Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §276-365

俄刻阿诺斯的规劝与普罗米修斯的拒绝

第 4 段,共 12 段 · 希腊语

内容简介

歌队降落到地面对普罗米修斯的苦难表示同情,俄刻阿诺斯驾驭着翼马到来。俄刻阿诺斯劝告普罗米修斯与宙斯和解并保持谦虚,但普罗米修斯拒绝了他的帮助,担心他的安全,并以阿特拉斯和提丰的悲惨命运为例警告他。

§276πίθεσθέ μοι, πίθεσθε, συμπονήσατε §277τῷ νῦν μογοῦντι.
普罗米修斯:相信我,相信我,与我同哀这如今受难之人。
ταὐτά τοι πλανωμένη §278πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.
因为,你要知道,那四处漂泊的灾难正是如此,时而降临于此人,时而又降临于彼人。
§279οὐκ ἀκούσαις ἐπεθώυξας §280τοῦτο, Προμηθεῦ.
歌队:你所催促的这番话,并非是对着不愿倾听的耳朵,普罗米修斯。
§281καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον §282θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν §283πόρον οἰωνῶν, ὀκριοέσσῃ §284χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
如今,我们以轻盈的步伐离开那疾驰的座驾,离开那纯洁的天空—— 鸟类的通道,降临到这崎岖的大地上。
§285χρῄζω διὰ παντὸς ἀκοῦσαι.
而你的劳苦,我们渴望彻底听个明白。
§286ἥκω δολιχῆς τέρμα κελεύθου §287διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
俄刻阿诺斯:我越过漫长旅途的终点,来到你身边,普罗米修斯。
§288τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν §289γνώμῃ στομίων ἄτερ εὐθύνων:
驾驭着这只羽翼飞快的鸟儿,无需缰绳,仅凭我的心意。
§290ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
对于你的命运,请相信,我深感同悲。
§291τό τε γάρ με, δοκῶ, συγγενὲς οὕτως §292ἐσαναγκάζει, §293χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ §294μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.
因为我想,血缘关系正是这样在强迫着我;而除了血缘之外,也没有任何人,能比你获得我更多的敬意和情分。
§295γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην §296χαριτογλωσσεῖν ἔνι μοι: φέρε γὰρ
你定会明白这些都是真话,而且在我身上绝无虚妄讨好的谄媚之词。
§297σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν: §298οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ §299φίλος ἐστὶ βεβαιότερός σοι.
来吧,告诉我我必须如何协助你;因为你绝不会说,相比俄刻阿诺斯,你还有更忠实可靠的朋友。
§300ἔα: τί χρῆμα λεύσσω;
普罗米修斯:啊! 我看到了什么?
καὶ σὺ δὴ πόνων ἐμῶν §301ἥκεις ἐπόπτης;
难道连你也来当我的苦难的旁观者了吗?
πῶς ἐτόλμησας, λιπὼν §302ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ §303αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα §304ἐλθεῖν ἐς αἶαν;
你怎么敢离开那以你命名的川流,以及那岩石为顶的、自然筑成的洞穴,来到这生产钢铁的土地?
ἢ θεωρήσων τύχας §305ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
莫非你是为了来目睹我的命运,并与我同甘共苦?
§306δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, §307τὸν συγκαταστήσαντα τὴν τυραννίδα, §308οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.
看看这个景观吧——这个宙斯的朋友,曾共同协助建立起他的僭主统治的此人,如今在经受着他怎样的苦难折磨。
§309ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι §310θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
俄刻阿诺斯:我看到了,普罗米修斯,我也想给你最中肯的劝告,尽管你是如此机智狡黠。
§311γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους §312νέους: νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
认清你自己,并顺应新的行事方式;因为在众神之中,僭主也是新建立的。
§313εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους §314ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω §315θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον §316παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
如果你继续抛出如此粗暴且尖锐的言辞,宙斯可能很快就会在远高于其宝座的高空听到你的话,以至于你眼前这成堆的苦难,相比之下简直就像是儿戏。
§317ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες, §318ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
所以,可怜的人啊,放下你心中的怒火,去寻求从这些痛苦中解脱的办法吧。
§319ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε: §320τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου §321γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
也许在你看来,我说的这些话十分陈旧;然而,普罗米修斯,过于傲慢的口舌,其报应往往就是如此。
§322σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς, §323πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.
而你却还不知谦卑,也不向灾难低头,反而在眼前的苦难之外,还想招惹更多的苦难。
§324οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ §325πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι §326τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
如果你肯以我为师,你就绝不会迎着刺去踢脚,因为你看到了,一位残暴的、无需向任何人负责的独裁者正在进行统治。
§327καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι §328ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων:
如今,我要启程去尝试,看我是否能把你从这些劳苦中解救出来。
§329σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
至于你,请保持安静,不要口出狂言。
§330ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι §331γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
莫非绝顶聪明的你竟然不清楚,妄言的舌头终会招致惩罚?
§332ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς, §333πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί.
普罗米修斯:我真羡慕你,因为你竟然身处指责之外,明明你曾与我分担了一切,并同我一起冒险。
§334καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
如今请由他去,你不要再操心。
§335πάντως γὰρ οὐ πείσεις νιν: οὐ γὰρ εὐπιθής.
因为你无论如何也说服不了他,他可不是个听劝的人。
§336πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
你还是多为自己留神,免得在路上遭到什么不测。
§337πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς §338ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
俄刻阿诺斯:你开导邻人,确实远比开导你自己要好得多;我是根据事实而非言辞来判断的。
§339ὁρμώμενον δὲ μηδαμῶς μ᾽ ἀντισπάσῃς.
但我正要动身,你千万不要拉住我。
§340αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ §341δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
因为我确信,我确信宙斯会把这份恩惠赐予我,从而将你从这些劳苦中解救出来。
§342τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ:
普罗米修斯:在某些方面我赞许你,并且绝不会停止。
§343προθυμίας γὰρ οὐδὲν ἐλλείπεις.
因为在热意上你毫无欠缺。
ἀτὰρ §344μηδὲν πόνει: μάτην γὰρ οὐδὲν ὠφελῶν
但是,不要白费力气。
§345ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
因为毫无益处地白白劳碌,你为我所做的事都将徒劳,即使你真的很想做些什么。
§346ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων:
还是安分守己,置身事外吧。
§347ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ᾽ οὕνεκα §348θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
因为我即便不幸,也绝不因此希望看到尽可能多的人也遭受同样的灾难。
§349οὐ δῆτ᾽, ἐπεί με χαἰ κασιγνήτου τύχαι §350τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
决不如此,因为我那兄弟阿特拉斯的命运也正折磨着我。
§351ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς §352ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
他在西方之境伫立着,将天与地的柱子用双肩顶起,那可真是一份不易承受的重担。
§353τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα §354ἄντρων ἰδὼν ᾤκτειρα, δάιον τέρας §355ἑκατογκάρανον πρὸς βίαν χειρούμενον §356Τυφῶνα θοῦρον, πᾶσι δ᾽ ἀντέστη θεοῖς,
还有那居住在基利家洞穴中的大地之子,我亲眼所见便生怜悯——那可怖的怪物,百头的、被强力征服的凶猛泰风。
§357σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον: §358ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας, §359ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ:
他曾对抗所有的神明,从可怕的下颌中嘶嘶地喷吐着恐怖,双眼中闪烁着如戈耳工般令人心惊的光芒,仿佛要用暴力彻底摧毁宙斯的僭主统治。
§360ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, §361καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, §362ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων §363κομπασμάτων.
但是,宙斯那永不闭眼的箭矢降临到他身上,那喷吐着火焰的、自天而降的雷霆,将他从那口出狂言的吹嘘中震醒。
φρένας γὰρ εἰς αὐτὰς τυπεὶς §364ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
他被击中了心脏的深处,化为了灰烬,他的力量也在雷鸣中被剥夺。
§365καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
而如今,他那无用而瘫痪的躯体,

