Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.52.1-9.52.6

阿庇乌斯反对土地分配的演说

第 721 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯·克劳狄乌斯反对埃米利乌斯的观点,声称元老院的初衷只是暂时平息内乱而非约束后来的执政官,并警告土地分配带来的危害。

§9.52.1ταῦτʼ εἰπόντος Αἰμιλίου δεύτερος κληθεὶς Ἄππιος Κλαύδιος, ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει, τὴν ἐναντίαν γνώμην ἀπεφήνατο διδάσκων, ὡς οὔθʼ ἡ βουλὴ διανεῖμαι τὰ δημόσια προαίρεσιν ἔσχε· πάλαι γὰρ ἂν εἰληφέναι τὰ δόξαντʼ αὐτῇ τέλος· ἀλλʼ εἰς χρόνον καὶ διάγνωσιν ἑτέραν ἀνεβάλετο, παῦσαι προθυμουμένη τὴν τότε κατασχοῦσαν στάσιν, ἣν εἰσῆγεν ὁ τῇ τυραννίδι ἐπιχειρῶν ὕπατος καὶ μετὰ ταῦτα δίκας δοὺς καλάς·
埃米利乌斯说完这些后,第二位被请出来发言的、在前一年担任执政官的阿庇乌斯·克劳狄乌斯表明了相反的意见,并指出:元老院并非有意分配公有土地,因为若是如此,它的决议早就已经付诸实行了;相反,元老院当时急于平息席卷城邦的内讧——那是由企图篡夺僭主权、随后受到应得惩罚的执政官所挑起的——因而将此事推迟到另一个时期和审议。
§9.52.2οὔθʼ οἱ μετὰ τὸ προβούλευμα λαχόντες ὕπατοι τέλος τοῖς ἐψηφισμένοις ἐπέθεσαν ὁρῶντες, ὅσων εἰσελεύσεται κακῶν εἰς τὴν πόλιν ἀρχὴ συνεθισθέντων τὰ κοινὰ τῶν πενήτων διαλαγχάνειν· αἵ τε μετʼ ἐκείνους πεντεκαίδεκα ὑπατεῖαι πολλῶν αὐταῖς ἐπαχθέντων ὑπὸ τοῦ δήμου κινδύνων οὐδὲν ὑπέμειναν, ὃ μὴ συνέφερε τῷ κοινῷ πράττειν, διὰ τὸ μηδʼ ἐξεῖναι σφίσι κατὰ τὸ προβούλευμα τοὺς γεωμόρους ἀποδεικνύειν, §9.52.3ἀλλὰ τοῖς πρώτοις ἐκείνοις ὑπάτοις.
而在元老院决议之后当选的执政官们,也并未将已决议的事项付诸实行,因为他们看出,一旦让穷人习惯于瓜分公有财产,将会有多么深重的灾难作为开端引入城邦;而在他们之后的十五届执政官,尽管受到来自民众的诸多危险逼迫,却从未屈服于任何不利于公共同盟的事情,因为根据元老院的初步决议,他们无权任命土地分配委员,而是仅属于那第一任执政官的权力。
ὥστʼ οὐδʼ ὑμῖν, ἔφησεν, ὦ Οὐαλέριε, καὶ σὺ Αἰμίλιε, γῆς ἀναδασμοὺς εἰσφέρειν, οὓς οὐκ ἐπέταξεν ὑμῖν τὸ συνέδριον, οὔτε καλῶς ἔχει, προγόνων οὖσιν ἀγαθῶν, οὔτʼ ἀσφαλῶς.
他说:“因此,瓦莱里乌斯,还有你,埃米利乌斯,提出元老院并未命令你们进行的土地重新分配,这对于身为高贵先祖后代之人的你们来说,既不光彩,也不安全。
καὶ περὶ μὲν τοῦ προβουλεύματος, ὡς οὐ κρατεῖσθε ὑπʼ αὐτοῦ οἱ τοσούτοις ὕστερον ὑπατεύσαντες χρόνοις, §9.52.4ταῦθʼ ἱκανά.
至于关于那份元老院决议,以证明你们这些在许多年之后才担任执政官的人并不受其约束,说了这些便已足够。
περὶ δὲ τοῦ βιασαμένους τινὰς ἢ λαθόντας σφετερίσασθαι τὰ δημόσια βραχὺς ἀπαρκεῖ μοι λόγος.
至于某些人通过暴力或暗中侵吞公有土地的事情,我只需简短说明即可。
