Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §366-466

俄刻阿诺斯的离去与普罗米修斯对人类的恩惠

第 5 段,共 12 段 · 希腊语

内容简介

普罗米修斯讲述了泰风在埃特纳火山下遭受的严酷惩罚,劝告俄刻阿诺斯置身事外以避免宙斯的愤怒,随后俄刻阿诺斯离去。歌队哀悼普罗米修斯与阿特拉斯的命运,接着普罗米修斯回忆起自己赋予人类理性、文字、历法和驯兽等种种恩惠。

§366κεῖται στενωποῦ πλησίον θαλασσίου §367ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο:
他躺在海峡附近,被压在埃特纳火山的根基之下。
§368κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ §369Ἥφαιστος: ἔνθεν ἐκραγήσονταί ποτε
赫淮斯托斯坐在最高的高峰上,捶打着炽热的铁。
§370ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις §371τῆς καλλικάρπου Σικελίας λευροὺς γύας:
在未来的某一天,从那里将喷发出烈火之河,用凶猛的下颌吞噬果实丰饶的西西里平坦的田野。
§372τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον §373θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης, §374καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
泰风将喷涌出如此炽烈的愤怒,用无法逼近的、喷吐着烈火的暴风雨之热矢,尽管他自己已被宙斯的雷霆化为了焦炭。
§375σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου
但你并非毫无经验,也无需以我为师。
§376χρῄζεις: σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι:
用你所知道的方法救你自己吧。
§377ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, §378ἔς τ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
而我将忍受眼前的命运,直到宙斯的怒火平息。
§379οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι §380ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
俄刻阿诺斯:难道你不知道吗,普罗米修斯,言语正是病态愤怒的医生?
§381ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ §382καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
普罗米修斯:只要人们在适当的时机去安抚心灵,而不是强行去压抑那膨胀的激情。
§383ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα §384ὁρᾷς ἐνοῦσαν ζημίαν;
俄刻阿诺斯:但是在满怀热忱和勇于冒险之中,你看到了什么危害?
δίδασκέ με.
请教导我。
§385μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν.
普罗米修斯:徒劳的劳碌和轻率的愚蠢。
§386ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ §387κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
俄刻阿诺斯:那就让我在这场病中病下去吧,因为对于智者而言,显得愚笨才是最有利的。
§388ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.
普罗米修斯:这一过失将会被看作是我自己的。
§389σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
俄刻阿诺斯:显然,你的话是在打发我回家。
§390μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
普罗米修斯:是的,免得你对我的哀悼使你陷入敌意之中。
§391ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
俄刻阿诺斯:是对那新近登上全能宝座者的敌意吗?
§392τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ.
普罗米修斯:防范着他,免得他的心随时被激怒。
§393ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
俄刻阿诺斯:普罗米修斯,你的不幸就是我的老师。
§394στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
普罗米修斯:走吧,动身吧,保留你现在的明智。
§395ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον.
俄刻阿诺斯:对我这正要出发的人,你抛出了这番话。
§396λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει πτεροῖς §397τετρασκελὴς οἰωνός: ἄσμενος δέ τἂν §398σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
因为那四足的鸟儿正用双翼掠过天空平坦的道路;它会很高兴在自己的马厩里屈膝休息。
§399στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ: §400δακρυσίστακτα δ᾽ ἀπ᾽ ὄσσων §401ῥαδινῶν λειβομένα ῥέος παρειὰν §402νοτίοις ἔτεγξα παγαῖς:
歌队:普罗米修斯,我为你毁灭性的命运哀叹;从我温柔的双眼中流出滴滴泪水,汇成河流,以湿润的泉水浸湿了我的双颊。
§403ἀμέγαρτα γὰρ τάδε Ζεὺς §404ἰδίοις νόμοις κρατύνων §405ὑπερήφανον θεοῖς τοῖς §406πάρος ἐνδείκνυσιν αἰχμάν.
因为宙斯以他独断的法律,严酷地统治着这些,对昔日的神明展示着傲慢的威力。
§407πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα, §408μεγαλοσχήμονά τ᾽ ἀρχαι- §409οπρεπῆ. . . . στένουσι τὰν σὰν §410συνομαιμόνων τε τιμάν, §411ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς §412Ἀσίας ἕδος νέμονται, §413μεγαλοστόνοισι σοῖς πή- §414μασι συγκάμνουσι θνατοί.
如今,整片大地都发出了悲哀的哭声,他们哀悼你和你的同胞那伟大而古老尊贵的地位,所有居住在神圣亚洲邻近之地的死生凡人,都与你那深切哀伤的痛苦同悲。
§415Κολχίδος τε γᾶς ἔνοικοι §416παρθένοι, μάχας ἄτρεστοι, §417καὶ Σκύθης ὅμιλος, οἳ γᾶς §418ἔσχατον τόπον ἀμφὶ Μαι- §419ῶτιν ἔχουσι λίμναν, §420†Ἀραβίας τ᾽ ἄρειον ἄνθος, §421ὑψίκρημνον οἳ πόλισμα §422Καυκάσου πέλας νέμονται, §423δάιος στρατός, ὀξυπρῴ- §424ροισι βρέμων ἐν αἰχμαῖς.
还有那居住在科尔基斯土地上的、在战斗中无所畏惧的少女们,以及占据着大地极点、在迈奥提斯湖周围的塞人部族,还有阿拉伯的骁勇精锐,他们居住在靠近高加索的、高耸于峭壁之上的城池中,这是一支可怕的军队,在尖锐的枪林弹雨中咆哮。
§425†μόνον δὲ πρόσθεν [ἄλλον] ἐν πόνοις §426δαμέντ᾽ [ἀδαμαντοδέτοις §427Τιτᾶνα λύμαις] εἰσιδόμαν θεῶν, §428Ἄτλαντος [αἰὲν] ὑπέροχον σθένος κραταιόν, §429<ὃς γᾶν> οὐράνιόν τε πόλον §430νώτοις ὑποστενάζει.
在此之前,我只见过另一位神明在痛苦中屈服,在那被金刚石束缚的屈辱中的泰坦,阿特拉斯那始终超群而强大的力量,他用肩膀支撑着大地和天空的极点,在重压下呻吟。
§431βοᾷ δὲ πόντιος κλύδων §432ξυμπίτνων, στένει βυθός, §433κελαινὸς [δ᾽] Ἄιδος ὑποβρέμει μυχὸς γᾶς, §434παγαί θ᾽ ἁγνορύτων ποταμῶν §435στένουσιν ἄλγος οἰκτρόν.
海浪在撞击中咆哮,深渊在叹息,大地之下哈得斯黑暗的深处发出轰鸣,清泉流淌的河流也哀悼你这可怜的痛苦。
§436μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ §437σιγᾶν με: συννοίᾳ δὲ δάπτομαι κέαρ, §438ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
普罗米修斯:请千万不要以为我是因为傲慢或固执而保持沉默;当我看到自己遭受如此凌辱时,我的心被深思啃噬着。
§439καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα §440τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;
然而,除了我,还有谁彻底为这些新神分配了特权呢?
§441ἀλλ᾽ αὐτὰ σιγῶ.
但我对此保持沉默。
καὶ γὰρ εἰδυίαισιν ἂν §442ὑμῖν λέγοιμι: τἀν βροτοῖς δὲ πήματα
因为我是在对你们这些早已知情的人说话。
§443ἀκούσαθ᾽, ὥς σφας νηπίους ὄντας τὸ πρὶν §444ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
相反,请听听人类的苦难,我是如何让他们从先前的无知,变得有理智、有思想的。
§445λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων, §446ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος:
我要说这番话,并不是要对人类有什么埋怨,而是为了阐明我所给予的恩惠中所包含的善意。
§447οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην, §448κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων §449ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον §450ἔφυρον εἰκῆ πάντα, κοὔτε πλινθυφεῖς
他们起初,看却看不见,听却听不明白,而是像梦中的幻影一般,在漫长的一生中,毫无章法地混淆一切。
§451δόμους προσείλους ᾖσαν, οὐ ξυλουργίαν: §452κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι §453μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
他们既不知道向阳的砖造房屋,也不懂木工;他们像微小的蚂蚁一样穴居在不见天日的山洞深处。
§454ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ §455οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου §456θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν §457ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ §458ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
他们没有关于冬天的可靠征兆,也没有关于百花盛开的春天,或果实累累的夏天的可靠知识,凡事都没有规划,直到我向他们展示了星辰的升起,和它们那难以辨识的落下。
§459καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων, §460ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, §461μνήμην θ᾽ ἁπάντων, μουσομήτορ᾽ ἐργάνην.
此外,我还为他们发明了“数”——这一最杰出的智力成果,以及字母的拼写,还有对万物的记忆——这是缪斯之母,万能的工具。
§462κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα §463ζεύγλαισι δουλεύοντα σάγμασίν θ᾽, ὅπως §464θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
我第一个把野兽套在轭下,让它们服从于颈枷和驮鞍,以便它们能够成为人类重大劳役的替代者。
§465γένοινθ᾽, ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους §466ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
我还把喜爱缰绳的马匹套在车下,作为极大奢华与财富的骄傲。

