Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §1-85

赫菲斯托斯将普罗米修斯钉缚于岩石

第 1 段,共 12 段 · 希腊语

内容简介

奉宙斯之命,克拉托斯(权力)与赫菲斯托斯来到遥远的荒野,准备将普罗米修斯钉在岩石上。尽管赫菲斯托斯同情同族的普罗米修斯,但在克拉托斯执拗的催促下,他最终用金刚石锁链将普罗米修斯禁锢。

§1Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, §2Σκύθην ἐς οἶμον, ἄβατον εἰς ἐρημίαν.
克拉托斯:我们来到了大地遥远的边疆,斯基泰的土地,无人涉足的荒野。
§3Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς §4ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις §5ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι §6ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
赫菲斯托斯,你应当留心父亲托付给你的诫命,将这个作恶者牢牢拴在高耸的悬崖峭壁之上,用无法挣脱的金刚石锁链将他禁锢。
§7τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας, §8θνητοῖσι κλέψας ὤπασεν: τοιᾶσδέ τοι
因为他偷走了你的花朵——那产生一切技艺的火焰之光,并将其赠予了凡人。
§9ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην, §10ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα §11στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
为此罪行,他必须向众神偿还公道,好让他学会顺从宙斯的统治,并停止那热爱人类的行径。
§12Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς §13ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι: §14ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν §15δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
赫菲斯托斯:克拉托斯和比亚,对你们来说宙斯的命令已经完成,不再有任何阻碍;但我却没有勇气,将一位同族的显赫神明,用暴力捆绑在这狂风肆虐的峡谷之中。
§16πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν: §17ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
然而,我必须鼓起勇气去完成这一切,因为无视父亲的话语是一件严重的事情。
§18τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ, §19ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι §20προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ
谋略正确的忒弥斯之子,志向高远的普罗米修斯啊,我将在违背你我意愿的情况下,用难以解开的青铜锁链将你钉在这座荒无人烟的岩石上。
§21ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν §22ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ §23χροιᾶς ἀμείψεις ἄνθος: ἀσμένῳ δέ σοι
在那里,你既听不见凡人的声音,也看不见凡人的形貌,而是被太阳炽热的火焰炙烤,改变你肌肤的美丽色泽。
§24ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος, §25πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν:
在你渴望之时,身披繁星彩衣的黑夜将遮蔽光明,随后太阳又将驱散晨霜。
§26αἰεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ §27τρύσει σ᾽: ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
眼前痛苦的折磨将永远摧残你,因为能解救你的人还没有出生。
§28τοιαῦτ᾽ ἐπηύρου τοῦ φιλανθρώπου τρόπου.
这就是你因热爱人类的行径而得到的报偿。
§29θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον §30βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
你作为神,却不惧怕众神的愤怒,越过正义的界限将荣耀赐予凡人。
§31ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν §32ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ:
作为代价,你将在这荒凉的岩石上守望,笔直站立,无法入睡,无法弯曲双膝。
§33πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
许多无用的哀叹和呻吟你将发出。
§34φθέγξει: Διὸς γὰρ δυσπαραίτητοι φρένες: §35ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
因为宙斯的心意难以劝说,每一个初掌权柄的人总是冷酷无情。
§36εἶεν, τί μέλλεις καὶ κατοικτίζει μάτην;
克拉托斯:好吧,你为什么迟疑并徒劳地同情他?
§37τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν, §38ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
你为什么不憎恨这个被众神最为憎恨的神,他把你的特权出卖给了凡人?
§39τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.
赫菲斯托斯:同族的纽带和往日的交往,确实具有强大的力量。
§40σύμφημ᾽: ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων §41οἷόν τε πῶς;
克拉托斯:我同意。 但是违背父亲的话语又怎么可能?
οὐ τοῦτο δειμαίνεις πλέον;
难道你不是更害怕这一点吗?
§42αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
赫菲斯托斯:你总是冷酷无情,充满傲慢。
§43ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι: σὺ δὲ §44τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
克拉托斯:因为为这人哀叹没有任何益处;你也不要在无济于事的事情上徒劳地耗费精力。
§45ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
赫菲斯托斯:啊,这令人无比憎恶的手艺!
§46τί νιν στυγεῖς;
克拉托斯:你为什么要憎恨它?
πόνων γὰρ ὡς ἁπλῷ λόγῳ §47τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
因为直截了当地说,你的技艺对眼前的苦难没有任何责任。
§48ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
赫菲斯托斯:话虽如此,我真希望是别的什么人继承了它。
§49ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν.
克拉托斯:除了统治众神,一切事情都是负担。
§50ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
因为除了宙斯,没有一个人是自由的。
§51ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
赫菲斯托斯:这件事我已知晓,并且无言以对。
§52οὔκουν ἐπείξει τῷδε δεσμὰ περιβαλεῖν, §53ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;
克拉托斯:那么你还不赶快给他戴上锁链,免得父亲看见你在偷懒?
§54καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
赫菲斯托斯:看啊,手铐已经准备好,就在眼前。
§55βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει §56ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
克拉托斯:把它们套在他的双手上,用强大的力量,用铁锤敲击,将他钉在岩石上。
§57περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
赫菲斯托斯:工作确实在进行,没有耽搁。
§58ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
克拉托斯:使劲砸,拉紧,绝不能放松。
§59δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
因为他甚至擅长在绝境中寻找出路。
§60ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.
赫菲斯托斯:这只手臂至少已经固定好,难以松开。
§61καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα §62μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
克拉托斯:现在把这一只也牢固地扣上,好让他懂得,尽管他是个智者,却比宙斯要愚笨。
§63πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
赫菲斯托斯:除了他,没有人能合理地指责我的工作。
§64ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον §65στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.
克拉托斯:现在,把那金刚石楔子的无情之刃,狠狠地穿透他的胸膛钉进去。
§66αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.
赫菲斯托斯:哀哉,普罗米修斯,我为你的痛苦哀悼。
§67σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ §68στένεις;
克拉托斯:你又在迟疑,为宙斯的敌人哀悼吗?
ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
小心哪天你得哀怜你自个儿。
§69ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
赫菲斯托斯:你正看着一幕眼睛不忍目睹的惨景。
§70ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
克拉托斯:我看到这人得到了他应得的惩罚。
§71ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
快,把带子缚在他的肋骨旁。
§72δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.
赫菲斯托斯:必须做这件事,不要对我下太多命令。
§73ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
克拉托斯:我偏要命令你,而且还要催促你。
§74χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
下去,用力将他的双腿锁在铁环里。
§75καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
赫菲斯托斯:看,事情已经办完,没费多少工夫。
§76ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας: §77ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
克拉托斯:现在狠狠地敲打那穿透性的足镣;因为监督我们工作的监工是非常严厉的。
§78ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
赫菲斯托斯:你的舌头发出的声音,恰好配得上你的外貌。
§79σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν §80ὀργῆς τε τραχυτῆτα μὴ ᾽πίπλησσέ μοι.
克拉托斯:你可以装得心慈手软,但不要责备我的固执和我的暴躁脾气。
§81στείχωμεν: ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
我们走吧;他的四肢已被网罗套住了。
§82ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα §83συλῶν ἐφημέροισι προστίθει.
现在就在那里尽情地狂傲吧,去偷窃众神的特权,奉献给那些只有一日寿命的凡人!
τί σοι §84οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
凡人怎能帮你减轻分毫这般的痛苦?
§85ψευδωνύμως σε δαίμονες Προμηθέα
神明们错误地称呼你为普罗米修斯。

