Humanitext Reader

埃斯库罗斯 · 祈愿女 §329-422

达那俄斯诸女乞求庇护与佩拉斯戈斯的抉择

第 4 段,共 10 段 · 希腊语

内容简介

达那俄斯的女儿们聚集在集会神明的祭坛前,向阿尔戈斯国王佩拉斯戈斯乞求庇护,以逃避与艾古普托斯儿子们的不自愿婚姻。国王在拒绝求庇者招致神明愤怒与接受求庇者引发战争之间痛苦地挣扎,并坚持必须先咨询全体公民的意见。

§329πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν:
在任何地方,你都无法看到相同的苦难之翼。
§330ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν §331κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, §332ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
因为谁能料到,为了逃避对婚姻之床的厌恶,这出乎意料的逃亡,竟然会奔向这片曾经有着同族血缘关系的阿尔戈斯土地?
§333τί φῂς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν, §334λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
你手持新摘的、缠着白带的树枝,说你是在向这些集会的众神祈求什么?
§335ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
求我不要成为艾古普托斯一族的奴隶。
§336πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
你这样说,是因为敌意,还是因为这是不义的?
§337τίς δ᾽ ἂν φίλους ὄνοιτο τοὺς κεκτημένους;
谁会把占有自己的主人当成亲人来喜爱呢?
§338σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
然而,人类的力量正是以此种方式得以更大地增长。
§339καὶ δυστυχούντων γ᾽ εὐμαρὴς ἀπαλλαγή.
而在遭遇不幸时,这倒是容易离异。
§340πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
那么,我该如何做,才能对你们尽到虔敬之责?
§341αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν.
在艾古普托斯的儿子们索要我们时,绝不要把我们交出去。
§342βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι νέον.
你提出了沉重的要求,那意味着要承担一场新的战争。
§343ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
然而,正义确实会作为同盟者的庇护者而立。
§344εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
如果正义从一开始就是这件事的参与者的话。
§345αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.
请敬畏这艘如此被装点起来的城邦之船尾。
§346πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους.
看着这些被树枝遮蔽的座位,我感到不寒而栗。
§347βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
的确,庇护哀求者的宙斯之怒是沉重的。
§348Παλαίχθονος τέκος, κλῦθί μου §349πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
帕莱克同的孩子啊,请听我说,带着好意的心,佩拉斯戈斯人的国王啊。
§350ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον, §351λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις §352ἠλιβάτοις, ἵν᾽ ἀλκᾷ πίσυνος μέμυ- §353κε φράζουσα βοτῆρι μόχθους.
请看着我这个逃亡、流浪的哀求者,就像一头在陡峭岩石上被狼群追赶的小牝牛,她凭借着自己的力气,向牧牛人哀鸣,诉说着自己的苦难。
§354ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον §355νεύονθ᾽ ὅμιλον τόνδ᾽ ἀγωνίων θεῶν.
我看到集会众神的这群会众,被新摘的树枝所遮蔽,正点头表示哀求。
§356εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων.
愿这起关乎外来暂住者的事务不带来灾祸。
§357μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει §358νεῖκος γένηται: τῶν γὰρ οὐ δεῖται πόλις.
愿城邦不因意外和未曾预料之事而产生争端;因为城邦不需要这些。
§359ἴδοιτο δῆτ᾽ ἄνατον φυγὰν §360ἱκεσία Θέμις Διὸς κλαρίου.
愿哀求者的正义女神,分配命运的宙斯之女忒弥斯,垂顾我们这无害的逃亡。
§361σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων: §362ποτιτρόπαιον αἰδόμενος †οὖνπερ §363ἱεροδόκα†. . §364θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ.
而你,虽然心智成熟,但也请向晚辈学习:如果你敬畏哀求者,接受神圣祭品的众神,便不会轻看来自洁净之人的誓愿。
§365οὔτοι κάθησθε δωμάτων ἐφέστιοι §366ἐμῶν.
你们并非坐在我私人房屋的炉边。
τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις, §367ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
如果城邦的公共体受到了玷污,就让人民共同承担起寻找解救办法的责任。
§368ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος, §369ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
但在我向全体公民商讨此事之前,我不会提前做出任何承诺。
§370σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον: §371πρύτανις ἄκριτος ὤν, §372κρατύνεις βωμόν, ἑστίαν χθονός, §373μονοψήφοισι νεύμασιν σέθεν,
你就是城邦,你就是人民;作为不受审判的统治者,你主宰着这片土地的祭坛与炉边,仅凭你一人的颔首。
§374μονοσκήπτροισι δ᾽ ἐν θρόνοις χρέος §375πᾶν ἐπικραίνεις: ἄγος φυλάσσου.
在独揽王权的宝座上,你决定了一切职责;谨防玷污。
§376ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις, §377ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ: §378οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.
愿玷污落在我的敌人身上,但我不免于受害就无法帮助你们;然而,无视这些哀求同样是不明智的。
§379ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας §380δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.
我束手无策,恐惧占据了我的心,无论行动还是不行动,无论接受怎样的命运。
§381τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, §382φύλακα πολυπόνων §383βροτῶν, οἳ τοῖς πέλας προσήμενοι §384δίκας οὐ τυγχάνουσιν ἐννόμου.
注视着那来自高天的监视者,那多灾多难之凡人的守护者,那些寄居在邻人之处的哀求者,未能获得合法的正义。
§385μένει τοι Ζηνὸς ἱκταίου κότος §386δυσπαραθέλκτους παθόντος οἴκτοις.
庇护哀求者的宙斯之怒依然存在,不会被受苦者的哀怜所动摇。
§387εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν §388νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους §389εἶναι, τίς ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι;
如果艾古普托斯的儿子们确实根据你故乡的法律支配着你,声称他们是最近的亲属,谁会想要反对他们呢?
§390δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, §391ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.
你必须根据你故乡的法律进行抗辩,证明他们对你没有任何管辖权。
§392μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος §393κράτεσιν ἀρσένων.
愿我永远不要落入男人们的支配之下。
ὕπαστρον δέ τοι §394μῆχαρ ὁρίζομαι γάμου δύσφρονος §395φυγάν: ξύμμαχον δ᾽ ἑλόμενος δίκαν §396κρῖνε σέβας τὸ πρὸς θεῶν.
在群星之下,我将逃离这令人厌恶的婚礼作为我的救济手段;选择正义作为你的同盟者,判定对神明应有的敬畏。
§397οὐκ εὔκριτον τὸ κρῖμα: μή μ᾽ αἱροῦ κριτήν.
这裁决并不容易做出;不要选我做裁判。
§398εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε §399πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε
我之前就说过,没有民众的同意,我不会做这件事,即使我是统治者。
§400εἴπῃ λεώς, εἴ πού τι κἀλλοῖον τύχοι, §401“ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν. ”
免得有朝一日如果发生什么不测,民众会说: “你因尊重外邦人而毁灭了城邦。
§402ἀμφοτέροις ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ §403Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως §404ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις.
” 双方共同的先祖宙斯正监视着这些,他偏向一侧或另一侧,公正地分配,将不义分给恶人,将神圣分给守法之人。
§405τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ- §406γὲς τὸ δίκαιον ἔρξαι;
既然天秤如此公平地倾斜,你为何还犹豫不去做正确的事?
§407δεῖ τοι βαθείας φροντίδος σωτηρίου, §408δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν §409δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον: §410ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, §411αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς, §412καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται §413μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας §414ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν §415βαρὺν ξύνοικον θησόμεσθ᾽ ἀλάστορα, §416ὃς οὐδ᾽ ἐν Ἅιδου τὸν θανόντ᾽ ἐλευθεροῖ.
确实需要深思熟虑的救赎之策,像潜水员一样,用敏锐的眼睛深入深渊,而不能被酒精过度迷蒙;为了使这些事情,首先对城邦,也对我们自身而言,无伤且美好地结束,并且既不让报复的争端抓住我们,也不至于让我们因交出如此坐在神明座上的你们,而把那毁灭一切的神、沉重的伴侣——复仇之神招致我们身上,他在冥府里也不会放过死者。
§417μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
难道你还不认为需要救赎之策吗?
§418φρόντισον καὶ γενοῦ §419πανδίκως εὐσεβὴς §420πρόξενος: τὰν φυγάδα μὴ προδῷς, §421τὰν ἕκαθεν ἐκβολαῖς §422δυσθέοις ὀρμέναν:
深思吧,并且成为完全虔敬的保护者:不要背叛这个逃亡者,她因不敬神的驱逐,从远方被驱赶至此;

