§219μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν §220ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽ §221ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽ §222ἁπτόμενον πυρὶ δαΐῳ.
[歌队] 愿在我的一生之中,诸神的这一集会永不离去,愿我永远不要看见这城邦被践踏,不要看见军队被敌人的烈火付之一炬。
[厄忒俄克勒斯] 不要一边呼求神明,一边出着愚蠢的谋划;因为顺从乃是成功之母,是救赎力量之源。
§225μήτηρ, γονῆς σωτῆρος: ὧδ᾽ ἔχει λόγος.
俗谚正是这样说的。
§226ἔστι: θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα: §227πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον §228κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων §229κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
[歌队] 诚然如此;然而神的力量还要更加高强;在艰难困苦之中,他常常将无能为力之人从重重灾祸中扶起,带离那低垂在眼前的阴云。
§230ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια §231θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων: §232σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
[厄忒俄克勒斯] 当敌人挑衅攻来之时,向神明献上祭品并寻求神谕,那是男人的职责;而你的本分则是保持沉默,安守在屋舍之内。
[歌队] 依靠诸神,我们居住在这座不屈的城邦之中,而城楼挡住了敌人的群蚁。
§235τίς τάδε νέμεσις στυγεῖ;
有什么神罚会憎恶这些呢?
§236οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος: §237ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, §238εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.
[厄忒俄克勒斯] 我绝非嫉恨你尊崇诸神的族类;但为了不使市民们变得丧胆懦弱,请你保持平静,切勿过度惊惶。
§239ποτίφατον κλύουσα πάταγον ἀνάμιγα §240ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, §241τίμιον ἕδος, ἱκόμαν.
[歌队] 听到混杂交错的撞击声,我怀着战栗的恐惧,来到了这座高耸的城堡,神圣的居所。
[厄忒俄克勒斯] 那么,如果你听说有人死亡或受伤,绝不要在哀号声中急忙随声附和。
§244τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
因为阿瑞斯正是以此为食,即凡人的杀戮。
§245καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων.
[歌队] 可是我确实听到了马匹的咆哮声。
§246μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.
[厄忒俄克勒斯] 那么,即便听到了,也切勿听得过于显露。
§247στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
[歌队] 城邦自地底发出呻吟,仿佛被围困一般。
§248οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
[厄忒俄克勒斯] 既然如此,仅由我来为此出谋划策就已足够。
§249δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.
[歌队] 我害怕极了,城门前的撞击声越来越大。
§250οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν;
[厄忒俄克勒斯] 你难道不能在城里保持沉默,只字不提这些事吗?
§251ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
[歌队] 噢,神明的合集,请不要背叛我们的城防。
§252οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσει τάδε;
[厄忒俄克勒斯] 滚去毁灭吧! 你难道不能保持沉默并忍受这些吗?
§253θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
[歌队] 噢,属于城邦的诸神,愿我不要落入奴役的境地。
§254αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ πᾶσαν πόλιν.
[厄忒俄克勒斯] 你自己正是将你自身以及整个城邦推入奴役的罪魁祸首。
§255ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
[歌队] 噢,全能的宙斯,将你的箭矢转向敌人吧。
§256ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
[厄忒俄克勒斯] 噢,宙斯,你赐予我们女人的,究竟是怎样的一种种族。
§257μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.
[歌队] 悲惨的种族,就像那些城邦陷落的男子一样。
§258παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;
[厄忒俄克勒斯] 怎么,你抚摸着神像,却又在说这种不祥之言吗?
§259ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
[歌队] 因为恐惧会在气馁中夺去舌头的控制。
§260αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
[厄忒俄克勒斯] 若你能对我所求之事给予轻易的应允。
§261λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.
