Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §917-997

赫尔墨斯的到来与逼问秘密的争锋

第 11 段,共 12 段 · 希腊语

内容简介

普罗米修斯坚信宙斯必将覆灭的预言,拒绝让步。此时宙斯的使者赫尔墨斯前来逼问秘密,普罗米修斯态度傲然,与赫尔墨斯激烈交锋并断然拒绝。

§917πιστός, τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος.
“他尽管狂妄地坐着吧,信赖着他手中的雷霆,”手中挥舞着喷火的箭矢。
§918οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ §919πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά: §920τοῖον παλαιστὴν νῦν παρασκευάζεται §921ἐπ᾽ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας: §922ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγα, §923βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον: §924θαλασσίαν τε γῆς τινάκτειραν †νόσον §925τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
因为这些东西根本无法保护他,免于不名誉地、难以忍受地坠落:他现在正为自己准备着这样一位对手,一个极难对付的怪物:他必将发明出比雷电更强烈的火焰,以及超越雷鸣的强大轰响;他还要粉碎那碎裂大地的海中灾星—— 三叉戟,即波塞冬的枪矛。
§926πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται §927ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
在遭受了这一灾祸之后,他将会明白,统治与服役之间的差别有多么巨大。
§928σύ θην ἃ χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.
歌队:你无疑是在把自己的愿望,当作对宙斯的诅咒吐露出来。
§929ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.
普罗米修斯:我说的是将要实现的事,而且也是我所期盼的事。
§930καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
歌队:难道我们还要期待有人会统治宙斯吗?
§931καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους.
普罗米修斯:是的,他将承受比这些更加沉重、难以忍受的痛苦。
§932πῶς δ᾽ οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;
歌队:你吐露出这样的话语,怎么会不感到害怕?
§933τί δ᾽ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;
普罗米修斯:关于一个不注定要死的人,我有什么可害怕的呢?
§934ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι.
歌队:但他可能会给你施加比这还要痛苦的折磨。
§935ὁ δ᾽ οὖν ποιείτω: πάντα προσδοκητά μοι.
普罗米修斯:那他就做吧;一切都在我的预料之中。
§936οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
歌队:凡是敬畏阿德剌斯忒亚的人都是明智的。
§937σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί.
普罗米修斯:去崇拜、去祈祷、去奉承当权的统治者吧!
§938ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
但对我来说,我对宙斯的关心比对虚无还少。
§939δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον §940ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
让他在这短暂的时间里随心所欲地行动、统治吧,因为他不会长久地统治众神。
§941ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, §942τὸν τοῦ τυράννου τοῦ νέου διάκονον: §943πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
但我看到了宙斯的那个跑腿者,那个新僭主的仆人;他来此必定是要宣布什么新消息。
§944σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, §945τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις §946πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω: §947πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους §948αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους: §949καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, §950ἀλλ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔκφραζε: μηδέ μοι διπλᾶς
赫尔墨斯:你这个智者,这个辛辣至极的人,这个对神犯下罪愆、将特权赐予朝生暮死之人的火贼,我就是在对你说话:父亲命令你,说出你所吹嘘的究竟是何种婚姻,他将因之而丧失权位;而且此事绝不可用谜语搪塞,而要一件件讲个清楚。
§951ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ᾽ ὅτι §952Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
普罗米修斯,别让我跑两趟腿;因为你看到了,宙斯绝不会被这种态度所软化。
§953σεμνόστομός γε καὶ φρονήματος πλέως §954ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
普罗米修斯:好一个狂妄自大、充满傲气的说辞,倒真配得上是神明的仆役。
§955νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ §956ναίειν ἀπενθῆ πέργαμ᾽: οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
你们这些年轻人刚刚当权,便以为自己居住在无忧无虑的城堡里。
§957δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
难道我没见过两位僭主从这些高处坠落吗?
§958τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι §959αἴσχιστα καὶ τάχιστα.
而我现在还要亲眼看见这第三位、现今的统治者,以最可耻、最迅速的方式坠落。
μή τί σοι δοκῶ §960ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;
你觉得我是在害怕并屈服于那些新神吗?
