§1πολλὴν χάριν ἦν εἰδέναι τῷ καθʼ ἡμᾶς χρόνῳ δίκαιον, ὦ κράτιστε Ἀμμαῖε, καὶ ἄλλων μέν τινων ἐπιτηδευμάτων ἕνεκα νῦν κάλλιον ἀσκουμένων ἢ πρότερον, οὐχ ἥκιστα δὲ τῆς περὶ τοὺς πολιτικοὺς λόγους ἐπιμελείας οὐ μικρὰν ἐπίδοσιν πεποιημένης ἐπὶ τὰ κρείττω.
優れたアマイオスよ、我々の時代に大いなる感謝を捧げることは正当なことであった。 それは、現在いくつかの他の営みが以前よりも見事に実践されているからでもあるが、何よりも政治的言論に関する配慮が、より良き方向へと少なからぬ進歩を遂げたからに他ならない。
ἐν γὰρ δὴ τοῖς πρὸ ἡμῶν χρόνοις ἡ μὲν ἀρχαία καὶ φιλόσοφος ῥητορικὴ προπηλακιζομένη καὶ δεινὰς ὕβρεις ὑπομένουσα κατελύετο, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς ἐκπνεῖν καὶ μαραίνεσθαι κατʼ ὀλίγον, ἐπὶ δὲ τῆς καθʼ ἡμᾶς ἡλικίας μικροῦ δεήσασα εἰς τέλος ἠφανίσθαι·
というのも、我々の前の時代においては、古代の哲学的修辞学は、侮辱され、恐るべき虐待に耐え忍びながら、崩壊させられつつあったからである。 それはマケドニア人アレクサンドロスの死から息絶え始め、少しずつ衰退し、我々の世代においては、完全に消滅するまであと一歩のところまでに達していた。
ἑτέρα δέ τις ἐπὶ τὴν ἐκείνης παρελθοῦσα τάξιν, ἀφόρητος ἀναιδείᾳ θεατρικῇ καὶ ἀνάγωγος καὶ οὔτε φιλοσοφίας οὔτε ἄλλου παιδεύματος οὐδενὸς μετειληφυῖα ἐλευθερίου, λαθοῦσα καὶ παρακρουσαμένη τὴν τῶν ὄχλων ἄγνοιαν, οὐ μόνον ἐν εὐπορίᾳ καὶ τρυφῇ καὶ μορφῇ πλείονι τῆς ἑτέρας διῆγεν, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς προστασίας τῶν πόλεων, ἃς ἔδει τὴν φιλόσοφον ἔχειν, εἰς ἑαυτὴν ἀνηρτήσατο καὶ ἦν φορτική τις πάνυ καὶ ὀχληρὰ καὶ τελευτῶσα παραπλησίαν ἐποίησε γενέσθαι τὴν Ἑλλάδα ταῖς τῶν ἀσώτων καὶ κακοδαιμόνων οἰκίαις.
しかし、もう一つの修辞学が彼女の地位に取って代わり、劇場的な図々しさにおいて耐え難く、不作法であり、哲学やその他の自由人の教養を何一つ分かち持たず、大衆の無知に付け込んで彼らを欺き、欺き通した。 そして、もう一方の修辞学よりも豊かな富と贅沢と華美な姿のうちに暮らしただけでなく、本来なら哲学的修辞学が持つべきであった都市の栄誉と指導権を己に結びつけ、極めて卑俗で煩わしいものとなり、最後にはギリシアを放蕩者や不運な者たちの家々の有様と同じにしてしまった。
ὥσπερ γὰρ ἐν ἐκείναις ἡ μὲν ἐλευθέρα καὶ σώφρων γαμετὴ κάθηται μηδενὸς οὖσα τῶν αὑτῆς κυρία, ἑταίρα δέ τις ἄφρων ἐπʼ ὀλέθρῳ τοῦ βίου παροῦσα πάσης ἀξιοῖ τῆς οὐσίας ἄρχειν, σκυβαλίζουσα καὶ δεδιττομένη τὴν ἑτέραν· τὸν αὐτὸν τρόπον ἐν πάσῃ πόλει καὶ οὐδεμιᾶς ἧττον ἐν ταῖς εὐπαιδεύτοις (τουτὶ γὰρ ἁπάντων τῶν κακῶν ἔσχατον) ἡ μὲν Ἀττικὴ μοῦσα καὶ ἀρχαία καὶ αὐτόχθων ἄτιμον εἰλήφει σχῆμα, τῶν ἑαυτῆς ἐκπεσοῦσα ἀγαθῶν, ἡ δὲ ἔκ τινων βαράθρων τῆς Ἀσίας ἐχθὲς καὶ πρῴην ἀφικομένη, Μυσὴ ἢ Φρυγία τις ἢ Καρικόν τι κακόν, Ἑλληνίδας ἠξίου διοικεῖν πόλεις ἀπελάσασα τῶν κοινῶν τὴν ἑτέραν, ἡ ἀμαθὴς τὴν φιλόσοφον καὶ ἡ μαινομένη τὴν σώφρονα.