[歌队] 请尽快说吧,我很快就会明白。
§262σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
[厄忒俄克勒斯] 保持安静,不幸的女人,不要吓坏了盟友。
§263σιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
[歌队] 我沉默了;我将与其他市民一同承受命运的安排。
§264τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
[厄忒俄克勒斯] 相比你之前的那些话,我更赞同你的这一承诺。
§265καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, §266εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς: §267κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ §268ὀλολυγμὸν ἱρὸν εὐμενῆ παιώνισον, §269Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς, §270θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
除此之外,请远离神像,做更好的祈祷,愿神明成为我们的盟友;并且,听了我的祈愿之后,你便发起神圣而虔敬的祭祀欢呼,这是希腊女子献祭时的风俗,能鼓舞友人,消除对敌人的恐惧。
§271ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς, §272πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις, §273Δίρκης τε πηγαῖς, ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω, §274εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης, §275†[μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, §276ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι §277θήσειν τροπαῖα, πολεμίων δ᾽ ἐσθήματα,] §278λάφυρα δᾴων δουρίπηχθ᾽ ἁγνοῖς δόμοις, §279στέψω πρὸ ναῶν, πολεμίων [δ᾽] ἐσθήματα. †
我将对这片土地的守护神明们,平野的主宰和市场秩序的看守者,以及狄耳刻之泉和伊斯墨诺斯之水起誓,若事态顺利且城邦得以保全,我将用羊群浸染诸神的圣坛,并向神明宰杀公牛,我如此誓愿:立起凯旋碑,并将敌人的衣物——这些用枪矛刺穿的敌军战利品,悬挂在神圣的殿宇前,悬挂敌人衣服作为装饰。
§280τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, §281μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν: §282οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
向神明作这样的誓愿吧,不要带着悲鸣,也不要发出徒劳而狂野的叹息;因为这样并不能帮你逃脱注定的命运。
§283ἐγὼ δέ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ §284ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον §285εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, §286πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους §287λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
而我呢,将亲自带着另外六个男儿,以大无畏的姿态,前往七门出口去迎击敌人;在此之前,仓卒的信使和飞传的急报可能尚未到达,也未曾因情势紧迫而引发骚乱。
§288μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ:
[歌队] 我心怀忧虑,恐惧使我的心无法安眠。
正如一只战栗不已的鸽子,为了巢中的雏鸟而极度惧怕那些同床的恶蛇。
τί γένωμαι;
我该怎么办?
无论如何,宙斯所生的神明啊,请拯救这城邦和卡德摩斯血统的军队。
§304ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον §305τᾶσδ᾽ ἄρειον, ἐχθροῖς §306ἀφέντες τὰν βαθύχθον᾽ αἶαν, §307ὕδωρ τε Διρκαῖον, εὐ- §308τραφέστατον πωμάτων §309ὅσων ἵησιν Ποσει- §310δᾶν ὁ γαιάοχος §311Τηθύος τε παῖδες.
如果你们把这片肥沃的土地和狄耳刻之水——大地保持者波塞冬及泰西丝之子们所赐予的、最能养育万物的甘泉——拱手让给敌人,你们还能换取什么比这更好的大地平原呢?
§312πρὸς τάδ᾽, ὦ πολιοῦχοι §313θεοί, τοῖσι μὲν ἔξω §314πύργων ἀνδρολέτειραν §315κῆρα, ῥίψοπλον ἄταν, §316ἐμβαλόντες ἄροισθε §317κῦδος τοῖσδε πολίταις.
为此,噢,守护城邦的诸神啊,请将杀人灭迹的死运和抛弃兵甲的毁灭,降在城墙之外的敌军身上,好为这里的市民赢得荣耀。
并成为城邦的拯救者,驻守在你们高尚的宝座上,俯允我们凄厉悲哀的祈求。
§321οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν §322Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν, §323δουλίαν ψαφαρᾷ σποδῷ §324ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν §325περθομέναν ἀτίμως, §326τὰς δὲ κεχειρωμένας ἄγεσθαι, §327ἒ ἔ, νέας τε καὶ παλαιὰς §328ἱππηδὸν πλοκάμων, περιρ-
将如此古老的城邦送往哈得斯,使其沦为枪矛之猎物,在崩塌的灰烬中沦为奴隶,因神意而被阿开亚人可耻地毁灭,实在令人哀怜;而那些被俘的女子,唉,唉,无论年轻还是年迈,都像马一样被揪着头发拉走,衣服被撕裂……