§513οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
因内心的恐惧而感到惶恐,这确实不足为奇。
§514ἀεὶ γυναικῶν ἐστὶ δεῖμ᾽ ἐξαίσιον.
女人的恐惧总是异乎寻常。
§515σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
愿您用言语和行动来使我们的心欢喜。
§516ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
但你的父亲绝不会让你们长久处于孤立无援的境地。
§517ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους §518στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ: §519καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
我去召集本地的民众,好让他们对你们怀有善意;我也会指导你的父亲该说些什么。
鉴于此,请留在此处,并向本地的神明用祷告祈求你们渴望得到的东西。
我去筹办这些事情;愿说服之神与成事的幸运伴随我。
§524ἄναξ ἀνάκτων, μακάρων §525μακάρτατε καὶ τελέων §526τελειότατον κράτος, ὄλβιε Ζεῦ, §527πιθοῦ τε καὶ γένει σῷ §528ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας: §529λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ §530τὰν μελανόζυγ᾽ ἄταν.
众王之王,福乐者中最福乐的人,完美力量中最完美的力量,幸福的宙斯,请垂听,并为了您的后代,极力憎恨并驱逐那些男人的暴行;请将那黑色的毁灭投入紫色的深海。
§531τὸ πρὸς γυναικῶν <δ᾽> ἐπιδὼν §532παλαίφατον ἁμέτερον §533γένος φιλίας προγόνου γυναικὸς §534νέωσον εὔφρον᾽ αἶνον, §535γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς,
请看顾女人的一方,恢复我们那自古相传、属于敬爱之祖先女性的家系,重新唤醒那仁慈的传说,噢,伊奥的抚摸者,成为那记忆深重的人吧。
§538παλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν §539ματέρος ἀνθονόμους ἐπωπάς, §540λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ §541οἴστρῳ ἐρεσσομένα §542φεύγει ἁμαρτίνοος, §543πολλὰ βροτῶν διαμειβομένα §544φῦλα, διχῇ δ᾽ ἀντίπορον §545γαῖαν ἐν αἴσᾳ διατέμ- §546νουσα πόρον κυματίαν ὁρίζει:
我已回到了母亲古老的足迹,那是她吃草赏花并受监视的地方,那片放牧母牛的草场,从那里,伊奥受到牛虻的驱赶,丧失理智地逃亡,穿过许多凡人的部落;她遵从命运,将对岸的大地一分为二,划定出波涛汹涌的峡湾。
§547ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας §548μηλοβότου Φρυγίας διαμπάξ: §549περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν, §550Λύδιά τ᾽ ἂγ γύαλα, §551καὶ δι᾽ ὀρῶν Κιλίκων §552Παμφύλων τε [γένη] διορνυμένα §553πὰρ ποταμοὺς ἀενάους §554καὶ βαθύπλουτον χθόνα καὶ §555τὰν Ἀφροδίτας πολύπυρον αἶαν.
她穿过亚细亚的大地疾行,直穿牧羊的弗里吉亚;她跨越缪西亚人的特乌特拉斯之城,以及吕底亚的谷地,疾驰过基利家的山脉和旁非利亚的土地,经过那川流不息的河畔,那肥沃富庶的泥土,以及阿佛洛狄忒那麦穗丰饶的土地。
§556ἱκνεῖται δ᾽ †εἰσικνουμένου βέλει §557βουκόλου πτερόεντος §558Δῖον πάμβοτον ἄλσος, §559λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται §560Τυφῶ μένος, §561ὕδωρ τε Νείλου νόσοις ἄθικτον, §562μαινομένα πόνοις ἀτί- §563μοις ὀδύναις τε κεντροδα- §564λήτισι θυιὰς Ἥρας.
