§505μέσον πόρον διῆκε, θερμαίνων φλογί:
烈火般的日光穿透了冰封的河道中央,用炽热融化了它。
§506πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν: ηὐτύχει δέ τοι
人们纷纷跌落、叠压在一起。
§507ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.
而最幸运的人,无疑是那些最快断气、结束生命的人。
§508ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας, §509Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ, §510ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες, §511ἐφ᾽ ἑστιοῦχον γαῖαν: ὡς στένειν πόλιν
至于其余幸存并获得拯救的人,他们历尽千辛万苦、越过色雷斯,终于逃脱了出来,人数并不多,回到了拥有家园炉火的祖国土地。
§512Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
以至于波斯人的城邦陷入了深切的哀悼,思念着这片土地上最可爱的青年。
这些都是实情。 但在我的叙述中,我已经省去了许多神明降临在波斯人头上的灾难。
[合唱长] 噢,带来沉重苦难的神明啊,你是何等残酷地双脚践踏在整个波斯民族的身上。
§517οἲ ᾽γὼ τάλαινα διαπεπραγμένου στρατοῦ:
[阿托萨] 哀哉,为了这被毁灭的军队,我这悲惨的人啊!
噢,黑夜中清晰呈现的梦中幻象,你是何等清楚地向我预示了灾难。
§520ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε.
然而,你们这些长老们却把这预兆看得太轻了。
不过,既然你们的意见已经如此确定,我便希望首先向神明们祈祷。
随后,我将从我的宫殿中取来祭饼,把这些礼物献给大地与亡魂。
虽然我深知这些祭献对于已经无可挽回的事无济于事,但愿为了未来,能够有更好的事情发生。
而你们,面对这些已经发生的事,作为忠实的长老,应当互相商议,提供忠实的建议。
§529καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ, §530παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους, §531μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
此外,如果我的儿子在我之前来到这里,请你们安慰他,并护送他回到宫中,免得他在眼前的灾难之上,又自行招致新的灾祸。
§532ὦ Ζεῦ βασιλεῦ, νῦν <μὲν> Περσῶν §533τῶν μεγαλαύχων καὶ πολυάνδρων §534στρατιὰν ὀλέσας §535ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων §536πένθει δνοφερῷ κατέκρυψας:
[合唱] 噢,王宰宙斯,如今您让波斯人那骄傲而人口众多的军队毁灭,使苏萨与埃克巴坦那的城邦笼罩在黑暗的哀戚之中。
§537πολλαὶ δ᾽ ἀταλαῖς χερσὶ καλύπτρας §538κατερεικόμεναι §539διαμυδαλέοις δάκρυσι κόλπους §540τέγγουσ᾽, ἄλγους μετέχουσαι.
许多妇女用温柔的手将面纱撕碎,泪水如注,将她们的衣襟浸湿,共同承受着痛苦。
§541αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν §542ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, §543λέκτρων εὐνὰς ἁβροχίτωνας, §544χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, §545πενθοῦσι γόοις ἀκορεστοτάτοις.
而那些温柔哀哭的波斯新妇,渴望着见到她们新婚的丈夫,她们抛弃了铺着轻柔被褥的婚床—— 那骄奢青春的欢娱,用永无止境的哀号进行着无尽的悲悼。
§550Ξέρξης μὲν ἄγαγεν, ποποῖ, §551Ξέρξης δ᾽ ἀπώλεσεν, τοτοῖ, §552Ξέρξης δὲ πάντ᾽ ἐπέσπε δυσφρόνως §553βαρίδεσσι ποντίαις.
是薛西斯率领了他们,呜呼,是薛西斯毁灭了他们,哀哉,是薛西斯狂妄愚蠢地把一切推向了海上的战船。
§554τίπτε Δαρεῖος μὲν οὕ- §555τω τότ᾽ ἀβλαβὴς ἐπῆν §556τόξαρχος πολιήταις, §557Σουσίδαις φίλος ἄκτωρ;
为什么当年的大流士能够如此安然无恙地进行统治,作为市民们的弓箭统帅,苏萨人所热爱的领袖?
§558πεζοὺς δὲ καὶ θαλασσίους §559λινόπτεροι κυανώπιδες §560νᾶες μὲν ἄγαγον, ποποῖ, §561νᾶες δ᾽ ἀπώλεσαν, τοτοῖ, §562νᾶες πανωλέθροισιν ἐμβολαῖς, §563ἠδ᾽ Ἰαόνων χέρες.
