Humanitext Reader

埃斯库罗斯 · 七将攻忒拜 §430-522

从第二门至第四门的攻守将领

第 5 段,共 10 段 · 希腊语

内容简介

面对卡帕纽斯极其狂妄的威胁,厄忒俄克勒斯发出聚丰特斯迎战。接着,使者分别报告了第三门处的埃忒俄克洛斯与第四门处的希波墨冬,而厄忒俄克勒斯则对应派出了梅加柔斯与许珀耳比俄斯。

§430τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς §431μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν:
他将闪电与落雷比作正午的炎热。
§432ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, §433φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη: §434χρυσοῖς δὲ φωνεῖ γράμμασιν “Πρήσω πόλιν.
他的盾牌上有一个手持火把的裸体男子,他双手握着作为武器的燃烧着的松明,正在闪耀;并且用金字写着:“我将烧毁城邦。
§435τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,
” 对付这样的男子,你要派谁去? 谁将与之对抗?
§436τίς ἄνδρα κομπάσαντα μὴ τρέσας μενεῖ;
谁能毫无惧色地等待这个夸口之人?
§437καὶ τῷδε κόμπῳ κέρδος ἄλλο τίκτεται.
[厄忒俄克勒斯] 而从这狂言中,确实会产生另一种利益。
§438τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων §439ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος.
因为对于人们虚妄的念头,舌头会成为真实的告发者。
§440Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος, §441θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα §442χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν §443πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη:
卡帕纽斯作好了行动的准备,发出威胁,亵渎神明,并放纵他的口舌,虽为凡人却怀着虚妄之乐,向着天空吐出传向宙斯的、波涛般汹涌的言语。
§444πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον §445ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον §446μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
但我相信,正义地,那携带火力的雷霆将会降临在他身上,这绝非可比作太阳正午的炎热。
§447ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν, §448αἴθων τέτακται λῆμα, Πολυφόντου βία, §449φερέγγυον φρούρημα, προστατηρίας §450Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς.
对付他,即便他口舌过于狂妄,一个志气炽烈之人已被部署,那便是强壮的聚丰特斯,他是一个可靠的守卫,凭着守护女神阿耳忒弥斯的好意,以及其他诸神的力量。
§451λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
且说另一个在其他城门抽到签的人。
§452ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται, §453κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι, §454πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽ §455ἑδωλίων <μ᾽> ὑπερκόπῳ §456δορί ποτ᾽ ἐκλαπάξαι.
[歌队] 愿那对城邦大放厥词的人灭亡,愿雷霆之箭阻挡他,在他闯入我的家门之前,在他用狂妄的枪矛将我从少女的居所里驱逐出去之前。
§457[καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις] §458λέξω: τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος §459ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους, §460πύλαισι Νηίσταισι προσβαλεῖν λόχον.
[使者] 接着,在那之后抽到城门之签的人,我将道来:因为这第三个签给第三个埃忒俄克洛斯,从那仰放的、铸铜的盔中跃了出来,使他的队伍向着奈伊斯泰门发起冲锋。
§461ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας §462δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
他驱赶着套着额带、正吐着粗气的骏马,让它们打转,迫不及待要冲向城门。
§463φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον, §464μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
马嚼子发出了野蛮的呼啸声,充斥着它们鼻孔中喷出的傲慢之气。
§465ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον: §466ἀνὴρ [δ᾽] ὁπλίτης κλίμακος προσαμβάσεις §467στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
他的盾牌装饰得绝非寻常:一个重装步兵正沿着梯子的横档登向敌方的城楼,意欲将其摧毁。
§468βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς, §469ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.
此人同样用写好的文字叫嚷着:即便是阿瑞斯也不能将他从城楼上扔下来。
§470καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον §471πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
对付此人,你也应当派遣那可靠之人,去为这座城市挡开奴役的锁链。
§472πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ: §473καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων, §474Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους, §475ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων §476βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, §477ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, §478ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος §479ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
[厄忒俄克勒斯] 我已经派出了这个人,且伴随着某种幸运:确实,他已经被派遣,手中握着自己的狂妄(作为回答),梅加柔斯,克瑞翁之子,属于“播种人”的族类,他绝不会因为惧怕那些狂暴战马的嘶鸣响声而退避城门,他要么用死亡向大地偿还养育之恩,要么将(那敌将和盾牌上的)两个男人以及那座城市一并夺取,用战利品来装点他父亲的殿堂。
§480κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λόγων.
