Humanitext Reader

埃斯库罗斯 · 祈愿女 §967-1073

达那奥斯的告诫与达那伊得斯的祈祷合唱

第 10 段,共 10 段 · 希腊语

内容简介

佩拉斯戈斯王和达那奥斯为达那伊得斯姐妹安排了在阿耳戈斯的安身之所,达那奥斯严厉告诫女儿们要守护贞洁。随后的歌队合唱中,对阿耳戈斯诸神的赞美与对无法避免的婚姻命运的恐惧,以及向宙斯寻求救赎的祈祷交织在一起。

§967δῖε Πελασγῶν.
佩拉斯戈斯人高贵的王啊。
§968πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον §969πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον §970καὶ βούλαρχον.
请您欣然将我们的父亲,那位勇敢、深谋远虑且作为我们谋主的达那奥斯送到这里。
τοῦ γὰρ προτέρα §971μῆτις, ὅπου χρὴ δώματα ναίειν §972καὶ τόπος εὔφρων.
因为他的智慧在选择居所与适宜地方的事情上总是走在前面。
πᾶς τις ἐπειπεῖν §973ψόγον ἀλλοθρόοις §974εὔτυκος: εἴη δὲ τὰ λῷστα.
每个人对异乡人都随时准备恶言相向;但愿最美好的事情发生。
§975ξύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ §976βάξει λαῶν ἐν χώρῳ §977τάσσεσθε, φίλαι δμωίδες, οὕτως §978ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν §979Δαναὸς θεραποντίδα φερνήν.
怀着名誉与不招致怨恨的名声,亲爱的侍女们,在这片土地上这样列队吧,正如达那奥斯给你们每个人分配了侍女作为嫁妆一样。
§980ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, §981θύειν τε λείβειν θ᾽, ὡς θεοῖς Ὀλυμπίοις, §982σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
孩子们啊,我们应当向阿耳戈斯人祈祷,并像对待奥林匹斯诸神一样,向他们献祭和奠酒,因为他们毫不犹豫地成了我们的救星。
§983καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς §984φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις: §985ἐμοὶ δ᾽ ὀπαδοὺς τούσδε καὶ δορυσσόους §986ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας, §987καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν §988λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι.
关于我对我那群同胞朋友所做的事,虽然他们曾听闻堂兄弟们残暴的企图,但仍为我分配了这些随从和持枪的卫士,好让我拥有这尊贵的特权,不至于因意外的战死而默默无闻地死去,使这片土地永远承受沉重的负担。
§989τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς §990χάριν σέβεσθαι τιμιωτέραν λέγω.
既然得到了如此恩惠,我们应当从心底对其表示更加尊崇的感谢。
§991καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε πρὸς γεγραμμένοις §992πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός, §993ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.
请将这些话与父亲先前所写的许多其他教诲一起记录下来,因为陌生的群众需要时间来检验。
§994πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει §995κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
对待在留外邦人,谁都有一条现成而恶毒的舌头,而且说出诽谤之词总是轻而易举。
§996ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ, §997ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς.
但我劝诫你们不要使我蒙羞,因为你们正处于这令凡人瞩目的青春韶华。
§998τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς: §999θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;
成熟的果实绝非易于防守;野兽与凡人都会觊觎它,难道不是吗?
§1000καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
无论是飞禽还是走兽。
§1001†καρπώματα στάζοντα κηρύσσει Κύπρις §1002καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,†
塞浦路斯的女神宣告着那滴汁的果实,禁止欲望去掠夺它。
§1003καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι §1004πᾶς τις παρελθὼν ὄμματος θελκτήριον §1005τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος.
而对于少女们美丽动人的姿色,每个过路人都会投去诱惑的目光,被欲望所征服。
§1006πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος §1007πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη δορί, §1008μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς §1009πράξωμεν.
因此,切勿让我们遭受那些为此付出了极大劳苦、并用战船耕耘了广阔海洋的灾祸,更不要给我们带来耻辱,而让我的仇敌们感到快意。
οἴκησις δὲ καὶ διπλῆ πάρα: §1010τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ, §1011οἰκεῖν λάτρων ἄτερθεν: εὐπετῆ τάδε.
住所也有双重选择:其一由佩拉斯戈斯提供,其二由城邦提供,且无须支付费用,这些都是极便利的条件。
§1012μόνον φύλαξαι τάσδ᾽ ἐπιστολὰς πατρός, §1013τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
只要谨守父亲的这些嘱托,把贞洁看得比生命更为重要。
§1014τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων:
其余的事,愿我们从奥林匹斯诸神那里获得好运。
§1015ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ.
至于我的青春,父亲,请放宽心。
§1016εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον, §1017ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
因为除非神明有了什么新的旨意,否则我绝不会偏离以往心灵的轨迹。
§1018ἴτε μὰν ἀστυάνακτας §1019μάκαρας θεοὺς γανόοντες πολιούχους §1020τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου §1021περιναίουσιν παλαιόν.
去吧,赞美那些主宰城邦并保护这土地的幸福神明,以及那些居住在埃拉西诺斯河古老流域周围的神明。
§1022ὑποδέξασθε <δ᾽> ὀπαδοὶ §1023μέλος: αἶνος δὲ πόλιν τάνδε Πελασγῶν §1024ἐχέτω, μηδ᾽ ἔτι Νείλου §1025προχοὰς σέβωμεν ὕμνοις:
随从们啊,接受这歌声吧;让赞美归于佩拉斯戈斯人的城邦,我们不要再在赞美诗中崇敬尼罗河的河口。
§1026ποταμοὺς δ᾽ οἳ διὰ χώρας §1027θελεμὸν πῶμα χέουσιν πολύτεκνοι, §1028λιπαροῖς χεύμασι γαίας §1029τόδε μειλίσσοντες οὖδας.
而是要赞美那些流经此地、提供温和泉水并抚育众多子嗣、以其丰沛流量滋润这片土地土壤的河流。
§1030ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ §1031στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας §1032γάμος ἔλθοι Κυθερείας: §1033στυγερῶν πέλοι τόδ᾽ ἆθλον.
愿纯洁的阿耳忒弥斯怜悯地看着我们的队伍,愿那来自基塞雷亚的婚礼不要强行降临;愿那成为我们仇恨之人的战利品。
§1034Κύπριδος <δ᾽> οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων.
但塞浦路斯女神那仁慈的法则同样不容忽视。
§1035δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ: §1036τίεται δ᾽ αἰολόμητις §1037θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
因为她与赫拉一起,在宙斯身旁拥有最强大的力量;这位足智多谋的女神因其庄严的功绩而备受尊崇。
§1038μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν §1039Πόθος <ᾇ> τ᾽ οὐδὲν ἄπαρνον §1040τελέθει θέλκτορι Πειθοῖ.
陪伴在亲爱的母亲身边的有渴望,以及那从不言败、充满魅惑的劝说。
§1041δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας §1042ψεδυραὶ τρίβοι τ᾽ ἐρώτων.
阿佛洛狄忒也赋予了和谐女神一份司职,以及爱神们私语的路径。
§1043φυγάδεσσιν δ᾽ ἐπιπνοίας κακά τ᾽ ἄλγη §1044πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι.
但我为我们这些流亡者担忧,害怕狂风、不幸的痛苦以及血腥的战争。
§1045τί ποτ᾽ εὔπλοιαν ἔπραξαν §1046ταχυπόμποισι διωγμοῖς;
究竟为什么,他们能在迅捷的追击中顺利航行?
§1047ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.
凡是命中注定的,就必定会发生。
§1048Διὸς οὐ παρβατός ἐστιν §1049μεγάλα φρὴν ἀπέραντος:
宙斯伟大而无穷的意愿是无法逾越的。
§1050μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ §1051προτερᾶν πέλοι γυναικῶν.
伴随着无数的婚姻,愿这结局如同以往那些女子的结局一样。
§1052ὁ μέγας Ζεὺς ἀπαλέξαι §1053γάμον Αἰγυπτογενῆ μοι.
愿伟大的宙斯为我驱逐那来自埃及的婚姻。
§1054τὸ μὲν ἂν βέλτατον εἴη: §1055σὺ δὲ θέλγοις ἂν ἄθελκτον.
—— 那确实是最好的结果;但你是在试图抚平那无法抚平的事物。
§1056σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.
—— 但你根本不知道未来。
§1057τί δὲ μέλλω φρένα Δίαν §1058καθορᾶν, ὄψιν ἄβυσσον;
而我为何要试图洞察宙斯的心思,那深不可测的景象呢?
§1059μέτριον νῦν ἔπος εὔχου:
—— 现在祈求一句适度的话吧。
§1060τίνα καιρόν με διδάσκεις;
你是在教导我什么适度的分寸呢?
§1061τὰ θεῶν μηδὲν ἀγάζειν.
—— 不要在任何事上过度指责神明。
§1062Ζεὺς ἄναξ ἀποστεροί- §1063η γάμον δυσάνορα §1064δάιον, ὅσπερ Ἰὼ §1065πημονᾶς ἐλύσατ᾽ εὖ §1066χειρὶ παιωνίᾳ κατασχεθών, §1067εὐμενεῖ βίᾳ κτίσας.
愿宙斯王驱逐那可憎而充满敌意的婚姻,正是他使伊俄解脱了痛苦,用他治愈的手抚摸她,以仁慈的力量使她复原。
§1068καὶ κράτος νέμοι γυναι- §1069ξίν: τὸ βέλτερον κακοῦ §1070καὶ τὸ δίμοιρον αἰνῶ, §1071καὶ δίκᾳ δίκας ἕπε- §1072σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις §1073μαχαναῖς θεοῦ πάρα.
愿他将胜利赋予女性;我赞美那优于邪恶的结果,以及那双重的分值,并愿正义跟随着正义,伴随我的祈祷,借助那来自神明的解救手段。

