Humanitext Reader

埃斯库罗斯 · 七将攻忒拜 §329-429

城破之悲与前两门的战将对峙

第 4 段,共 10 段 · 希腊语

内容简介

在歌队痛切地哀叹城邦陷落时残酷的掠夺与女性悲惨的命运之际,侦察兵与厄忒俄克勒斯登场。使者报告了普ροιτιδες门前狂妄的泰丢斯与迎击他的高洁战士美拉尼波斯的对峙,以及厄勒克特拉门前傲慢无比的巨人卡帕纽斯所带来的威胁。

§329ρηγνυμένων φαρέων.
衣服被撕裂。
§330βοᾷ δ᾽ ἐκκενουμένα πόλις, §331λαΐδος ὀλλυμένας μιξοθρόου: §332βαρείας τοι τύχας προταρβῶ.
被空置的城邦在喧嚣,随着混杂着各种声音的俘虏们走向毁灭;我确实提前恐惧着这沉重的命运。
§333κλαυτὸν δ᾽ ἀρτιτρόφοις ὠμοδρόποις §334νομίμων προπάροιθεν διαμεῖψαι §335δωμάτων στυγερὰν ὁδόν: §336τί γάρ;
而对于初长成的少女,在履行婚礼的仪式之前,便要离家踏上令人憎恶的道路,这实在是令人痛哭之事:因为凭什么呢?
φθίμενόν τοι προλέγω §337βέλτερα τῶνδε πράσσειν: §338πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ, §339ἒ ἔ, δυστυχῆ τε πράσσει.
我宣告死者比这些人过得更好:因为当城邦被征服时,唉,唉,它要遭受许多不幸。
§340ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ- §341ει, τὰ δὲ καὶ πυρφορεῖ: §342καπνῷ [δὲ] χραίνεται πόλισμ᾽ ἅπαν: §343μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας §344μιαίνων εὐσέβειαν Ἄρης.
有人拉走旁人,有人杀戮,有人放火:整个城镇都被烟雾所污染:疯狂的、征服人民的阿瑞斯吹拂着,玷污了虔敬。
§345κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, §346ποτὶ [πτόλιν] δ᾽ ὁρκάνα πυργῶτις: §347πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ στὰς δορὶ καίνεται: §348βλαχαὶ δ᾽ αἱματόεσσαι §349τῶν ἐπιμαστιδίων §350ἀρτιτρεφεῖς βρέμονται.
城中一片喧嚣,城墙前立起了攻城的罗网:男子对男子立定,被枪矛刺杀:怀中尚在哺乳、刚养育的婴儿,发出带血的啼哭。
§351ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες: §352ξυμβολεῖ φέρων φέροντι, §353καὶ κενὸς κενὸν καλεῖ, §354ξύννομον θέλων ἔχειν, §355οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι.
抢劫是到处奔跑者的同胞姊妹:负重抢夺者与负重者相遇,空手者呼唤空手者,想要结为同伙,他们贪求着既不少于、也不等于他人的分量。
§356τίν᾽ ἐκ τῶνδ᾽ εἰκάσαι λόγον πάρα;
从此中可以推测出怎样的结局?
§357παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει [κυρήσας], §358πικρὸν δ᾽ ὄμμα <τᾶν> θαλαμηπόλων: §360πολλὰ δ᾽ ἀκριτόφυρτος §361γᾶς δόσις οὐτιδανοῖς §362ἐν ῥοθίοις φορεῖται.
各种各样的果实坠落于地,令人痛心,女管家们的眼神满含痛苦:大地的丰厚赐予被无差别地混杂在一起,在无谓的急流中被冲走。
§363δμωίδες δὲ καινοπήμονες †νέαι: §364τλήμονες εὐνὰν αἰχμάλωτον† §365ἀνδρὸς εὐτυχοῦντος, αἷς §366δυσμενοῦς ὑπερτέρου §367ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν, §368παγκλαύτων ἀλγέων ἐπίρροθον.
而新遭苦难的年轻女奴们,不得不忍受胜利者的俘虏之床;对于她们来说,那战胜的敌人所带来的夜之结局,乃是被指望来冲刷这无尽悲伤之痛的。
§369ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ §370πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, §371σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν.
看啊,朋友们,在我看来,军队的侦察兵正给我们带来新的消息,他正急匆匆地迈动着双脚。
§372καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος §373εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν: §374σπουδὴ δὲ καὶ τοῦδ᾽ εὖ καταρτίζει πόδα.
确实,国王本人,奥狄浦斯之子,也正及时前来听取使者的报告;急切的神色同样催促着他的脚步。
§375λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, §376ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
[使者] 我对敌方的情况了如指掌,愿道出他们每人在城门前抽到了怎样的签。
§377Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν §378βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν §379ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται καλά.
泰丢斯已在普ροιτιδες门前咆哮,但预言家不许他渡过伊斯墨诺斯河的渡口;因为祭祀的预兆并不吉利。
§380Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος §381μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ: §382θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, §383σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
但泰丢斯狂暴不已,极度渴望战斗,像一条巨蟒在正午发出尖利的嘶鸣;他用侮辱之词痛击那聪慧的预言家、奥克勒斯之子,指责他因胆怯而向命运和战斗谄媚。
§384τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους §385σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ §386χαλκήλατοι κλάζουσι κώδωνες φόβον: §387ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε, §388φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον: §389λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, §390πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
他一边这样叫嚷,一边摇晃着头盔上垂下阴影的三重羽饰,而在他的盾牌之下,青铜铸造的铃铛震响出恐怖的气氛:他的盾牌上有着这样一个狂妄的标志:一片在星空下燃烧着的苍穹;而在盾牌正中,那最尊贵之星、黑夜之眼——一轮明亮的满月正闪闪发光。
§391τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς §392βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, §393ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, §394ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων.
他披挂着这般狂妄的甲胄肆意发狂,在河岸边渴望战斗地大声叫嚷,犹如一匹扣着缰绳、喘着粗气等待的战马,一听到军号之声便奋勇向前。
§395τίν᾽ ἀντιτάξεις τῷδε;
你将派谁来与此人对抗?
τίς Προίτου πυλῶν §396κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
当普ροιτιδες门门闩开启之时,谁有能力充当守护者?
§397κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ, §398οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα: §399λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.
[厄忒俄克勒斯] 任何男子的装束我都不会惧怕,标志也无法造成伤口;没有枪矛,羽饰和铃铛并不能咬人。
§400καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος §401ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, §402τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία τινί.
至于你所说的他盾牌上那片闪耀着天空星斗的黑夜,或许恰好会成为他某项愚蠢行为的预言者。
§403εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι, §404τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε §405γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, §406καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.
因为如果当他死去时,黑夜降临在他的双眼上,那么对于承载这一狂妄标志的人来说,这个名字确实会变得名副其实,而他自己也就预言了针对自己的这份狂妄。
§407ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον §408τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων, §409μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον §410τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.
而对抗泰丢斯,我将派出阿斯塔科斯的优秀之子充当这扇城门的守护者,他极为高贵,尊崇羞耻的王座,且痛恨狂妄的言论。
§411αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
因为他在可耻之事上表现迟钝,却绝非懦夫。
§412σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, §413ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος, §414Μελάνιππος: ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ:
美拉尼波斯是阿瑞斯所宽恕的“播种人”后裔中所萌发的根苗,完全是土生土长的人;而阿瑞斯将用战争的骰子来裁决其结果。
§415Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται §416εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
同血脉的正义确实派遣他前去,为生育他的母亲挡开敌人的枪矛。
§417τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν §418θεοὶ δοῖεν, ὡς δικαίως πόλεως §419πρόμαχος ὄρνυται: τρέμω δ᾽ αἱματη- §420φόρους μόρους ὑπὲρ φίλων §421ὀλομένων ἰδέσθαι.
[歌队] 愿神明赐予我们的战士以好运,因为他是正义地挺身而出、作为城邦的前锋;但我战栗,害怕看见亲人们在血腥的死亡中消逝。
§422τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί:
[使者] 愿诸神确实赐予此人这般好运。
§423Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις, §424γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου §425μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ, §426πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη:
而卡帕纽斯在厄勒克特拉门抽到了签,他是另一个巨人,比先前说到的那个还要高大,他的狂言超乎常人,正对城楼发出可怕的威胁——愿命运不要让其实现!
§427θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν §428καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς §429Ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
因为他说,无论神明愿意与否,他都要彻底毁灭这座城市,哪怕是宙斯的惩罚落在地上,也无法阻挡他的去路。

