Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §827-916

伊奥后代的命运与狂乱离去

第 10 段,共 12 段 · 希腊语

内容简介

普罗米修斯通过叙述伊奥过去经过多多纳和伊奥尼亚海的旅程证明了自己的先知智慧,随后预言了她在埃及的未来、她将产下埃帕福斯,以及其后代达那俄斯之女们反抗强迫婚姻并最终诞生他的解救者的命运。此后伊奥因狂乱再次发作而逃离,歌队哀叹与高位神明联姻的恐怖并歌颂门当户对的重要性,而普罗米修斯则再次断言宙斯终将因傲慢而跌落王座。

§827ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, §828πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.
普罗米修斯:因此,我将省去最繁琐的话语,直接讲述你流浪的终点。
§829ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα, §830τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵνα §831μαντεῖα θᾶκός τ᾽ ἐστὶ Θεσπρωτοῦ Διός, §832τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες, §833ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως §834προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ §835μέλλουσ᾽ ἔσεσθαι: τῶνδε προσσαίνει σέ τι;
当你来到莫洛西亚的平原,以及那高峻的多多纳周围,在那里有着塞斯普罗托斯宙斯的神谕所和宝座,还有那令人难以置置的奇迹——会说话的橡树,你曾被它们毫无谜语地、清晰地称呼为:将来要成为宙斯显赫妻子的人。 这些事是否能触动你的记忆?
§836ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν §837κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας, §838ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζει δρόμοις:
从那里,你在牛虻的驱赶下,沿着海岸的道路奔向 Rhea 的巨大海湾,从此你便在折返的旅途中饱受风暴蹂躏。
§839χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, §840σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται, §841τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
而在将来的时代,这片海湾,你当明确知晓,将被称作伊奥尼亚海,作为你对所有凡人流浪旅程的纪念。
§842σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός, §843ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
这些就是我智慧的证据,证明它所看见的,远超过已经显露出的事物。
§844τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω, §845ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
至于余下的事,我将共同向你们和她说明,重新回到我先前话语的同一轨道上。
§846ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, §847Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι:
有一座名为卡诺波斯的城市,位于土地的尽头,紧邻尼罗河的河口与沙洲。
§848ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα §849ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
正是在那里,宙斯用他那无畏的手抚摸你,仅凭触碰便使你恢复神智。
§850ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων §851τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται §852ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα:
你将产下以宙斯的抚摸命名的黑皮肤的埃帕福斯,他将收获宽阔流淌的尼罗河所灌溉的全部土地。
§853πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις §854πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται §855θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
而在他之后的第五代,有五十个孩子组成的女系后裔,将违背意愿地重返阿耳戈斯,以逃避与堂表兄弟们同族通婚。
§856ἀνεψιῶν: οἱ δ᾽ ἐπτοημένοι φρένας, §857κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι, §858ἥξουσι θηρεύοντες οὐ θηρασίμους §859γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός:
而那些男人们,因情欲而心神狂乱,如同紧追鸽子的鹰隼,将前来猎取那不该被猎取的婚姻,但神明将拒绝让他们得到她们的身体。
§860Πελασγία δὲ δέξεται θηλυκτόνῳ §861Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει:
佩拉斯吉亚的土地将接纳她们,由于夜间的勇敢行动那些男人们将在女性亲自动手的杀戮战中被征服。
§862γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ, §863δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος:
因为每个妻子都夺去了丈夫的生命,在割喉中浸染了双刃的剑锋。
§864τοιάδ᾽ ἐπ᾽ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
愿这样的爱临到我的仇敌身上。
§865μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ §866κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται §867γνώμην: δυοῖν δὲ θάτερον βουλήσεται, §868κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος:
但情欲将说服女儿中的一人,使她不杀害同床者,她的决心将会动摇;在两者之中她宁可选择前者,即宁愿被称为懦夫,也不愿被称为杀人凶手。
§869αὕτη κατ᾽ Ἄργος βασιλικὸν τέξει γένος.
这名女子将在阿耳戈斯孕育出王室的血脉。
§870μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.
要清晰地详述这些,需要极长的篇幅。
§871σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς §872τόξοισι κλεινὸς <ἶνισ>, ὃς πόνων [ἐκ τῶνδ᾽] ἐμὲ §873λύσει.
然而,从这血脉中将诞生一位勇敢的、以射术闻名的子嗣,他将把我从这些劳苦中解救出来。
τοιόνδε χρησμὸν ἡ παλαιγενὴς §874μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις:
这样的一份神谕,是我那古老出生的母亲,提坦女神忒弥斯向我详述的。
§875ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ χρόνου §876εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
但至于如何以及通过何种方式,这些需要极长的时间来诉说,而且你就算完全听明白也无甚裨益。
§877ἐλελεῦ, ἐλελεῦ,
伊奥:哎呀,哎呀!
§878ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς §879μανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις §880χρίει μ᾽ ἄπυρος:
痉挛和击碎理智的狂热再次灼烧着我,牛虻的毒针在未着火的情况下刺痛着我。
§881κραδία δὲ φόβῳ φρένα λακτίζει.
我的心脏因恐惧而剧烈跳动。
§882τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην, §883ἔξω δὲ δρόμου φέρομαι λύσσης §884πνεύματι μάργῳ, γλώσσης ἀκρατής:
我的双眼骨碌碌地打转,被狂乱的恶风吹离了我的航道,舌头也失去了控制。
§885θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῆ §886στυγνῆς πρὸς κύμασιν ἄτης.
浑浊的话语在胡乱拍打,迎向这令人憎恶的毁灭之浪。
§887ἦ σοφὸς ἦ σοφὸς [ἦν] ὃς §888πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ- §889σᾳ διεμυθολόγησεν, §890ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ, §891καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων §892μήτε τῶν γέννᾳ μεγαλυνομένων §893ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
歌队:真是聪明,真是聪明啊,那最初在心中衡量这道理,并用舌头传述的人:在自己的阶层中缔结婚姻,是远为上策的,作为一个自食其力的劳动者,切勿去渴望与因财富而骄纵的人,或因门第而高傲的人联姻。
§894μήποτε μήποτέ μ᾽, ὦ §895<πότνιαι> Μοῖραι, λεχέων Διὸς εὐνά- §896τειραν ἴδοισθε πέλουσαν: §897μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
千万,千万不要,噢高贵的命运女神们啊,愿你们永远看不见我成为宙斯床榻的伴侣,也愿我不与任何来自天上的新郎结合。
§898ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν §899εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν §900δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
因为当我看到那拒绝夫君的伊奥,在赫拉降下的多难而艰辛的彷徨中受尽摧折,我不禁感到恐惧。
§901ἐμοὶ δ᾽ ὅτε μὲν ὁμαλὸς ὁ γάμος, §902ἄφοβος: [οὐ δέδια:]: μηδὲ κρεισσόνων θεῶν
但对我而言,只要婚姻是门当户对的,便无所畏惧;我不害怕。
§903[ἔρως] ἄφυκτον ὄμμα προσδράκοι με.
愿更高神明那无法逃脱的爱欲之眼,千万不要注视着我。
§904ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος: §905οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν: τὰν Διὸς γὰρ οὐχ ὁρῶ §906μῆτιν ὅπα φύγοιμ᾽ ἄν.
这场战争确实无法交锋,在无路之处开辟道路;我也不知道自己会落得什么下场,因为我看不出能从哪里逃脱宙斯的谋划。
§907ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδη φρονῶν, §908ἔσται ταπεινός, οἷον ἐξαρτύεται §909γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος §910θρόνων τ᾽ ἄιστον ἐκβαλεῖ: πατρὸς δ᾽ ἀρὰ
普罗米修斯:然而,宙斯虽然心思狂妄,终将变得卑下,因为他正准备缔结这样的一场婚姻,它将把他从僭主之位和宝座上无影无踪地抛下。
§911Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται, §912ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
而他父亲克洛诺斯的诅咒,届时将完全兑现,那是他从古老宝座上跌落时所立下的诅咒。
§913τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν §914δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
这样的一场劳苦的避难之路,除了我,神明中没有一个能向他明确地指出。
§915ἐγὼ τάδ᾽ οἶδα χᾦ τρόπῳ.
我知晓这些事,并且知晓其方式。
πρὸς ταῦτά νυν §916θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
因此现在,让他依仗着天空中的轰鸣,狂妄地坐着吧。

