§189τὸ δίκαιον ἔχων Ζεύς: ἀλλ᾽ ἔμπας [ὀίω]
普罗米修斯:把正义据为己有。
§190μαλακογνώμων §191ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ: §192τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν §193εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα §194σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.
但无论如何,[我认为]他那温和的心思终会到来,当他以此种方式遭到重创之时;抚平了那顽固的愤怒,与我达成盟约与友好,向着热切的我,他也会热切地在某天走来。
§195πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον, §196ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι, §197οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται: §198δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
歌队:揭示一切,向我们说个明白,宙斯究竟因何指控抓住了你,以如此不名誉而残酷的方式凌虐你:请告诉我们,如果倾诉并不会对你有所损害。
普罗米修斯:于我而言,诉说这些是痛苦的,而保持沉默也是痛苦,无论怎样都是不幸。
§201ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου §202στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο, §203οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, §204ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν §205σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν, §206ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν §207Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, §208οὐκ ἠδυνήθην: αἱμύλας δὲ μηχανὰς §209ἀτιμάσαντες καρτεροῖς φρονήμασιν §210ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν:
当神明最初燃起怒火,彼此之间的内讧被挑起之时,一方渴望将克洛诺斯从宝座上驱逐,好让宙斯——正如他们所言——成为统治者;另一方则相反,极力争取不让宙斯统治众神,在那时,我筹谋着最稳妥的计策,试图去劝说天空与大地之子提坦巨人们,但是我未能办到;他们轻视了机巧的计策,凭着刚愎自用的心思,以为无需辛劳便能凭武力主宰一切。
§211ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις, §212καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, §213τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει, §214ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν §215χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
然而,我的母亲——不只一次——戴弥斯,亦即该亚,虽有诸多名字却同属一身的她,早已向我预示了未来的结局将如何实现:并非靠气力,也不是靠强权,而是必须依靠智谋,胜者才能得掌权柄。
§218κράτιστα δή μοι τῶν παρεστώτων τότε §219ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα §220ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
因此,在当时摆在面前的抉择中,对我而言,最上之策便是带上我的母亲,自愿地去辅佐那同样乐意接纳的宙斯。
§221ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς §222κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον §223αὐτοῖσι συμμάχοισι.
正是借着我的谋略,塔尔塔罗斯那深黑的深渊如今笼罩着古老的克洛诺斯连同他的同盟军一起。
我给予了神明的僭主如此的协助,却用这些恶毒的惩罚作为回报。
因为,僭主政治中不知为何总带有这样一种顽疾:即不信任朋友。
至于你们所问的,他因何种罪名正在凌虐我,这一点我定会说个明白。
§230ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον §231καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα §232ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο
他一坐上父亲的宝座,随即向不同的神明分配了各项特权,一一安排,整理着他的帝国。
§233ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον §234οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος §235τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
然而对于那可怜的凡人,他却毫无顾念,反而想要将那整个族类彻底消灭,并渴望培植出另一个崭新的族群。
§236καὶ τοισίδ᾽ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
对此,除了我之外,没有人站出来反对。
但我敢作敢当;我拯救了凡人,免于让他们被摧毁而坠入哈得斯的阴间。
§239τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, §240πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν: §241θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν §242οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς §243ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
故此,我被这般的苦难所压弯,承受起来痛苦不堪,目睹起来催人泪下;我将凡人置于怜悯之中,自己却不被容许获得同等的待遇,反而被如此无情地加以规训,成了给宙斯看的一个极其不体面的景观。
歌队:那拥有铁石心肠、如磐石般雕成的人,普罗米修斯啊,若是不为你的劳苦感到同哀。
因为我本连看都不愿看,如今亲眼目睹,我的心也深感痛苦。
§248καὶ μὴν φίλοις <γ᾽> ἐλεινὸς εἰσορᾶν ἐγώ.
普罗米修斯:的确,在朋友眼中,我是个令人同情的惨状。
§249μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
歌队:你莫非还做出了比这些更为越轨的事吗?
§250θνητοὺς ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
普罗米修斯:我让凡人不再预见自己的死期。
§251τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
歌队:你找到了什么灵丹妙药来医治这种顽疾?
§252τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
普罗米修斯:我在他们心中安置了盲目的希望。
§253μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
歌队:你确实赐予了凡人一份伟大的恩泽。
§254πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
普罗米修斯:不仅如此,我还把火赐予了他们。
§255καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι;
歌队:如今那些朝生暮死的凡人竟然拥有了烈火吗?
§256ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
普罗米修斯:是的,凭着火,他们将学会许许多多的技艺。
歌队:宙斯正是因这些指控而凌虐你,并且绝不减轻任何苦难。
§259οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
难道在你面前,没有定下任何劳苦的终点吗?
§260οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
普罗米修斯:除了当他决意如此之外,确实别无他期。
§261δόξει δὲ πῶς;
歌队:但他又怎会同意呢?
τίς ἐλπίς;
还有什么希望?
οὐχ ὁρᾷς ὅτι §262ἥμαρτες;
你难道看不出你犯了错吗?
ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν §263καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος.
至于你是如何犯错的,我既不愿提及,对你而言也是痛苦。
ἀλλὰ ταῦτα μὲν §264μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.
不过,让我们先把这些搁在一旁,去寻找某种解脱劳苦的方法吧。
§265ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα §266ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς §267πράσσοντ᾽: ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην.
普罗米修斯:对于把脚置于灾难之外的人来说,劝告并诫勉那些处境凄惨的人是很容易的;而这些我全都知道。
我是自愿、自愿犯错的,我不否认;因为救助凡人,我自己却招来了这些苦难。