她受到那长着翅膀的牧人的针刺折磨,抵达了宙斯滋养、哺育万物的圣林,那片积雪滋润的草场,那里正遭受堤丰之狂暴的席卷,还有那免受疾病侵害的尼罗河水;她因那耻辱的劳苦而疯狂,并在那针刺带来的、伤及心灵的痛苦中,成为了赫拉狂乱的祭品。
§565βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι, §566χλωρῷ δείματι θυμὸν §567πάλλοντ᾽ ὄψιν ἀήθη, §568βοτὸν ἐσορῶντες δυσχερὲς μιξόμβροτον, §569τὰν μὲν βοός, §570τὰν δ᾽ αὖ γυναικός: τέρας δ᾽ ἐθάμβουν.
当时居住在那片土地上的凡人,他们的心因那惨白苍凉的恐惧震颤不已,目睹着这前所未有的异象,看着这人兽相混、难以直视的生灵,这一半是母牛,另一半又是女人的形貌;他们面对这怪物感到无比惊异。
那么,在那个时候,究竟是谁安抚了那四处漂泊、悲惨万分、被牛虻逼疯的伊奥?
§576χειρὸς δ᾽ ἀπημάντῳ σθένει §577καὶ θείαις ἐπιπνοίαις §578παύεται, δακρύων δ᾽ ἀπο- §579στάζει πένθιμον αἰδῶ.
凭借他那并无伤害的手掌伟力以及神圣的吐息,她得以解脱,滴落下悲哀、羞涩的泪水。
§580λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ §581γείνατο παῖδ᾽ ἀμεμφῆ, §582δι᾽ αἰῶνος μακροῦ πάνολβον: §583ἔνθεν πᾶσα βοᾷ χθών, §584“φυσιζόου γένος τόδε §585Ζηνός ἐστιν ἀληθῶς: §586τίς γὰρ ἂν κατέπαυσεν Ἥ- §587ρας νόσους ἐπιβούλους; ”
她怀上了宙斯那不容置疑的骨肉,正如真实之言所道,生下了一个完美无瑕的儿子,他一生长久,享尽了极大的福祉;故而整片大地都在欢呼: “这后裔确实属于那赋予生命的宙斯;因为还有谁能终止赫拉那阴谋加害的顽疾?
” 这正是宙斯的伟业;若说这一族源自埃帕福斯,你便是道出了真相。
§592<αὐτὸς> πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ §593γένους παλαιόφρων μέγας §594τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
父亲本人、播种者、亲手施治的君王、我们这一族古老智慧的伟大筑造者,送来顺风并拥有一切手段的宙斯。
§597οὔτινος ἄνωθεν ἡμένου σέβει κάτω.
他无需在下位尊奉那坐在高位之人的谕旨。
鼓起勇气吧,孩子们,本地人的事办得很好:民众已经通过了最终的决议。
§602ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί:
噢,祝您安好,长者,您向我报了最喜悦的佳音!
请告诉我们,究竟确立了怎样的裁决,以及掌握权力的民众之手是如何占了多数。
§605ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, §606ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με γηραιᾷ φρενί: §607πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις §608ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον: §609ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους §610κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν: §611καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ §612ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν, §613τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων §614ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
阿尔戈斯人毫无异议地通过了决议,其结果甚至让我这颗衰老的心重新焕发青春:因为全体民众挥舞着右手,在他们确立这一政令时,连天空也为之震动:允许我们在这片土地上作为自由的居留者生活,免遭强夺,并享有人人不可侵犯的权利;无论是居民还是外来者,任何人均不得强行带走我们;若有人诉诸武力,任何未能施以援手的本地土地所有者,都将被剥夺公民权并被公开驱逐出境。
§615τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων §616ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον §617μέγαν προφωνῶν μήποτ᾽ εἰσόπιν χρόνου §618πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα §619λέγων διπλοῦν μίασμα πρὸς πόλεως φανὲν §620ἀμήχανον βόσκημα πημονῆς πέλειν.
佩拉斯吉的国王就我们作了如此这般的陈辞说服,告诫绝不可在未来的岁月中让哀求者之神宙斯的深重怒火惩罚这座城市;他说,外来者与公民的双重玷污一旦在城市面前显露,必将成为无法遏制的灾难温床。
倾听了这些话,阿尔戈斯的民众无需召集官宣告,便挥手裁决了这些事情的定局。