Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §86-188

普罗米修斯的哀歌与俄刻阿尼得斯的到来

第 2 段,共 12 段 · 希腊语

内容简介

在克拉托斯等人离去后,普罗米修斯向大自然控诉自己被缚的遭遇,随后听闻铁器撞击声的俄刻阿诺斯女儿们(歌队)匆忙赶来,并在悲悯中与他展开对话,听其揭示出关于宙斯未来的秘密预言。

§86καλοῦσιν: αὐτὸν γάρ σε δεῖ προμηθέως, §87ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσει τέχνης.
克拉托斯:神明确实是这样称呼你的。 但你自个儿需要一个“普罗米修斯”(先见之明),才能知道以何种方式从这道枷锁的技艺中脱身。
§88ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί, §89ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων §90ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ, §91καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ: §92ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.
普罗米修斯:神圣的天空,疾风的双翼,江河的源泉,以及大海波涛那无数的微笑,万物之母的大地,还有你,看尽一切的太阳圆盘啊,我呼唤你们:瞧瞧我,一个神,在神明的手中遭受着怎样的苦难!
§93δέρχθηθ᾽ οἵαις αἰκίαισιν §94διακναιόμενος τὸν μυριετῆ §95χρόνον ἀθλεύσω.
看着我,被怎样的凌虐撕扯着,在一万年的时间里,我将要痛苦挣扎。
§96τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων §97ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
如此不名誉的枷锁,由那极乐神明的新统治者针对我而发明。
§98φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον §99πῆμα στενάχω, πῇ ποτε μόχθων §100χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.
哀哉,哀哉! 我为眼前的和将要到来的苦难呻吟,不知这些劳苦的终点,究竟注定在何处升起。
§101καίτοι τί φημι;
然而,我究竟在说什么?
πάντα προυξεπίσταμαι §102σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον §103πῆμ᾽ οὐδὲν ἥξει.
我已预先知晓一切将要发生的事,克晰明了,没有任何突如其来的痛苦会降临于我。
τὴν πεπρωμένην δὲ χρὴ §104αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι §105τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.
但我必须将这命定的运命尽可能轻松地承受,因为我知道必然的力量是无可抗拒的。
§106ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας §107οἷόν τέ μοι τάσδ᾽ ἐστί.
可是,对于我的这些遭遇,我既不能保持沉默,也不能不保持沉默。
θνητοῖς γὰρ γέρα §108πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας:
因为将特权赠予了凡人,我这可怜人便被套在了这些必然的枷锁之中。
§109ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς §110πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης §111πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
我寻获了那装在茴香茎中被窃的火之源泉,它成了凡人一切技艺的教师,也是伟大的资源。
§112τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω §113ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
这就是我为自己的过错而偿还的代价,也就是在露天之下被钉在锁链中。
§114ἆ ἆ [ἔα ἔα].
啊,啊!
§115τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής, §116θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;
这是什么? 什么声音,什么无形的香气向我飞来,是神差遣的,还是凡人,或者是两者混合的?
§117ἵκετο τερμόνιον ἐπὶ πάγον §118πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
是有人来到这极境的岩石,来当我的苦难的旁观者,还是究竟怀着什么意图?
§119ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν, §120τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς §121δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι §122τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν, §123διὰ τὴν λίαν φιλότητα βροτῶν.
看看我,一个被锁链束缚、命运悲惨的神,宙斯的仇敌,成为了所有进出宙斯宫殿的神明所憎恶的对象,因为我对凡人过分的热爱。
§124φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω §125πέλας οἰωνῶν;
呜呼,呜呼! 我又听到了什么沙沙声在鸟群附近?
αἰθὴρ δ᾽ ἐλαφραῖς §126πτερύγων ῥιπαῖς ὑποσυρίζει.
空气正随着双翼轻轻的拍击而发出低语。
§127πᾶν μοι φοβερὸν τὸ προσέρπον.
一切向我逼近的事物都令我恐惧。
§128μηδὲν φοβηθῇς: φιλία γὰρ ἅδε τάξις
歌队:不要害怕!
§129πτερύγων θοαῖς ἁμίλλαις §130προσέβα τόνδε πάγον, πατρῴας §131μόγις παρειποῦσα φρένας.
因为我们这支友好的队伍伴着双翼迅疾的竞争来到了这座岩山,是在艰难地劝服了我们父亲的心意之后。
§132κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι: §133κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων §134μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ: §135σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.
疾驰的微风将我们送来;因为铁器撞击的回响穿透了我们洞穴的深处,惊扰了我们庄重的羞怯;于是我没穿鞋就乘着有翼的战车急匆匆赶来。
§136αἰαῖ αἰαῖ,
普罗米修斯:哀哉,哀哉!
§137τῆς πολυτέκνου Τηθύος ἔκγονα, §138τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου §139χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες §140πατρὸς Ὠκεανοῦ, §141δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ, §142προσπορπατὸς τῆσδε φάραγγος §143σκοπέλοις ἐν ἄκροις §144φρουρὰν ἄζηλον ὀχήσω.
育有众多子女的忒堤斯之后代,环绕整个大地的、以不眠之流流淌的父亲俄刻阿诺斯的女儿们啊,看啊,瞧瞧我,被怎样的锁链禁锢在这峡谷的顶峰,在最高的岩石上,我将承受那无人羡慕的守望。
§145λεύσσω, Προμηθεῦ: φοβερὰ δ᾽ ἐμοῖσιν ὄσσοις §145aὁμίχλα προσῇξε πλήρης §146δακρύων σὸν δέμας εἰσιδοῦσαν §147πέτραις προσαυαινόμενον §148ταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις:
歌队:我看到了,普罗米修斯;泪水交织的恐惧迷雾冲上了我的双眼,当我看到你的身体在这些岩石上干瘪在这些金刚石束缚的凌虐中。
§149νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου: §150νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει, §151τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
因为新的掌舵者们统治着奥林匹斯,宙斯正以新的律法实行无道的统治,曾经强大的一切,如今他将其消灭。
§152εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ Ἅιδου §153τοῦ νεκροδέγμονος εἰς ἀπέραντον §154Τάρταρον ἧκεν, §155δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, §156ὡς μήτε θεὸς μήτε τις ἄλλος §157τοῖσδ᾽ ἐπεγήθει.
普罗米修斯:噢,要是他把我打入地底,在接纳死者的哈得斯之下,打入那无尽的塔尔塔罗斯,用无法解开的锁链残暴地将我束缚,使得神明和任何其他人都无法为此而幸灾乐祸,那该多好!
§158νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας §159ἐχθροῖς ἐπίχαρτα πέπονθα.
可是现在,我这可怜人成了空中的玩物,遭受着令仇敌快意的折磨。
§160τίς ὧδε τλησικάρδιος §161θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
歌队:众神之中谁会如此铁石心肠,以至于对这些感到快意?
§162τίς οὐ ξυνασχαλᾷ κακοῖς §163τεοῖσι, δίχα γε Διός;
除了宙斯,谁不为你的痛苦而同情?
ὁ δ᾽ ἐπικότως ἀεὶ §164θέμενος ἄγναμπτον νόον §165δάμναται οὐρανίαν §166γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ, §167ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
但他总是愤怒地保持着不屈的心,压制着天上的种族,他绝不会停止,直到他满足了自己的心愿,或者有人用某种计谋夺取了他这难以被攻破的王权。
§168ἦ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς §169ἐν γυιοπέδαις αἰκιζομένου, §170χρείαν ἕξει μακάρων πρύτανις, §171δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὅτου §172σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
普罗米修斯:确实,尽管我正承受着肢体上强固锁链的折磨,极乐众神的统领依然将需要我,来指出那项将剥夺他王笏与特权的新阴谋。
§173καί μ᾽ οὔτε μελιγλώσσοις πειθοῦς §174ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽ §175οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ §176καταμηνύσω, §177πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ §178ποινάς τε τίνειν §179τῆσδ᾽ αἰκίας ἐθελήσῃ.
他既不能用蜜语般的劝说咒语迷惑我,我也绝不会在他严酷的威胁下退缩,绝不吐露此事,直到他将我从这残酷的锁链中解脱,并愿意为这桩暴行偿付代价。
§180σὺ μὲν θρασύς τε καὶ πικραῖς §181δύαισιν οὐδὲν ἐπιχαλᾷς, §182ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
歌队:你很勇猛,对痛苦的折磨绝不让步,并且你说话太自由了。
§183ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος: §184δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις, §185πᾷ ποτε τῶνδε πόνων §186χρή σε τέρμα κέλσαντ᾽ ἐσιδεῖν: ἀκίχητα γὰρ
但穿刺般的恐惧动摇了我的心;我为你的命运感到担忧,纳闷这些劳苦你究竟何时才能靠岸看见终点。
§187ἤθεα καὶ κέαρ ἀπαράμυθον ἔχει Κρόνου παῖς.
因为无法接近的是脾气,无法抚慰的是心,克洛诺斯之子便是如此。
§188οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ
普罗米修斯:我知道他是严酷的,把正义据为己有……