εἰ γάρ τις οἶδε καρπούμενόν τινα, ὧν οὐκ ἔχει κτῆσιν ἀποδεῖξαι νόμῳ, μήνυσιν ἀπενεγκάτω πρὸς τοὺς ὑπάτους καὶ κρινάτω κατὰ τοὺς νόμους, οὓς οὐ νεωστὶ δεήσει γράφειν· πάλαι γὰρ ἐγράφησαν, καὶ οὐδεὶς αὐτοὺς ἠφάνικε χρόνος.
因为如果有人知道某人在享用他无法依法证明其所有权的东西,就让他就向执政官告发,并依法起诉;这些法律无需重新制定,因为它们早就被制定了,且没有被任何时间所湮没。
§9.52.5ἐπεὶ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐποιεῖτο λόγους Αἰμίλιος, ὡς ἐπὶ τῷ πάντων ἀγαθῷ τῆς κληρουχίας ἐσομένης, οὐδὲ τοῦτο τὸ μέρος ἀνέλεγκτον ἐᾶσαι βούλομαι.
既然埃米利乌斯也对利益问题发表了言论,仿佛分配土地是为了所有人的好处,我也不想让这一部分在没有被驳斥的情况下保留下来。
ἐμοὶ γὰρ δοκεῖ τὸ αὐτόθι μόνον οὗτός γʼ ὁρᾶν, τὸ δὲ μέλλον οὐ προσκοπεῖν, ὅτι μικρὸν εἶναι δοκοῦν ἐπὶ τῶν δημοσίων τοῖς ἀργοῖς καὶ §9.52.6ἀπόροις πολλῶν ἔσται καὶ μεγάλων κακῶν αἴτιον.
因为在我看来,他只看到了眼前,而没有预见到未来,即:向那些游手好闲和贫困的人分配公有土地,这件事虽然看似微不足道,却会成为许多重大灾难的原因。
τὸ γὰρ ἔθος τὸ συνεισπορευόμενον ἅμα τούτῳ καὶ διαμένον ἐν τῇ πόλει καὶ μέχρι παντὸς ὀλέθριον ἔσται καὶ δεινόν· οὐ γὰρ ἐξαιρεῖ τὰς πονηρὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς τὸ τυγχάνειν αὐτῶν, ἀλλʼ αὔξει καὶ πονηροτέρας ποιεῖ.
因为伴随其引入并在城邦中延续下去的这种习俗,将永远是毁灭性的且可怕的;因为满足邪恶的欲望并不能将其从灵魂中根除,反而会使之膨胀并变得更加邪恶。
τεκμήρια δʼ ὑμῖν γενέσθω τούτων τὰ ἔργα· τί γὰρ δεῖ τοῖς λόγοις ὑμᾶς τοῖς ἐμοῖς ἢ τοῖς Αἰμιλίου προσέχειν;
就让这些事实作为你们的证据吧;因为你们何需听信我或埃米利乌斯的话呢?

词汇与语法注释

  1. 9.52.1πάλαι γὰρ ἂν εἰληφέναι τὰ δόξαντʼ αὐτῇ τέλος — 带有 `ἂν` 的完成时不定式 `εἰληφέναι` 在间接引语中表示与过去事实相反的条件句主句(原本应为直陈式过去时 `πάλαι γὰρ ἂν ἔλαβε...`,“否则它早就已经实现了”)。从属条件句(“如果元老院有分配意图的话”)在上下文里被省略,但已被默示。
  2. 9.52.2συνεθισθέντων τὰ κοινὰ τῶν πενήτων διαλαγχάνειν — 属格独立结构。属格分词 `συνεθισθέντων` 的逻辑主语是置于其后的属格名词 `τῶν πενήτων`。整句表达条件含义:“如果让穷人习惯于瓜分公有财产”。
  3. 9.52.2διὰ τὸ μηδʼ ἐξεῖναι σφίσι — 介词 `διὰ` 引导带有宾格中性冠词的不定式 `τὸ ... ἐξεῖναι` 表示原因。不定式结构内的与格 `σφίσι` 是间接反身代词,指代主句的主语(十五届执政官)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.52.1-9.52.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.52.1-9.52.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。