词汇与语法注释

  1. §279οὐκ ἀκούσαις — 使用否定分词阴性复数与格形式 οὐκ ἀκούσαις(并非对着不听从的耳朵)构成的缓叙法(litotes),意即“非常乐意倾听”。
  2. §289γνώμῃ στομίων ἄτερ — 与格 γνώμῃ 是工具/手段与格,意为“仅凭心意/意志”。与 στομίων ἄτερ(无需缰绳)连用,表现出俄刻阿诺斯无需物理缰绳、仅凭念头即可驾驭翼兽的情景。
  3. §325προς κέντρα κῶλον ἐκτενεῖς — 希腊语中著名的谚语表达,意为“迎着刺踢脚”(即徒劳反抗强者)。双重否定/否定疑问句中的将来直陈式(οὔκουν... ἐκτενεῖς)用于表示强烈的劝告或命令。
  4. §332πάντων μετασχὼν — 分词短语“分担了一切”在语法上作为伴随分词。由于神话中俄刻阿诺斯并未实际参战,此处在构筑上可理解为普罗米修斯的讽刺,或者指俄刻阿诺斯在内心深处对普罗米修斯计划的强烈同调与暗中支持。
  5. §359ὡς ... ἐκπέρσων — 连词 ὡς 与将来分词 ἐκπέρσων 连用,表示主观的意图、目的或表象(“仿佛企图摧毁”、“意图去摧毁”)。
  6. §362ἐξέπληξε τῶν ὑψηγόρων κομπασμάτων — 动词 ἐκπλήσσω(使惊愕、震落、剥夺)搭配夺格性(分离)属格,意为“将他从那些大言壮语的吹嘘中震落下来(即以强力终结了他的狂妄自大)”。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §276-365. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:276-365

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。