Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §998-1093

赫尔墨斯的宣判与风暴中的终局

第 12 段,共 12 段 · 希腊语

内容简介

普罗米修斯与赫尔墨斯的对决最终决裂,赫尔墨斯预言了不愿屈服的普罗米修斯将面临更为残酷的折磨。歌队选择与普罗米修斯共担命运,全剧在普罗米修斯于宙斯降下的天崩地裂的大风暴中控诉自己所受的不公待遇中落下帷幕。

§998ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
普罗米修斯:这些事情早已被看清并决定了。
§999τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε §1000πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.
赫尔墨斯:下定决心吧,愚蠢的人啊,终于下定决心吧,面对眼前的痛苦,做出正确的思考。
§1001ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.
普罗米修斯:你徒劳地烦扰我,就像在劝说波涛。
§1002εἰσελθέτω σε μήποθ᾽ ὡς ἐγὼ Διὸς §1003γνώμην φοβηθεὶς θηλύνους γενήσομαι, §1004καὶ λιπαρήσω τὸν μέγα στυγούμενον §1005γυναικομίμοις ὑπτιάσμασιν χερῶν §1006λῦσαί με δεσμῶν τῶνδε: τοῦ παντὸς δέω.
绝对不要指望我会因为惧怕宙斯的意图而变得懦弱像个女人,并且向我极度痛恨的人以模仿女人的、双手朝天的姿态哀求他将我从这锁链中解脱:我绝不会这样做。
§1007λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν: §1008τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει λιταῖς §1009ἐμαῖς: δακὼν δὲ στόμιον ὡς νεοζυγὴς §1010πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει.
赫尔墨斯:看来我说了很多,而且都是白说了;因为你对我的劝告没有丝毫动摇,也没有软化;而像匹新套上轭的幼马,咬着嚼子挣扎,与缰绳搏斗。
§1011ἀτὰρ σφοδρύνει γ᾽ ἀσθενεῖ σοφίσματι.
然而你凭着这薄弱的诡计,不过是虚张声势。
§1012αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς §1013αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
因为对于不通情理的人来说,顽固本身就其自身而言,比什么都毫无力量。
§1014σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις, §1015οἷός σε χειμὼν καὶ κακῶν τρικυμία §1016ἔπεισ᾽ ἄφυκτος: πρῶτα μὲν γὰρ ὀκρίδα §1017φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ §1018πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας §1019τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει.
但你想想,如果你不听从我的话,将有什么样的暴风雨和三倍的灾难巨浪,不可避免地向你袭来;因为首先,父亲将用雷鸣和闪电的烈火,撕碎这片险峻的山谷,并将你的身体隐藏,岩石的怀抱将紧紧禁锢你。
§1020μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου §1021ἄψορρον ἥξεις εἰς φάος: Διὸς δέ σοι §1022πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως §1023διαρταμήσει σώματος μέγα ῥάκος, §1024ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, §1025κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινάσεται.
在度过了一段漫长的时间之后,你将重见天日;而宙斯的有翼之犬——那只嗜血的猛鹫,将贪婪地撕碎你身上大块的残躯,它会像一个不请自来的食客,整日悄然爬来,贪婪地吞食你那被啄得焦黑的肝脏。
§1026τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα, §1027πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων §1028φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν §1029Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη.
对于这样的劳苦,你绝不要指望有什么终点,直到有某个神明出现,作为你痛苦的继承者,并自愿前往那没有光明的冥府,以及塔尔塔罗斯那阴暗的深渊。
§1030πρὸς ταῦτα βούλευ᾽: ὡς ὅδ᾽ οὐ πεπλασμένος §1031ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος: §1032ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα §1033τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ.
为此你当好好思量;因为这绝不是凭空编造的威吓,而是千真万确的说辞;因为宙斯的口并不懂得说谎,而是会实现每一个字。
σὺ δὲ §1034πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν §1035εὐβουλίας ἀμείνον᾽ ἡγήσῃ ποτέ.
你当环顾并审思,绝不要认为顽固比明智的深思熟虑更好。
§1036ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται §1037λέγειν: ἄνωγε γάρ σε τὴν αὐθαδίαν §1038μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
歌队:在我们看来,赫尔墨斯所说的话并非不合时宜;因为他命令你摒弃顽固,去寻求那明智的深思熟虑。
§1039πιθοῦ: σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
听从吧;因为对于智者来说,犯错是可耻的。
§1040εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας §1041ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς §1042ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.
普罗米修斯:其实,对我这个早已知晓的人,这个人叫嚣了这些消息,而仇敌被仇敌施以虐待,也绝非什么不体面的事。
§1043πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω μὲν §1044πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽ §1045ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽ §1046ἀγρίων ἀνέμων: χθόνα δ᾽ ἐκ πυθμένων §1047αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, §1048κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ §1049συγχώσειεν τῶν τ᾽ οὐρανίων §1050ἄστρων διόδους: εἴς τε κελαινὸν §1051Τάρταρον ἄρδην ῥίψειε δέμας §1052τοὐμὸν ἀνάγκης στερραῖς δίναις: §1053πάντως ἐμέ γ᾽ οὐ θανατώσει.
因此,让那双刃的烈火之发向我投掷过来吧,让天空被雷鸣和狂暴狂风的痉挛所激荡;让狂风将大地从根基处、连同根部一起动摇,让海浪伴随着汹涌的轰鸣,混合起来,并掩埋天上星辰的轨道;让他在必然的坚固漩涡中,将我的身体彻底扔进黑暗的塔尔塔罗斯;无论如何,他绝对无法将我置于死地。
§1054τοιάδε μέντοι τῶν φρενοπλήκτων §1055βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι.
赫尔墨斯:然而,这般狂人的心思和言语,也只能在疯子那里听到。
§1056τί γὰρ ἐλλείπει μὴ <οὐ> παραπαίειν §1057ἡ τοῦδ᾽ εὐχή;
因为他的祈求哪里算不上是疯狂?
τί χαλᾷ μανιῶν;
它在狂妄上又有什么收敛?
§1058ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ πημοσύναις §1059συγκάμνουσαι ταῖς τοῦδε τόπων §1060μετά ποι χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς, §1061μὴ φρένας ὑμῶν ἠλιθιώσῃ §1062βροντῆς μύκημ᾽ ἀτέραμνον.
但无论如何,你们这同情他在此地所受苦难的人,赶紧从这里动身去别处吧,免得雷霆那无情的咆哮震坏了你们的心智。
§1063ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽ §1064ὅ τι καὶ πείσεις: οὐ γὰρ δή που §1065τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
歌队:说些别的能说服我的话并劝告我吧;因为你绝不应该顺便带出这令人无法容忍的话语。
§1066πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν;
你怎能命令我践行懦弱?
§1067μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω: §1068τοὺς προδότας γὰρ μισεῖν ἔμαθον, §1069κοὐκ ἔστι νόσος §1070τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον.
我愿与他一同承受必须承受的一切;因为我已学会痛恨背叛者,而对于这一病症,没有比这更令我唾弃的了。
§1071ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ προλέγω §1072μηδὲ πρὸς ἄτης θηραθεῖσαι §1073μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽ §1074ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον §1075πῆμ᾽ εἰσέβαλεν: μὴ δῆτ᾽, αὐταὶ δ᾽ §1076ὑμᾶς αὐτάς.
赫尔墨斯:但无论如何,记住我预先给出的警告,在被灾祸捕获时,不要抱怨运气,也决不要说是宙斯将你们抛入了未曾预料的灾难中;绝非如此,而是你们自己将自己推了进去。
εἰδυῖαι γὰρ §1077κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως §1078εἰς ἀπέραντον δίκτυον ἄτης §1079ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας.
因为你们心知肚明,既非突然,也非暗中,而是会因为自己的愚蠢,被缠绕在灾祸那无边无际的网罗之中。
§1080καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ §1081χθὼν σεσάλευται.
普罗米修斯:确实,不再是言语,而是实际行动中,大地已经震颤。
§1082βρυχία δ᾽ ἠχὼ παραμυκᾶται §1083βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι §1084στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν §1085εἱλίσσουσι: σκιρτᾷ δ᾽ ἀνέμων §1086πνεύματα πάντων εἰς ἄλληλα §1087στάσιν ἀντίπνουν ἀποδεικνύμενα: §1088ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ.
地底雷鸣的轰响在低沉地吼叫,闪电那炽热的螺旋正喷薄闪烁,旋风卷起了尘土;所有风的呼啸都在跃动,彼此冲撞,展现出逆向吹袭的抗争;天空与大海混杂在一起。
§1089τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν §1090τεύχουσα φόβον στείχει φανερῶς.
这般来自宙斯的狂袭,带着恐惧,正显然朝我逼近。
§1091ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων §1092αἰθὴρ κοινὸν φάος εἱλίσσων, §1093ἐσορᾷς μ᾽ ὡς ἔκδικα πάσχω.
哦,我神圣的母亲,哦,将万物共通的光明旋转运行的太空,你们看见我正承受着多么不公的虐待!