词汇与语法注释

  1. 368μυδροκτυπεῖ — 该动词是由 μύδρος(热铁块)和 κτυπέω(捶打、发出声响)构成的复合词,生动地描绘了赫淮斯托斯锻造红热铁块的铁匠活动,具有悲剧诗歌的语言特色。
  2. 386κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν — 这是一个“对格加不定式”句式(κέρδιστόν [ἐστι] ... δοκεῖν),其中对格分词 εὖ φρονοῦντα(身为聪明人)作为不定式 δοκεῖν 的逻辑主语。此句表达了“身为智者却显得愚笨”这一具有悖论意味的处世哲学。
  3. 388ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε — 此处话者分配存在争议。若作为普罗米修斯的台词,意为“(如果你听从劝告退下,这未能说服宙斯的)过失将被归咎于我(因此不会连累你)”;若作为俄刻阿诺斯的台词,则意为“(我退缩回家)这一过错将被认为是我造成的(显得我不忠)”。从上下文普罗米修斯劝其退下的逻辑来看,前者更为自然。
  4. 441ἂν ... λέγοιμι — 助词 ἄν 与希求法(optative)动词 λέγοιμι 结合,构成潜在/虚拟语气(potential optative),表示温和或假设性的陈述:“我对已经知情的你们说也是白说(所以我不必多言)”。
  5. 443ὥς σφας νηπίους ὄντας τὸ πρὶν ἔννους ἔθηκα — 连词 ὡς 引导间接疑问句,意为“如何”。σφας(他们,指人类)是宾格代词,伴有分词短语 νηπίους ὄντας(先前是愚笨的),ἔννους(有理智的)作为宾语补足语,动词为 ἔθηκα(我使得)。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §366-466. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:366-466

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。