词汇与语法注释

  1. §86προμηθέως — 句式为 δεῖ + 人称代词宾格 (σε) + 属格,意为“你需要……”。此处将专有名词“普罗米修斯(意为‘先见之明’)”与其作为普通名词的含义“先见之明、远见”作了双关处理。
  2. §104γιγνώσκονθ᾽ — 阳性单数宾格现在分词 γιγνώσκοντα 的省音形。它与非人称动词 χρή 所要求的不定式 φέρειν 的隐含主语(即“我”的宾格形式)保持一致。
  3. §145aεισιδοῦσαν — 阴性单数宾格分词。尽管前面出现了与格的 ἐμοῖσιν ὄσσοις(在我眼中),但分词却使用了宾格,与主句中省略的、表示感知主体的宾格代词(μέ)一致,这是一个文法不一致(anacoluthon)的典型例子。
  4. §152εἰ γάρ ... ἧκεν — 连词 εἰ γάρ 后接直陈式过去时(ἧκεν, ἧκεν),表示过去未能实现的愿望(“要是他曾把我投入……该有多好”)。随后引导目的从句的 ὡς ... ἐπεγήθει 也采用直陈式过去时,以契合主句的反事实语气,强调这一设想并未发生。
  5. §170δεῖξαι — 目的不定式。修饰名词短语 χρείαν ἕξει(将需要),表示目的或结果,即“将需要我……来揭示”。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §86-188. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:86-188

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。