词汇与语法注释

  1. §333διαμεῖψαι — 不定动词 `διαμεῖψαι` 充当非人称表达 `κλαυτόν [ἐστι]`(“是令人痛哭之事”)的实质主语。其逻辑主语由与格复数 `ἀρτιτρόφοις ὠμοδρόποις`(“对于那些刚被抚养成人、便被粗暴摧折的少女们”)来表示,这里使用了关涉与格来限制不定式,而非更常见的对格。
  2. §367νύκτερον τέλος — `νύκτερον τέλος`(“黑夜的结局”或“死亡”)是不定式 `μολεῖν` 的主语,该结构依附于带有与格关系代词 `αἷς` 的 `ἐλπίς ἐστι`(“对于她们来说,有……的希望”)。短语 `παγκλαύτων ἀλγέων ἐπίρροθον`(“引来/冲刷万般悲痛者”)是 `νύκτερον τέλος` 的同格语。此句具有悲剧性的双重含义,既指被征服者强行占有的暗夜交合,也指作为最终解脱的死亡。
  3. §400νύκτα ταύτην — 句首的对格 `νύκτα ταύτην` 属于逆吸引(attractio inversa)现象,即先行词被拉入了修饰从句 `ἣν λέγεις...` 中关系代词 `ἣν` 的对格;或者它充当了先行对格(prolepsis),在逻辑上本应作为主句动词 `γένοιτο` 的主语(`νύξ`)。这一前置突出了泰丢斯盾牌上所绘“黑夜”的凶兆,预示着厄忒俄克勒斯的驳斥——这夜将成为他真正的死亡之夜。

引用这一段

埃斯库罗斯, 七将攻忒拜 §329-429. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg004.humanitext-grc1:329-429

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。