无论是步兵还是水兵,那些展着麻质双翼、长着黑色眼眸的战船带走了他们,呜呼,战船毁灭了他们,哀哉,战船以其毁灭一切的撞击,以及雅典人的双手。
§564τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽ §565αὐτὸν εἰσακούομεν §566Θρῄκης ἂμ πεδιήρεις §567δυσχίμους τε κελεύθους.
我们听闻王本人勉强逃生,穿过了色雷斯的平原和风雪交加的险途。
§568τοὶ δ᾽ ἄρα πρωτόμοιροι, φεῦ, §569ληφθέντες πρὸς ἀνάγκας, ἠέ, §570ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ, §571<ἔρρουσι:> στένε καὶ δακνά- §572ζου, βαρὺ δ᾽ ἀμβόασον §573οὐράνι᾽ ἄχη, ὀᾶ: §574τεῖνε δὲ δυσβάυκτον §575βοᾶτιν τάλαιναν αὐδάν.
而那些最先遭难的人,悲夫,被命运无情地捕获,哀哉,在库克雷亚的海岸周围,呜呼,他们已经灭亡。 叹息吧,咬紧嘴唇,沉重地大声呼喊出响彻云霄的哀痛,哀哉;发出这悲凉凄惨的哀号之声。
在波涛的漩涡中被撕扯,悲夫,他们被那些无法言语的,哀哉,无瑕之海的子孙们无情地撕咬,呜呼。
§579πενθεῖ δ᾽ ἄνδρα δόμος στερη- §580θείς, τοκέες τ᾽ ἄπαιδες §581δαιμόνι᾽ ἄχη, ὀᾶ, §582δυρόμενοι γέροντες §583τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
失去主人的家庭在悼念丈夫,失去孩子的父母,因神降的悲痛而哀叹,呜呼,悲伤的老人们听到了这最深重的痛苦。
§584τοὶ δ᾽ ἀνὰ γᾶν Ἀσίαν δὴν §585οὐκέτι περσονομοῦνται, §586οὐδ᾽ ἔτι δασμοφοροῦσιν §587δεσποσύνοισιν ἀνάγκαις, §588οὐδ᾽ ἐς γᾶν προπίτνοντες §589ἅζονται: βασιλεία §590γὰρ διόλωλεν ἰσχύς.
在整个亚洲的土地上,人们不再长期服从波斯的法律,也不再在君王的强制下缴纳贡赋,也不再匍匐在地上顶礼膜拜;因为王者的权力已经彻底毁灭。
§591οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν §592ἐν φυλακαῖς: λέλυται γὰρ §593λαὸς ἐλεύθερα βάζειν, §594ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
凡人的舌头也不再受到看管;因为民众已被释放,可以自由言说,因为威权之轭已被卸去。
而那浸透鲜血、被波涛环绕的埃阿斯之岛,留存着波斯人残存的遗骸。
§598φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ, §599ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων §600κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ: §601ὅταν δ᾽ ὁ δαίμων εὐροῇ, πεποιθέναι §602τὸν αὐτὸν αἰεὶ δαίμον᾽ οὐριεῖν τύχην.
[阿托萨] 朋友们,凡是经历过灾难的人都明白,对凡人而言,当灾难的巨浪袭来时,人往往会对一切事物感到恐惧;而当命运之神顺遂之时,人又会相信同一个神灵会永远为命运送来顺风。
§603ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα §604ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν, §605βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος: §606τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
因为对我而言,现在一切都充满了恐惧,神明敌意的预兆在我的眼前呈现,耳畔回荡着毫无抚慰作用的喧嚣;如此深重的灾难惊惧着我的心灵。
§607τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων §608χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν §609ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς §610φέρουσ᾽, ἅπερ νεκροῖσι μειλικτήρια, §611βοός τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα, §612τῆς τ᾽ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι, §613λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα, §614ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο §615ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε: §616τῆς τ᾽ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον §617ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα, §618ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.
因此,我再次走出了宫殿,没有乘坐马车,也没有携带先前的奢华排场,我要为我儿子的父亲送去能使亡魂安息的温和的祭酒,这些都是给死者的抚慰品:来自纯洁母牛的白色甘甜乳汁,以及花间劳动者酿造的晶莹蜂蜜,伴随着取自纯洁泉水的水流,还有这来自荒野之母的无瑕饮料—— 古老葡萄树所产的璀璨佳酿;还有那叶片常青、生机盎然的金黄橄榄树所产的芬芳果实,以及用孕育万物的大地产物编织而成的花环。