すなわち、それらの家々においては、自由にして慎み深い貞淑な妻が、自らのものとなるべきいかなる支配権も持たずに座している一方で、生活の破滅をもたらすために居座っている愚かな情婦が、全財産を支配することを要求し、他方を軽蔑し脅かしているように、同じ方法で、あらゆる都市において、そして教養ある都市(これこそあらゆる悪の極みであるが)においていささかも劣らず、アッティカの、古代の、そしてその地に生まれたミューズが栄誉を奪われた姿となり、自らの特権から追い出されていた。 その一方で、昨昨日アジアのどこかの深淵からやって来た、ミュシアの、あるいはフリュギアの、あるいはカリアの悪しき者というべき者が、もう一方を国政から追い出し、ギリシアの都市を支配することを要求していたのである。 すなわち、無知なる者が哲学的修辞学を、狂気なる者が慎み深い者を追い出したのである。
§2ἀλλὰ γὰρ οὐ μόνον
ἀνδρῶν δικαίων χρόνος σωτὴρ ἄριστος
κατὰ Πίνδαρον, ἀλλὰ καὶ τεχνῶν νὴ Δία καὶ ἐπιτηδευμάτων γε καὶ παντὸς ἄλλου σπουδαίου χρήματος.
しかし、ピンダロスによれば、「正しい人々にとって、時間は最善の救い主」であるだけでなく、誓って言うが、技術や営み、そして他のすべての価値あるものにとっても同様である。
ἔδειξε δὲ ὁ καθʼ ἡμᾶς χρόνος, εἴτε θεῶν τινος ἄρξαντος εἴτε φυσικῆς περιόδου τὴν ἀρχαίαν τάξιν ἀνακυκλούσης εἴτε ἀνθρωπίνης ὁρμῆς ἐπὶ τὰ ὅμοια πολλοὺς ἀγούσης, καὶ ἀπέδωκε τῇ μὲν ἀρχαίᾳ καὶ σώφρονι ῥητορικῇ τὴν δικαίαν τιμήν, ἣν καὶ πρότερον εἶχε καλῶς, ἀπολαβεῖν, τῇ δὲ νέᾳ καὶ ἀνοήτῳ παύσασθαι δόξαν οὐ προσήκουσαν καρπουμένῃ καὶ ἐν ἀλλοτρίοις ἀγαθοῖς τρυφώσῃ.
我々の時代はそれを示した。 神々のうちの誰かがこれを始めたのか、あるいは自然の周期が古代の秩序を循環させているのか、あるいは人間の衝動が多くの人々を同様のものへと導いているのかはともかく、古代の慎み深い修辞学には、以前にも立派に保持していた正当な名誉を取り戻させ、新しい愚かな修辞学には、自らにふわしくない名声を享受し、他人の善きもののうちで贅沢に暮らすのをやめさせたのである。
καὶ οὐ καθʼ ἓν ἴσως τοῦτο μόνον ἐπαινεῖν τὸν παρόντα χρόνον καὶ τοὺς συμφιλοσοφοῦντας ἀνθρώπους ἄξιον, ὅτι τὰ κρείττω τιμιώτερα ποιεῖν τῶν χειρόνων ἤρξαντο (καίτοι μέρος γε τοῦ παντὸς ἥμισυ ἀρχὴ λέγεταί τε καὶ ἔστιν), ἀλλʼ ὅτι καὶ ταχεῖαν τὴν μεταβολὴν καὶ μεγάλην τὴν ἐπίδοσιν αὐτῶν παρεσκεύασε γενέσθαι.
そして、現在の時代と同胞の哲学者たちを称賛すべきなのは、おそらく、彼らが悪しきものよりも良きものをより重んじ始めたという、この一事(もっとも、始まりは全体の一部であり、かつ半分であると言われており、実際にそうなのだが)のためだけでなく、彼らの変化を迅速にし、その進歩を大いなるものにさせたからである。
ἔξω γὰρ ὀλίγων τινῶν Ἀσιανῶν πόλεων, αἷς διʼ ἀμαθίαν βραδεῖά ἐστιν ἡ τῶν καλῶν μάθησις, αἱ λοιπαὶ πέπαυνται τοὺς φορτικοὺς καὶ ψυχροὺς καὶ ἀναισθήτους ἀγαπῶσαι λόγους, τῶν μὲν πρότερον μέγα ἐπʼ αὐτοῖς φρονούντων αἰδουμένων ἤδη καὶ κατὰ μικρὸν ἀπαυτομολούντων πρὸς τοὺς ἑτέρους, εἰ μή τινες παντάπασιν ἀνιάτως ἔχουσι, τῶν δὲ νεωστὶ τοῦ μαθήματος ἁπτομένων εἰς καταφρόνησιν ἀγόντων τοὺς λόγους καὶ γέλωτα ποιουμένων τὴν ἐπʼ αὐτοῖς σπουδήν.
なぜなら、無知のゆえに美しきものの学習が遅れているごく少数のアジアの都市を除いて、残りの都市は、卑俗で冷酷で無感覚な言論を愛するのをやめたからである。 かつてそれらの言論を大いに誇っていた者たちは、今やそれを恥じて、少しずつ他方の陣営へと寝返りつつあり(完全に不治の病にかかっている者たちを除いて)、新しくこの学問に携わるようになった者たちは、それらの言論を軽蔑し、それに対する熱意を嘲笑の的としているのである。