Humanitext Reader

埃斯库罗斯 · 祈愿女 §870-966

佩拉斯戈斯的干预与埃及使者的退走

第 9 段,共 10 段 · 希腊语

内容简介

埃及使者企图强行将达那俄斯的女儿们拽上船只,此时阿耳戈斯国王佩拉斯戈斯出面干预,向使者宣告城邦通过了绝不屈服并交出女子的决议,击退使者后邀请她们进入城内安全居住。

§870χῶμα πολύψαμμον ἀλαθεὶς §871ἀερίαις ἐν αὔραις.
愿你在那多沙的沙堆上迷失,在风中遭受吹拂,无助地灭亡。
§872ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
使者:号哭吧,哀鸣吧,呼唤神明吧。
§873Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορεῖ.
因为你们决不可能逃脱这艘埃及船。
§874[ἴυζε καὶ] §875βόα, χέον πικρότερον οἰζύος νόμον.
号哭并大声呼喊吧,倾泻出更加苦涩的悲哀之调。
§876οἰοῖ οἰοῖ, §877λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων §878περί, χάμψα, βρυάζεις:
歌队:悲哉,悲哉,施暴者啊,你在那片土地前咆哮,像鳄鱼一样,傲慢地炫耀。
§879ὃς ἐπωπᾷ δ᾽, ὁ μέγας §880Νεῖλος, ὑβρίζοντά σ᾽ ἀποτρέ- §881ψειεν ἄιστον ὕβριν.
但愿那俯瞰一切的伟大尼罗河,能够驱散你那粗暴的行为,让你那狂妄的傲慢消逝得无影无踪。
§882βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον §883ὅσον τάχιστα: μηδέ τις σχολαζέτω.
使者:我命令你们以最快的速度登上这艘双头船,任何人不得拖延。
§884ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἅζεται.
因为那拉扯头发的手是绝对不会怜惜你们的。
§885οἰοῖ, πάτερ, βρετῶν ἀπο- §886σπάσας μ᾽ ἅλαδ᾽ ἄγει §887ἄραχνος ὡς βάδην.
歌队:天哪,父亲,他把我从神像旁强行拉走,像蜘蛛一样一步一步地把我拖向大海。
§888ὄναρ ὄναρ μέλαν,
真是黑色的噩梦,黑色的噩梦!
§889ὀτοτοτοῖ,
呜呼!
§890μᾶ Γᾶ μᾶ Γᾶ, βοᾷ §891φοβερὸν ἀπότρεπε, §892ὦ βᾶ Γᾶς παῖ Ζεῦ.
地母啊,地母啊,请驱散这恐怖的叫喊,噢,大地的子嗣,宙斯王啊!
§893οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε: §894οὐ γάρ μ᾽ ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ.
使者:我绝不惧怕这里的本土神明;因为他们既未养育过我,也未曾因照料我而让我老去。
§895μαιμᾷ πέλας δίπους ὄφις: §896ἔχιδν᾽ ὥς μέ τις §897πόδα δακοῦσ᾽ ἔχει.
歌队:一条两足的毒蛇在附近肆虐;它像一只蝮蛇紧咬着我的脚,死死不放。
§897a<ὄναρ ὄναρ μέλαν,>
真是黑色的噩梦,黑色的噩梦!
§898ὀτοτοτοῖ,
呜呼!
§899μᾶ Γᾶ μᾶ Γᾶ βοᾷ §900φοβερὸν ἀπότρεπε, §901ὦ βᾶ Γᾶς παῖ Ζεῦ.
地母啊,地母啊,请驱散这恐怖的叫喊,噢,大地的子嗣,宙斯王啊!
§902εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε, §903λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
使者:如果谁不顺从地登上船去,撕裂衣裳的惨状绝不会换来半点同情。
§904ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
歌队:噢,城邦的首领与先锋们,我快被制服了。
§905ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης, §906ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺ τῶν ἐμῶν λόγων.
使者:看来我不得不揪着你们的头发,把你们强行拽走了,因为你们对我的话充耳不闻。
§907διωλόμεσθ᾽: ἄελπτ᾽, ἄναξ, πάσχομεν.
歌队:我们彻底完了;王啊,我们正在遭受意想不到的迫害。
§908πολλοὺς ἄνακτας παῖδας Αἰγύπτου, τάχα
使者:埃及的许多统治者儿子,你们很快就会见到。
§909ὄψεσθε: θαρσεῖτ᾽, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν.
放心吧,你们不会说这里没有首领。
§910οὗτος, τί ποιεῖς;
佩拉斯戈斯王:嘿,你这是在做什么?
ἐκ ποίου φρονήματος §911ἀνδρῶν Πελασγῶν τήνδ᾽ ἀτιμάζεις χθόνα;
你是凭着怎样的狂妄,竟敢侮辱这片佩拉斯戈斯人的土地?
§912ἀλλ᾽ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
莫非你以为自己来到了一个只有女人的城邦?
§913κάρβανος ὢν δ᾽ Ἕλλησιν ἐγχλίεις ἄγαν: §915καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
你一个蛮族人,对希腊人也太放肆了;犯下这么多错误,你脑子里却毫无悔改之意。
§916τί δ᾽ ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ;
使者:我究竟做错了什么,以至于不合乎正义?
§917ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
王:首先,你连作为客人的规矩都不知道。
§918πῶς δ᾽ οὐχί;
使者:怎么会不知道?
τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω.
我只是在寻找并带走我丢失的财产。
§919ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
王:那你向本地的哪位保护人告知了此事?
§920Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
使者:向最伟大的搜索保护神赫耳墨斯。
§921θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβει.
王:你虽口口声声对神明说,却对本地的神明毫无敬畏。
§922τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
使者:我敬奉的是尼罗河畔的神明。
§923οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω.
王:照你这么说,这里的神明在你看就什么都不是了。
§924ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.
使者:如果没人从我手里把她们夺走,我就要带她们走。
§925κλαίοις ἄν, εἰ ψαύσειας, οὐ μάλ᾽ ἐς μακράν.
王:如果你敢碰她们,很快就会大哭一场。
§926ἤκουσα τοὔπος οὐδαμῶς φιλόξενον.
使者:我听到的话可一点都不合乎待客之道。
