之灵与复仇女神啊,你们竟然如此将俄狄浦斯的一族连根拔起,我该承受什么?
τί δὲ δρῶ;
我该做什么?
τί δὲ μήσωμαι;
我该谋划什么?
§1063πῶς τολμήσω μήτε σὲ κλαίειν §1064μήτε προπέμπειν ἐπὶ τύμβον;
我怎敢既不为你哭泣,又不送你上坟地?
§1065ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι §1066δεῖμα πολιτῶν.
然而我害怕,在市民们的威吓面前退缩。
§1067σύ γε μὴν πολλῶν πενθητήρων §1068τεύξει: κεῖνος δ᾽ ὁ τάλας ἄγοος §1069μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
你确实会得到众人的哀悼;而那个不幸的人却只能在凄凉中离去,没有任何悼歌,唯有其胞姐一人的孤寂哭泣。
§1070εἶσιν: τίς ἂν οὖν τὰ πίθοιτο;
谁能容忍这样的事情?
§1071δράτω <τι> πόλις καὶ μὴ δράτω §1072τοὺς κλαίοντας Πολυνείκη. §1073ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν §1074αἵδε προπομποί.
无论城邦是否会惩罚那些为波吕尼刻斯哭泣的人,我们都要前去,作为送葬的队伍,共同埋葬他。
§1075καὶ γὰρ γενεᾷ κοινὸν τόδ᾽ ἄχος, §1076καὶ πόλις ἄλλως §1077ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια.
因为这哀恸是整个宗族所共有的,而且城邦在不同的时期,对于正义的标准也会有所不同。
§1078ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις §1079καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
而我们则要追随此人,正如城邦与正义所共同赞同的那样。
§1080μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν §1081ὅδε Καδμείων ἤρυξε πόλιν §1082μὴ ʼνατραπῆναι μηδ᾽ ἀλλοδαπῶν §1083κύματι φωτῶν §1084κατακλυσθῆναι τὰ μάλιστα.
因为在众神和宙斯的伟力之后,正是他挽救了卡德摩斯的城邦,免于覆灭,使它未被外邦侵略者的狂涛彻底淹没。

词汇与语法注释

  1. 982ἐδέξατ᾽ ἐκ φυγᾶς — 动词 ἐδέξατο(承受、接受)的主语是补入的代词 <τόνδε>(此人,即波吕尼刻斯)。ἐκ φυγᾶς 意为“从流亡中(归来)”,表示他在流亡归来后,立刻承受了这令人不忍目睹的悲惨灾难。
  2. 1010δοκοῦντα καὶ δόξαντ᾽ — 现在分词 δοκοῦντα(似乎合宜的、正在决定的事项)与不定过去时分词 δόξαντα(已决定的事项)并列。它指代城邦评议会中正在协商并已达成一致的官方政令。
  3. 1038θέλουσ᾽ ἄκοντι — 阴性单数主格分词 θέλουσα(自愿地)修饰主语 ψυχή(灵魂,阴性名词)。阳性单数与格 ἄκοντι(违愿地、不情愿地)指死去的兄弟波吕尼刻斯,并与命令式 κοινώνει(分担、分享)所要求的属格补足语 κακῶν(灾难)相关联。此句突出了生者自愿与死者被动的强烈对比。

引用这一段

埃斯库罗斯, 七将攻忒拜 §976-1084. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg004.humanitext-grc1:976-1084

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。