§961πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω.
差得远呢,根本不可能。
σὺ δὲ §962κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν: §963πεύσει γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
你还是顺着你来的路赶紧回去吧;因为你向我盘问的事,你休想听到一个字。
§964τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν §965ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
赫尔墨斯:然而,正是因为以前这种顽固不化,你才把自己扣留在这些痛苦之中。
§966τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, §967σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.
普罗米修斯:我的不幸处境,你当明确知晓,我是绝不愿拿去交换你的奴役服务的。
§968κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ §969ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
因为我认为在这块岩石上服役,也比做父亲宙斯的忠实使者要好得多。
§970οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
以此等轻蔑来对待傲慢之徒,理所当然。
§971χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
赫尔墨斯:你似乎很享受你当下的处境。
§972χλιδῶ;
普罗米修斯:我享受?
χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
但愿我能看到我的仇敌们也这样享受!
§973ἐχθροὺς ἴδοιμι: καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.
而你,也在我所说的这些人之中。
§974ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
赫尔墨斯:难道,你连你的不幸也要归咎于我吗?
§975ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, §976ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.
普罗米修斯:一句话,我痛恨所有的神明,他们受了我的恩惠,却不义地虐待我。
§977κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον.
赫尔墨斯:我听得出,你病得不轻,疯得厉害。
§978νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
普罗米修斯:如果憎恨仇敌也算是一种病,那我宁愿病着。
§979εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
赫尔墨斯:你要是得意起来,那才真叫人无法忍受。
§980τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
这句话,宙斯是不懂的。
§981ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος.
普罗米修斯:但渐渐老去的时间会教会一切。
§982καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.
赫尔墨斯:然而,你至今依然不懂得如何明理。
§983σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.
普罗米修斯:否则,我就不会跟身为仆役的你说话了。
§984ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
赫尔墨斯:看来,父亲所想知道的事,你是一样也不打算说了。
§985καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν.
普罗米修斯:可不是吗,既然我欠了他的恩情,我当然该向他报恩。
§986ἐκερτόμησας δῆθεν ὥστε παῖδά με.
赫尔墨斯:你果然是在把我当作小孩子一样戏弄。
§987οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος, §988εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
普罗米修斯:难道你不是个孩子,甚至比孩子还要愚蠢吗,如果你还指望能从我这儿打听到什么?
§989οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ §990προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, §991πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
在这折磨人的锁链被解开之前,绝无任何酷刑,也无任何手段,能让宙斯迫使我把这些事吐露出来。
§992πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ, §993λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι §994χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω:
因此,就让那炽热的烈火投掷下来吧,让那白翼的暴风雪和地底的轰鸣将一切搅得天翻地覆、混乱不堪吧!
§995γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι §996πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
因为这一切都不能使我屈服,去说出注定要将他推下僭主宝座的人是谁。
§997ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.
赫尔墨斯:那么现在,你且看看这些对你是否能有所助益吧。

词汇与语法注释

  1. 918τὸ μὴ οὐ — 在否定主语 οὐδὲν 和表示阻碍的动词 ἐπαρκέσει(防止、起作用)之后,构成双重否定结构,在此起到强调“无法防止(坠落)”的作用。
  2. 926πταίσας — 主格不定过去时分词,作时间或条件状语,支配与格短语 τῷδε πρὸς κακῷ,意为“在遭受了这一灾祸(绊倒)之后”。
  3. 933ᾧ θανεῖν οὐ μόρσιμον — 关系代词与格 ᾧ 依附于非人称谓语 [ἐστί] μόρσιμον 及不定式 θανεῖν,表示动作主体的与格(“对于我来说,死并非宿命”)。
  4. 978νοσοῖμ᾽ ἄν, εἰ — 混合条件句,主句使用 ἄν +希求法,条件从句使用直说法(εἰ στυγεῖν)。表示若憎恨仇敌被定性为病,那么自己现在确实算是病了的潜在判断。
  5. 985ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ — 现在分词 ὀφείλων 伴随主句动词 ἂν τίνοιμι,含有条件(如果我欠下恩情)或让步(即便我欠下恩情)的语气,整句表达了强烈的讽刺。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §917-997. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:917-997

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。