Humanitext Reader

埃斯库罗斯 · 祈愿女 §238-328

佩拉斯戈斯王的盘问与达那俄斯之女的世系

第 3 段,共 10 段 · 希腊语

内容简介

阿尔戈斯国王佩拉斯戈斯会见达那俄斯的女儿们。国王虽对她们的异国装束感到惊讶,但仍询问其身份,女儿们则通过追溯至伊俄的家族史,证明了自己源自阿尔戈斯。

§238ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο, §239ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν §240ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
然而,你们竟然在既无使者、也无保护人、又无向导的情况下,毫不畏惧地来到这片土地,这实在令人惊叹。
§241κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων §242κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:
不过,符合求庇护者习俗的树枝,确实正放在集会众神前、你们的身旁。
§243μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
仅在这一点上,希腊的土地会与我的推测相吻合。
§244καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν, §245εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
如果不是有当面说明的言语,原本还应当推测许多其他的事情。
§246εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
关于我们的装束,你说了真切无误的话。
§247ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω, §248ἢ τηρὸν Ἑρμοῦ ῥάβδον, ἢ πόλεως ἀγόν;
但我对你说话,是将你视作普通平民,还是手持赫耳墨斯神杖的使者,亦或是城邦的领袖?
§249πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί.
对此,请你放心回答,并对我明言。
§250τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος §251ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
因为我是大地所生的帕莱克同之子佩拉斯戈斯,是这片土地的统治者。
§252ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον §253γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
因我这位国王而得名的佩拉斯戈斯族人,正合理地享用着这片土地的果实。
§254καὶ πᾶσαν αἶαν, ἧς δι᾽ ἁγνὸς ἔρχεται §255Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
凡是清澈的斯特里蒙河所流经的、向着落日方向的所有土地,皆由我统治。
§256ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα, §257Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας, §258ὄρη τε Δωδωναῖα: συντέμνει δ᾽ ὅρος §259ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε κρατῶ.
我将佩拉埃比人的土地、平度斯山脉以外、靠近派奥尼亚人的地方以及多多纳山脉定为边界;而边界由湿润的海洋截断;在这些边界这一侧的土地,都归我统治。
§260αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε §261πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
这片土地本身的平原自古以来就被称为阿庇亚,以答谢一位具有医治之能的人。
§262Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας §263ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα §264τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων, §265τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι §266χρανθεῖσ᾽ ἀνῆκε γαῖα †μηνεῖται ἄκη† §267δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
因为阿庇斯从瑙帕克托斯的对岸前来,作为阿波罗之子、身兼医者与占卜师的他,将这片土地上残害人类的怪兽清除干净,那些因昔日流血的污秽而染毒的大地,在愤怒中滋生出来的、成群毒蛇那充满敌意的伴侣。
§268τούτων ἄκη τομαῖα καὶ λυτήρια §269πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ §270μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς.
阿庇斯无可指摘地为这些灾祸施展了断然且解脱的医治,从而在阿尔戈斯土地的祈祷中,为自己赢得了永志不忘的回报。
§271ἔχουσα δ᾽ ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια §272γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
如今你们既已从我这里得到了凭证,便可宣称你们的族类并进一步说明。
§273μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
不过,本城邦确实不喜欢冗长的叙述。
§274βραχὺς τορός θ᾽ ὁ μῦθος: Ἀργεῖαι γένος §275ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός: §276καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ.
我们的叙述简短而清晰:我们自称在族类上是阿尔戈斯人,是孕育了优秀后代的牝牛的后裔;我将把这一切作为真话融入我的叙述中。
§277ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί, §278ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
异邦的女子们啊,在听我看来,你们所说的简直难以置信——你们的族类竟然是阿尔戈斯的。
§279Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι §280γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
因为你们更像利比亚的妇女,绝不像我们本地的女子。
§281καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, §282Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις §283εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων:
尼罗河或许也会培育出这样的植物,刻在女性形态上的塞浦路斯特征,也像是被男性工匠这样铸造出来的。
§284Ἰνδάς τ᾽ ἀκούω νομάδας ἱπποβάμοσιν §285εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα §286παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας.
我还听说,有印度的游牧妇女骑着备有鞍座、如马一般的骆驼,在与埃塞俄比亚人相邻的土地上游历。
§287καὶ τὰς ἀνάνδρους κρεοβόρους τ᾽ Ἀμαζόνας, §288εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα §289ὑμᾶς.
还有那些不要丈夫、以肉为食的亚马逊人,如果你们配有弓箭,我一定会觉得你们和她们极其相似。
διδαχθεὶς <δ᾽> ἂν τόδ᾽ εἰδείην πλέον, §290ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.
但若能得到指教,我便能更清楚地了解,你们的族类和后裔究竟如何是属于阿尔戈斯的。
§291κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ §292Ἰὼ γενέσθαι τῇδ᾽ ἐν Ἀργείᾳ χθονί.
人们说,伊俄曾在这片阿尔戈斯的土地上,担任赫拉神殿的掌钥人。
§293ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
的确如此,而且这一说法流传极广。
§295μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;
是不是也有传闻说,宙斯曾与那凡人结合?
§296κοὐ κρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.
确实,那些结合未能瞒过赫拉。
§297πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
那么,这些统治者之间的争斗最终如何收场?
§298βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
阿尔戈斯的女神将那女子变成了一头牝牛。
§300οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ;
那么,宙斯难道没有接近那头拥有美丽双角的牝牛吗?
§301φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
据说接近了,他化身为一头跃跃欲试的公牛。
§302τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;
对此,宙斯那强悍的妻子究竟作何反应?
§303τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
她派了一位能洞察一切的看守去监视那头牝牛。
§304ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
你指的是怎样一位能洞察一切的牧牛人?
§305Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
阿尔戈斯。 他是大地的儿子,被赫耳墨斯所杀。
§306τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
那么,她又为那只不幸的牝牛设下了什么别的圈套?
§307βοηλάτην μύωπα κινητήριον.
一只驱赶牛群、催促其奔跑的牛虻。
§308οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
尼罗河畔的人们称它为奥伊斯托斯。
§309τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
因此,它将她驱逐出这片土地,踏上了漫长的旅程。
§310καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
你所说的这一切,与我所了解的完全吻合。
§311καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
此外,她确实还到达了卡诺布斯和孟斐斯。
§313καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
宙斯确实用抚摸的手,为她孕育了后代。
§314τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
那么,自称为那头牝牛所生、属于宙斯的牛犊是谁?
§315Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
埃帕福斯。 他确实是因获得解救而得名。
§317Λιβύη, μέγιστον γῆς <πέδον> καρπουμένη.
利比亚。 她享有着大地上最广阔的平原。
§318τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
那么,你还称谁是她的另一个后裔?
§319Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
育有两个儿子的贝洛斯,也就是我站在这里的父亲的父亲。
§320τὸ πάνσοφον νῦν ὄνομα τούτου μοι φράσον.
那么,请告诉我这位极具智慧之人的名字。
§321Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις.
达那俄斯;而他的兄弟育有五十个孩子。
§322καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.
也请毫不吝啬地透露那兄弟的名字吧。
§323Αἴγυπτος.
埃古普托斯。
εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος §324πράσσοις ἄν, ὡς Ἀργεῖον ἀνστήσεις στόλον.
既然您已了解我们古老的族系,就请您采取行动,庇护这支阿尔戈斯的队伍。
§325δοκεῖτε <δή> μοι τῆσδε κοινωνεῖν χθονὸς §326τἀρχαῖον.
你们看起来确实自古以来就与这片土地休戚相关。
ἀλλὰ πῶς πατρῷα δώματα §327λιπεῖν ἔτλητε;
然而,你们怎会胆敢离开祖辈的家园?
τίς κατέσκηψεν τύχη;
究竟是什么厄运降临在你们身上?
§328ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.
佩拉斯戈斯人的国王啊,人类所遭受灾祸是变幻莫测、多种多样的。

