Humanitext Reader

埃斯库罗斯 · 祈愿女 §423-512

自缢威胁与佩拉斯戈斯王的决意

第 5 段,共 10 段 · 希腊语

内容简介

达那伊得斯姐妹以在神像上自缢相威胁,迫使国王在痛苦的抉择中做出决定,并着手安排达那奥斯前往城中争取市民的同情与支持。

§423μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν §424πολυθέων ῥυσια- §425σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.
请不要任由我从众多神明的座位上被强行拖走,喔,掌握这片土地全部权力的人。
§426γνῶθι δ᾽ ὕβριν ἀνέρων §427καὶ φύλαξαι κότον.
请认清这些男人们的暴行,并防范神明的怒火。
§428μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν §429ἀπὸ βρετέων βίᾳ §430δίκας ἀγομέναν §431ἱππηδὸν ἀμπύκων, §432πολυμίτων πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.
请千万不要容忍看着哀求者从神像旁被强力拖离,这违背了正义,就像马匹被揪住缰绳一样,并且我的多股编织的衣裳也被拉扯。
§433ἴσθι γάρ: παισὶ τάδε καὶ δόμοις, §434ὁπότερ᾽ ἂν κτίσῃς, §435μένει ἄρ᾽ ἐκτίνειν §436ὁμοιΐαν θέμιν.
因为你要知道:无论你带来两者中的哪一个,你的子孙和家室都必须偿还同等分量的正义。
§437τάδε φράσαι δίκαια Διόθεν κράτη.
请好好考虑这些来自宙斯的公正权力。
§438καὶ δὴ πέφρασμαι: δεῦρο δ᾽ ἐξοκέλλεται: §439ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν §440πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος §441στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
我确实已经考虑过了:事态已在此处搁浅;与这些人或是那些人承担一场巨大的战争是绝对无法避免的,船体已被紧固,就像用航海绞盘拉紧固定一样。
§442ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
没有痛苦,任何地方都不会有结局。
§443καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων, §444[ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου] §445γένοιτ᾽ ἂν ἄλλα κτησίου Διὸς χάριν: §446καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, §447γένοιτο μύθου μῦθος ἂν θελκτήριος §448[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια]:
当财产从家中被掠夺时,[即使带来更大的毁灭并装满货物]借着守护财产的宙斯之恩典,其他的财富仍可获得;即使舌头射出了不合时宜的箭,也会有另一句话成为安抚前言的良药[虽然这确实极大激发了心中的痛苦愤怒]。
§449ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται, §450δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια §451θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
但为了不让同胞的血流淌,极有必要向许多神明奉献许多牺牲,并使牺牲倒下,以作为痛苦的治疗。
§452ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι: §453θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν §454εἶναι: γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.
确实,我极想远离这场纷争;我宁愿对灾祸无知,也不愿在恶事上聪明;但愿事情的发展违背我的预料,得以善终。
§455πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
请听完这许多虔敬之言的终结。
§456ἤκουσα, καὶ λέγοις ἄν: οὔ με φεύξεται.
我听到了,你可以说,它绝不会逃过我的注意。
§457ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων.
我有束带和腰带,是衣服的扣件。
§458τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
这些东西或许对女人来说是合适的。
§459ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— §460λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσει.
那么,你要知道,从这些东西中可以产生一个绝妙的计策—— 请说,你将吐露怎样的言语。
§461εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ— §462τί σοι περαίνει μηχανὴ συζωμάτων;
如果你不对这一群人许下可靠的承诺—— 你的腰带计策能为你达成什么?
§463νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
用新的铭板来装饰这些神像。
§464αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς φράσον.
这是一个谜一般的词;但请直截了当地说明。
§465ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.
尽早从这些神明之像上悬梁自尽。
§466ἤκουσα μαστικτῆρα καρδίας λόγον.
我听到了鞭笞我心灵的话语。
§467ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.
你明白了;因为我已让你的眼睛看得更清楚。
§468καὶ [μὴν] πολλαχῇ γε δυσπάλαιστα πράγματα, §469κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται: §470ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον §471τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
确实,在许多方面,事情都是难以对付的,灾祸的泛滥就像河流一样涌来;我已步入这片毁灭的无底深海,不易渡过,哪里都没有躲避灾祸的港湾。
§472εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος, §473μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον: §474εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν §475σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, §476πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, §477ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
因为如果我不为你们履行这一义务,你所说的玷污是无法避开的;但如果,另一方面,面对你同血缘的艾古普托斯的儿子们,我站在城墙前,通过战斗走向结局,这代价怎能不痛苦,为了女人的缘故让男人们将大地染红?
§478ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον §479ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
无论如何,敬畏哀求者之神宙斯的怒火是不可或缺的;因为这是凡人中至高无上的畏惧。
§480σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, §481κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν §482βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων §483θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ §484πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος §485ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
你,这些处女的年迈父亲,赶快将这些树枝抱在怀里,放在本地神明的其他祭坛上,好让所有市民都看到这次抵达的标志,不要让我受到非难;因为对于掌权者,人民总是乐于指摘。
§486καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν τάδε §487ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, §488ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος: §489τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
因为或许有人在看到这些并产生同情后,会憎恨这群男人的横暴,从而人民会对你们更加友善;因为每个人都会对弱者抱有同情。
§490πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα, §491αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
能够找到并获得一位虔敬的庇护者,对我们而言是极具价值的。
§492ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων §493ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν §494βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας §495εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ δι᾽ ἄστεως §496στείχουσι: μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις.
请派遣本地人的护卫和向导与我们同行,以便我们能够找到城邦守护神们的庙前祭坛和守护神们的座位,并使我们在穿过城市时能够安全;因为我们的外貌特征与同行的当地人不同。
§497Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος §498τρέφει.
因为尼罗河孕育的种族与伊纳科斯河并不相同。
φύλαξαι μὴ θράσος τέκῃ φόβον: §499καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο.
要防范过度的自信滋生恐惧:的确,也有人因无知而杀害了朋友。
§500στείχοιτ᾽ ἄν, ἄνδρες: εὖ γὰρ ὁ ξένος λέγει.
你们可以去了,伙伴们;因为异邦人说得很对。
§501ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας: §502καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν §503ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν.
引导他去城邦的祭坛、神明的座位;对路上遇到的人,没有必要多说话,因为你们正带领着这位在神明炉边的船夫。
§504τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι: §505ἐγὼ δὲ πῶς δρῶ;
你已经对这个人说了,让他按指示前行吧;但我该怎么办?
ποῦ θράσος νέμεις ἐμοί;
你把安全分配在何处给我?
§506κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
把树枝留在那里,那是你苦难的标志。
§507καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
的确,我听从你的手和你的话,将其留在此处。
§508λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου τόδε.
现在转向这片开阔的圣林。
§509καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
凡人可入的圣林怎么能保护我呢?
§510οὔτοι πτερωτῶν ἁρπαγαῖς <σ᾽> ἐκδώσομεν.
我们绝不会把你交托给长羽翼的掠夺者。
§511ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
但如果交托给比可恶的毒蛇更具敌意的人呢?
§512εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
既然受到了善待,就请说吉利的话吧。