词汇与语法注释

  1. §331κέλσειν — 不定式,用作 `ηὔχει`(“预料、自负”)的宾语补足语。其逻辑主语是宾格的 `τήνδ᾽ ἀνέλπιστον φυγὴν`。
  2. §337τοὺς κεκτημένους — 用作实质名词的现在完成分词(“拥有者、占有者”),在上下文中指“主人”或“丈夫”。`φίλους`(“亲人、朋友”)用作宾格状语或宾格表语。
  3. §390φεύγειν — 此处除了“逃亡”的意思外,在法庭辩论的语境中还带有双重含义,即“作为被告进行抗辩”或“辩解”。
  4. §405μεταλγὲς — `μεταλγής`(“事后痛苦、后悔”)的中性单数宾格,用作 `ἔρξαι`(“做”)的宾语,表示“后悔”或“痛苦”。整体构成一个反问句:“做正确的事有什么可后悔的?”
  5. §409μηδ᾽ ἄγαν ᾠνωμένον — 修饰“眼睛”(`ὄμμα`)的分词短语。意思是“没有过度饮酒/醉酒”,在潜水员的比喻中重叠了保持理性和冷静判断力的状态。

引用这一段

埃斯库罗斯, 祈愿女 §329-422. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg001.humanitext-grc1:329-422

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。