词汇与语法注释

  1. §243συνοίσεται στόχῳ — 自动词 `συνοίσεται`(“相符、一致”的将来时)与表示手段或标准的与格 `στόχῳ`(“我的推测、估量”)的结合。主语为 `Ἑλλὰς χθών`(希腊之土),意为“仅在这一点上,希腊的土地与我的推测相吻合”。
  2. §245εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν — 虚拟语气条件句,对应 §244 中的结句 `εἰκάσαι δίκαιον ἦν`(推测本是理所当然的)。`παρόντι` 是与格分词,修饰 `φθόγγος`(“在场的”声音)。`ὁ σημανῶν` 为带冠词的将来时分词,意为“那将要说明/指示者”。
  3. §267δρακονθόμιλον δυσμενῆ ξυνοικίαν — 构成关系从句(§265-267)核心的宾格,同格说明先行词 `κνωδάλων`(怪兽们),并作为动词 `ἀνῆκε`(生出、滋生)的直接宾语。主语是 `γαῖα`(大地),`χρανθεῖσα`(被玷污)为修饰主语的分词。
  4. §283εἰκὼς πέπληκται — `εἰκώς` 是 `ἔοικα` 的虚拟/完全能动分词中性单数,在此处用作副词,意为“相似地、像这样”,修饰动词 `πέπληκται`(被打造、被镌刻)。整体上构成被动句:“女性形态上的塞浦路斯特征,就像是由男性工匠铸造出来的一样”。
  5. §324πράσσοις ἄν — 带有 `ἄν` 的希求法,表达温和的命令、委婉的请求或强烈的建议(“您应该采取行动”)。接下来的 `ὡς` 从句带有将来时直陈语气 `ἀνστήσεις`(您将庇护/使之立足),表示目的(“以便救助”)。

引用这一段

埃斯库罗斯, 祈愿女 §238-328. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg001.humanitext-grc1:238-328

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。