词汇与语法注释

  1. §1001κῦμ᾽ ὅπως — 比较连词 ὅπως 被置于名词 κῦμα 之后的诗歌语序倒装(hyperbaton)例证。其作用等同于 ὡς(“如同波涛”),意指赫尔墨斯的劝说像对波浪说话一样徒劳无功。
  2. §1002εἰσελθέτω σε μήποθ᾽ ὡς — 动词 εἰσέρχομαι 与宾格(σε)连用,表示“(想法等)进入某人脑海”的无宾格惯用表达。随后的 ὡς 从句相当于 ὅτι 从句,引导该想法的具体内容。整句字面意为“绝不要让……的想法进入你的脑海”。
  3. §1012τῷ φρονοῦντι μὴ καλῶς — 与格分词短语,起条件作用(“对于不能正确思考的人”)。此处使用否定词 μή 而非 οὐ,表明该分词并非指具体个人,而是指代一种普遍的条件或类别(“如果不能正确思考”)。
  4. §1056μὴ <οὐ> παραπαίειν — 带有双重否定 μὴ οὐ 的不定式,接在含有无宾格表达的疑问句 τί γὰρ ἐλλείπει(“还缺少什么?”)之后。这构成了一个强烈的反问:“他的祈求还缺少什么才不算是发疯?”(即什么都不缺,完全就是疯狂本身)。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §998-1093. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:998-1093

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。