§927οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
王:因为我绝不款待那些抢劫神殿的人。
§928λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
使者:那我就去把这话转告给埃及的儿子们。
§929ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι.
王:这威胁吓不倒我。
§930ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,— §931καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς §932ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς §933ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
使者:但为了让我能更清楚地了解情况并如实回禀—— 因为作为使者确实应当准确地汇报每一件事——我该怎么说,又是被谁夺走了我们这群身为表姐妹的女子的?
§934οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο §935Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ
王:阿瑞斯判决此事不需要证人,他也绝不会通过收取银钱来平息这场争端。
§936ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος §937πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
在这之前,必定会有许多壮士倒下,生命消逝。
§938τί σοι λέγειν χρὴ τοὔνομ᾽;
我何必告诉你我的名字?
ἐν χρόνῳ μαθὼν §939εἴσι σύ τ᾽ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
到时候你和你的同伴自然会知道。
§940ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν §941ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
至于这些女子,如果她们自愿且出于心中的好意,并且如果虔敬之言能说服她们,你大可带走她们。
§942τοιάδε δημόπρακτος ἐκ πόλεως μία §943ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ
但城邦已经通过了人民共同决议的唯一法令,绝不以暴力交出这群女子。
§944στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς §945γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
这决定已经牢固地钉上了贯穿的铁钉,使它无可动摇。
§946ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα §947οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, §948σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου §949γλώσσης.
这决议并不是写在木板上的,也不是封印在纸草书卷的褶皱里的,而是你从我这自由直言的口中清清楚楚听到的。
κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.
现在,立刻从我眼前消失。
§950ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.
使者:看来我们现在要挑起一场新的战争了。
§951εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
愿胜利和权力属于男子。
§952ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας §953εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
王:但你们会发现,这片土地上的男子居民,绝不是那种喝大麦酿造的啤酒的软弱之辈。
§954ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις ὀπάοσι §955θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν, §956πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
你们所有人,和你们亲爱的随从们一起,鼓起勇气,前往这座防卫森严的城邦,它由高塔的深邃防御工程所闭锁。
§957καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια, §958δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί.
那里有许多公共的住所,而我自己也绝非无力建造宽敞府邸的人。
§959ἔνθ᾽ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους §960πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις, §961πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
在那里,你们可以与许多人一起住在舒适的屋子里;如果你们更喜欢,也可以选择独自居住在单户住宅中。
§962τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα §963πάρεστι, λωτίσασθε.
在这些住所中,挑选最好、最合心意的,尽情享用吧。
προστάτης δ᾽ ἐγὼ §964ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται §965ψῆφος.
我是你们的保护人,所有的市民也是,因为这决议就是由他们通过的。
τί τῶνδε κυριωτέρους μένεις;
你还在等什么更有权威的人呢?
§966ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι βρύοις,
歌队:愿你因你的善行而获得无尽的福报。

词汇与语法注释

  1. 930ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον — 连词 ὡς 与语气词 ἄν 连用并接虚拟语气(ἐννέπω)构成了表示目的或手段的从句(“以便我能在了解情况后更清楚地汇报”)。此结构与第932行的疑虑虚拟语气 πῶς φῶ(“我该怎么说”)在句法上相关联,突出了使者意图确切掌握事实以履行汇报职责的复杂语境。
  2. 941εἴπερ εὐσεβὴς πίθοι λόγος — 在条件从句中,εἴπερ 后接希求语气(πίθοι),与主句中的潜在希求语气 ἄgois ἄν(第941行)相呼应。国王向埃及使者提出了一个纯粹假设性且在现实中极难实现的条件:“如果虔敬而合理的言辞确实能说服她们”,以此强调绝对禁止诉诸武力。

引用这一段

埃斯库罗斯, 祈愿女 §870-966. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg001.humanitext-grc1:870-966

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。