词汇与语法注释

  1. §835προσσαίνει — 动词 σαίνω(摇尾巴、谄媚)的复合词。在此处作隐喻使用,意为“温柔地触动心弦”或“唤醒记忆”,询问伊奥是否对多多纳的往事有所触动。
  2. §843ὡς δέρκεται — 连词 ὡς 引导名词性从句,解释前一行 σημεῖα(证据、迹象)的具体内容:“(证据证明)我的智慧所见远超已显露的事物”。
  3. §859φθόνον δὲ σωμάτων ἕξει θεός — 直译为“但神明将对(她们的)身体怀有嫉妒(拒绝)”。这一否定性表达意指,为了保护达那俄斯的女儿们免受堂表兄弟们的强迫婚姻,神明将拒绝让埃及的儿子们占有她们的身体。
  4. §865τὸ μὴ κτεῖναι — 带有否定词 μὴ 的不定式 κτεῖναι 加上冠词 τό 构成的名词性不定式。它作为主动词 θέλξει(诱惑、说服)的宾语,或作为 ἵμερος(情欲、渴望)的同位语,具体解释其内容,意为“不杀害同床者的(情欲将诱惑她)”。
  5. §904ἄπορα πόριμος — “在无路(不可能)之处开辟道路”的修辞学矛盾修饰法(oxymoron)。这强调了无法逃脱神明爱欲的必然性,形容即便身处绝境、毫无退路,那股无情的力量仍旧强行推进的恐怖。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §827-916. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:827-916

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。