词汇与语法注释

  1. 970τοῦ γὰρ προτέρα — τοῦ 不是关系代词,而是指代前文提到的 πατέρα Δαναόν 的指示代词(功能上用作人称代词)属格,在此作比较级 προτέρα 所要求的比较属格。译为“因为他的智慧(比我们)更为领先”。
  2. 983καί μου τὰ μὲν πραχθέντα... πικρῶς ἤκουσαν — 此处的句法较为复杂:主句动词 ἤκουσαν(ἀκούω 的第三人称复数不定过去时)的主语是阿耳戈斯人民,而 αὐτανεψίοις 用作指代“针对堂兄弟们”的与格。整句意为“他们(阿耳戈斯人)听闻了我对堂兄弟们所做的事,并对堂兄弟们的暴虐企图感到愤慨”,以此强调阿耳戈斯人对流亡者的善意。
  3. 1006ὧν πολὺς πόνος — 关系代词 ὧν 受其省略的先行词影响而同化为属格(本应为作 πάθωμεν 宾语的宾格 ἃ 或 οὕς)。整句意为“免得我们遭受那些为此付出了极大劳苦的(灾祸)”。
  4. 1069τὸ βέλτερον κακοῦ — 比较级 βέλτερον 后接单数属格 κακοῦ,意为“恶中之较好者”,即在两害(如注定的婚姻与死亡/战争)相权中取其轻,反映出一种无可奈何但务实的期盼。

引用这一段

埃斯库罗斯, 祈愿女 §967-1073. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg001.humanitext-grc1:967-1073

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。