词汇与语法注释

  1. §3-5ἐπιστολὰς ... ὀχμάσαι — 不定式 ὀχμάσαι 作为名词 ἐπιστολάς(命令)的同位语以解释其具体内容,或者作为关系从句中动词 ἐφεῖτο(命令)的宾语补足语。
  2. §9ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην — 非人称动词 δεῖ 引导“对格加不定式”结构,其中 σφε(代指普罗米修斯的第三人称对格代词)是不定式 δοῦναι 的逻辑主语。短语 δίκην δοῦναι 是“受罚、偿还公道”的固定表达,而属格 ἁμαρτίας 则表示其罪行或原因。
  3. §21ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν ὄψει — 这里的 ἵνα 不是引导目的从句(“为了”)的连词,而是作为表示地点的关系副词(“在彼处”),伴随将来直说动词 ὄψει 来描述未来的具体情况。
  4. §48ὤφελεν λαχεῖν — 动词 ὤφελεν(ὀφείλω 的不定过去时第三人称单数)后接不定式 λαχεῖν,用于表达在过去或现在未能实现的愿望(“要是……就好了”)。
  5. §83-84τί σοι οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων — 在表达 οἷοί τε(源自 οἷός τέ εἰμι,“能够”)中省略了系动词 ἐστί。不定式 ἀπαντλῆσαι 本义为“汲出、排干”,比喻为“减轻、免除(苦难)”,并支配夺格性属格 τῶνδε πόνων。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §1-85. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:1-85

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。