§1πολλὴν χάριν ἦν εἰδέναι τῷ καθʼ ἡμᾶς χρόνῳ δίκαιον, ὦ κράτιστε Ἀμμαῖε, καὶ ἄλλων μέν τινων ἐπιτηδευμάτων ἕνεκα νῦν κάλλιον ἀσκουμένων ἢ πρότερον, οὐχ ἥκιστα δὲ τῆς περὶ τοὺς πολιτικοὺς λόγους ἐπιμελείας οὐ μικρὰν ἐπίδοσιν πεποιημένης ἐπὶ τὰ κρείττω.
最优秀的阿迈乌斯啊,向我们这个时代表示莫大的感谢是公正的,这不仅是因为其他一些事业如今比以前得到了更美好的践行,尤其也是因为关于政治言说之关切已经朝着更好的方向取得了不小的进步。
ἐν γὰρ δὴ τοῖς πρὸ ἡμῶν χρόνοις ἡ μὲν ἀρχαία καὶ φιλόσοφος ῥητορικὴ προπηλακιζομένη καὶ δεινὰς ὕβρεις ὑπομένουσα κατελύετο, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς ἐκπνεῖν καὶ μαραίνεσθαι κατʼ ὀλίγον, ἐπὶ δὲ τῆς καθʼ ἡμᾶς ἡλικίας μικροῦ δεήσασα εἰς τέλος ἠφανίσθαι· ἑτέρα δέ τις ἐπὶ τὴν ἐκείνης παρελθοῦσα τάξιν, ἀφόρητος ἀναιδείᾳ θεατρικῇ καὶ ἀνάγωγος καὶ οὔτε φιλοσοφίας οὔτε ἄλλου παιδεύματος οὐδενὸς μετειληφυῖα ἐλευθερίου, λαθοῦσα καὶ παρακρουσαμένη τὴν τῶν ὄχλων ἄγνοιαν, οὐ μόνον ἐν εὐπορίᾳ καὶ τρυφῇ καὶ μορφῇ πλείονι τῆς ἑτέρας διῆγεν, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς προστασίας τῶν πόλεων, ἃς ἔδει τὴν φιλόσοφον ἔχειν, εἰς ἑαυτὴν ἀνηρτήσατο καὶ ἦν φορτική τις πάνυ καὶ ὀχληρὰ καὶ τελευτῶσα παραπλησίαν ἐποίησε γενέσθαι τὴν Ἑλλάδα ταῖς τῶν ἀσώτων καὶ κακοδαιμόνων οἰκίαις.
因为在我们之前的时代里,那古老而具有哲学性质的修辞学备受凌辱,忍受着可怕的虐待而趋于消亡,它自马其顿人亚历山大去世开始便逐渐奄奄一息、日渐衰微,而在我们这一代,已经到了差一点就彻底消亡的地步;然而,另一种修辞学取代了她的位置,其剧场式的厚颜无耻令人无法容忍且缺乏教养,既没有分得哲学,也没有分得任何其他自由人的教育,她隐瞒真相并欺骗了大众的无知,不仅过着比另一种修辞学更富足、奢侈且外表更华丽的生活,而且还把原本属于哲学修辞学的各城市之荣誉和领导权攫为己有,她变得极其粗俗和令人厌烦,最终使希腊变得与那些放荡和不幸之人的家庭相似。
ὥσπερ γὰρ ἐν ἐκείναις ἡ μὲν ἐλευθέρα καὶ σώφρων γαμετὴ κάθηται μηδενὸς οὖσα τῶν αὑτῆς κυρία, ἑταίρα δέ τις ἄφρων ἐπʼ ὀλέθρῳ τοῦ βίου παροῦσα πάσης ἀξιοῖ τῆς οὐσίας ἄρχειν, σκυβαλίζουσα καὶ δεδιττομένη τὴν ἑτέραν· τὸν αὐτὸν τρόπον ἐν πάσῃ πόλει καὶ οὐδεμιᾶς ἧττον ἐν ταῖς εὐπαιδεύτοις (τουτὶ γὰρ ἁπάντων τῶν κακῶν ἔσχατον) ἡ μὲν Ἀττικὴ μοῦσα καὶ ἀρχαία καὶ αὐτόχθων ἄτιμον εἰλήφει σχῆμα, τῶν ἑαυτῆς ἐκπεσοῦσα ἀγαθῶν, ἡ δὲ ἔκ τινων βαράθρων τῆς Ἀσίας ἐχθὲς καὶ πρῴην ἀφικομένη, Μυσὴ ἢ Φρυγία τις ἢ Καρικόν τι κακόν, Ἑλληνίδας ἠξίου διοικεῖν πόλεις ἀπελάσασα τῶν κοινῶν τὴν ἑτέραν, ἡ ἀμαθὴς τὴν φιλόσοφον καὶ ἡ μαινομένη τὴν σώφρονα.