且去夸耀另一个人吧,不要吝啬你的言语。
§481ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ §482πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
[歌队] 我祈求此人获得好运,啊,我家园的先锋,并祈愿那些人遭遇不幸。
§483ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει §484μαινομένᾳ φρενί, τώς νιν §485Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
犹如他们以狂妄的心灵、对城邦吐露傲慢的言语一般,愿那裁决者宙斯怀着愤怒俯视他们。
§486τέταρτος ἄλλος, γείτονας πύλας ἔχων §487Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, §488Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος:
[使者] 另一个,第四个,守在邻近的翁卡·雅典娜之门的守卫,伴随叫喊声站立,那便是希波墨冬的巨大身躯和伟岸形象。
§489ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, §490ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ.
当他转动那如同巨大麦场一般的、圆形的盾牌时,我不禁战栗;我绝无虚言。
§491ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν §492ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι, §493Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα §494λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν:
看来那设计标志的人绝非庸才,正是他在盾牌上展现了如此杰作,那是提丰,正从他喷火的口中吐出黑色的浓烟,那是火焰变幻不定的姐妹。
§495ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος §496προσηδάφισται κοιλογάστορος κύκλου.
而蛇群交织盘旋成的网,已经紧紧贴在凹形圆盾的边缘。
§497αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει §498βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόνον βλέπων.
他自己高声呐喊,被阿瑞斯附身一般,犹如狂女般疯狂渴望战斗,眼中尽是杀机。
§499τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον: §500φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
应对这样一个人的挑衅,必须做好充分防范,因为恐怖已在城门前发出狂言。
§501πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἀγχίπτολις, §502πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν, §503εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον:
[厄忒俄克勒斯] 首先,那邻近城邦、位于城门之旁的帕拉斯·翁卡,因痛恨此人的狂妄,将会把他驱逐,犹如保护雏鸟免受恶蛇侵害。
§504Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος, §505ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων §506ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, §507οὔτ᾽ εἶδος οὔτε θυμὸν οὔθ᾽ ὅπλων σχέσιν §508μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.
而许珀耳比俄斯,奥诺普斯之尊贵后代,已被选中与此人一对一交锋,他渴望在命运危急关头探索自己的气数;无论在外表、气魄还是在甲胄装备上,他都无可挑剔,赫耳墨斯合情合理地让他们相遇。
§509ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται, §510ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων §511θεούς: ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει, §512Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος §513σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων: §514κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
因为将要对峙的男子与男子互为仇敌,他们将在各自的盾牌上,带来敌对的神明而相撞:因为一者拥有喷火的提丰,而在许珀耳比俄斯的盾牌上,父神宙斯正端坐耸立,手中燃烧并挥舞着霹雳;而且至今还从未有人见过宙斯在何处落败。
§515τοιάδε μέντοι προσφίλεια δαιμόνων.
诸神的眷顾正是如此。
§516πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων, §517εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ:
我们站在胜利者一边,而他们则在失败者一边,倘若宙斯在战斗中确实比提丰更为强大。
§519εἰκὸς δὲ πρᾶξαι κἄνδρας ὧδ᾽ ἀντιστάτας:
对峙的勇士们理所当然也会得到同样的结果。
§518Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος §520σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.
对于许珀耳比俄斯而言,按照盾牌标志的寓意,那位于盾牌上的宙斯自然会成为他的救主。
§521πέποιθα <δὴ> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽ §522ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
我深信,那在盾牌上拥有宙斯之对手、承受着大地上诞生的、不被喜爱的魔怪之形体的人……

词汇与语法注释

  1. 430-431μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν — 卡帕纽斯将宙斯的雷霆比作普通的“正午炎热”。这象征着他的狂妄(hybris),企图将神圣的绝对力量贬低为寻常的人类经验。
  2. 454-455πωλικῶν θ᾽ ἑδωλίων — 形容词 πωλικός(意为“马驹的”)在此处被比喻性地用来指代年轻的少女,使得该短语的意思为“少女的居室”。
  3. 459ἐξ ὑπτίου — 描绘了装有签的头盔被仰放并摇晃,从而使签跳出来的场景。这清楚地展示了当时通过摇晃头盔来进行抽签的方法。
  4. 518-520Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος ... σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς — 尽管在§519之后配置§518产生了一种反常的语序(或手稿上的混乱),但语法上它构成了如下句式:“对于许珀耳比俄斯而言(与格),按照盾牌标志的寓意,那画在上面的宙斯或许会成为他的救主。”

引用这一段

埃斯库罗斯, 七将攻忒拜 §430-522. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg004.humanitext-grc1:430-522

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。