词汇与语法注释

  1. 431ἱππηδὸν ἀμπύκων — 副词 ἱππηδόν(意为“像马一样”)支配属格 ἀμπύκων(意为“额带、马笼头”),生动地描绘了马匹被缰绳强行拉扯的场景,修饰第430行的 δίκας ἀγομέναν(被不义地拖走)。
  2. 433-435ὁπότερ᾽ ἂν κτίσῃς, μένει ἄρ᾽ ἐκτίνειν — ὁπότερα(意为“两者中的任何一个”)是 κτίσῃς(意为“你带来、决定”)的宾语。无人称动词 μένει 的主语是不定式 clauses ἐκτίνειν,表示“无论你做出哪种决定,你的子孙和家室都必须偿还同等代价”的因果关系。
  3. 441ὡς προσηγμένον — 连词 ὡς 与完成时被动分词 προσηγμένον(中性主格,与 σκάφος“船体”一致)连用,表示比喻或假定的情况,“正如被拉上岸一般”紧紧固定,用船只的隐喻强调城邦所面临的紧迫危机。
  4. 461εἰ μή τι πιστὸν... — 这是一个条件从句的条件部(protasis),但省略了结果部(apodosis),使威胁悬在空中,随后国王在下一行打断并询问这一计策能达成什么,从而营造出戏剧性的紧张感。

引用这一段

埃斯库罗斯, 祈愿女 §423-512. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg001.humanitext-grc1:423-512

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。