因为正如在那些家庭中,自由而贞洁的妻子坐着,无法主宰任何属于自己的东西,而某个为了毁灭生计而存在的愚蠢妓女却要求统治全部家产,鄙视并恐吓另一方;同样,在每一个城市,尤其是在那些受过良好教育的城市(因为这是所有罪恶的顶峰),阿提卡的、古老的、土生土长的缪斯已经落入不光彩的境地,被驱逐出她自己的福祉,而那个前天或昨天才从亚洲的某些深渊中走出来的、某个吕底亚人或弗里吉亚人或卡里亚的祸害,竟要求统治希腊城市,将另一方驱逐出公共事务——无知者驱逐了哲学者,疯狂者驱逐了贞洁者。
§2ἀλλὰ γὰρ οὐ μόνον
ἀνδρῶν δικαίων χρόνος σωτὴρ ἄριστος
κατὰ Πίνδαρον, ἀλλὰ καὶ τεχνῶν νὴ Δία καὶ ἐπιτηδευμάτων γε καὶ παντὸς ἄλλου σπουδαίου χρήματος.
然而,不仅正如平达罗所说: “时间是正义之人最好的救星,” 誓以宙斯之名,时间也是艺术、事业以及一切其他有价值之物损时的最好救星。
ἔδειξε δὲ ὁ καθʼ ἡμᾶς χρόνος, εἴτε θεῶν τινος ἄρξαντος εἴτε φυσικῆς περιόδου τὴν ἀρχαίαν τάξιν ἀνακυκλούσης εἴτε ἀνθρωπίνης ὁρμῆς ἐπὶ τὰ ὅμοια πολλοὺς ἀγούσης, καὶ ἀπέδωκε τῇ μὲν ἀρχαίᾳ καὶ σώφρονι ῥητορικῇ τὴν δικαίαν τιμήν, ἣν καὶ πρότερον εἶχε καλῶς, ἀπολαβεῖν, τῇ δὲ νέᾳ καὶ ἀνοήτῳ παύσασθαι δόξαν οὐ προσήκουσαν καρπουμένῃ καὶ ἐν ἀλλοτρίοις ἀγαθοῖς τρυφώσῃ.
而我们的时代已经表明了这一点,无论是由于某位神明发起了它,还是由于自然周期循环恢复了古老的秩序,或是由于人类的冲动正引领许多人走向相似的事物,它都使古老而贞洁的修辞学得以重新获得她昔日曾完好拥有的公正荣誉,并使那新颖而愚蠢的修辞学停止享受不属于她的名声、停止在别人的福祉中奢侈度日。
καὶ οὐ καθʼ ἓν ἴσως τοῦτο μόνον ἐπαινεῖν τὸν παρόντα χρόνον καὶ τοὺς συμφιλοσοφοῦντας ἀνθρώπους ἄξιον, ὅτι τὰ κρείττω τιμιώτερα ποιεῖν τῶν χειρόνων ἤρξαντο (καίτοι μέρος γε τοῦ παντὸς ἥμισυ ἀρχὴ λέγεταί τε καὶ ἔστιν), ἀλλʼ ὅτι καὶ ταχεῖαν τὴν μεταβολὴν καὶ μεγάλην τὴν ἐπίδοσιν αὐτῶν παρεσκεύασε γενέσθαι.
或许不仅在这一件事上值得赞美当前的时代和共同研究哲学的人们,即他们开始使更好的事物比更坏的事物更受尊重(然而,开端被说成是,也确实是,全体的一半),而且也在于,时代使他们的转变变得迅速,并使他们的进步变得巨大。
ἔξω γὰρ ὀλίγων τινῶν Ἀσιανῶν πόλεων, αἷς διʼ ἀμαθίαν βραδεῖά ἐστιν ἡ τῶν καλῶν μάθησις, αἱ λοιπαὶ πέπαυνται τοὺς φορτικοὺς καὶ ψυχροὺς καὶ ἀναισθήτους ἀγαπῶσαι λόγους, τῶν μὲν πρότερον μέγα ἐπʼ αὐτοῖς φρονούντων αἰδουμένων ἤδη καὶ κατὰ μικρὸν ἀπαυτομολούντων πρὸς τοὺς ἑτέρους, εἰ μή τινες παντάπασιν ἀνιάτως ἔχουσι, τῶν δὲ νεωστὶ τοῦ μαθήματος ἁπτομένων εἰς καταφρόνησιν ἀγόντων τοὺς λόγους καὶ γέλωτα ποιουμένων τὴν ἐπʼ αὐτοῖς σπουδήν.
因为除了少数几个亚洲城市之外(在这些城市中,由于愚昧,对美好事物的学习是缓慢的),其余的城市已经不再喜爱那些庸俗、冷酷和麻木不仁的言说,曾经以此为傲的人现在感到羞愧,并逐渐向另一方叛逃(除非有些人完全无可救药),而新近接触这一学问的人则开始蔑视那些言说,并将对它们的狂热视为笑柄。