§9.3.1Καίσων δὲ Φάβιος ὁ ἕτερος τῶν ὑπάτων, οὐδενὸς χεῖρον στρατηγήσας, ἀφῃρέθη τὸν ἐκ τῶν ἔργων ἔπαινον παρʼ οὐδὲν ἁμάρτημα ἴδιον, ἀλλʼ ὅτι τὸ δημοτικὸν οὐκ εἶχε κεχαρισμένον αὐτῷ, ἐξ οὗ τὸν ὕπατον Κάσσιον ἐπὶ τῇ τυραννίδι προσαγγείλας ἀπέκτεινεν.
而另一位执政官凯索·法比乌斯,尽管其指挥才能不亚于任何人,却被剥夺了因其战功本应获得的赞誉,这并非因为他自身的过错,而是因为平民对他毫无好感,自从他告发执政官卡西乌斯企图建立僭主政治并将其处死以来便是如此。
§9.3.2οὔτε γὰρ ὅσα δέοι σὺν τάχει στρατηγῷ κελεύσαντι τοὺς ὑπηκόους πειθαρχεῖν, οὔθʼ ὅσα τῷ προθύμῳ καὶ πρέποντι χρησαμένους βίᾳ κατασχεῖν, οὔθʼ ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφετερίσασθαι, οὔτʼ ἄλλο πράττειν οὐδὲν ἕτοιμοι ἦσαν, ἐξ οὗ τιμήν τινα ὁ στρατηγὸς καὶ δόξαν ἀγαθὴν ἐξοίσεσθαι ἔμελλε.
因为无论是指挥官下达命令时臣民应当迅速服从的事,还是应当以热情和得当的举止凭武力占领的事,或者是背着敌人侵占有利于获得优势的土地,以及任何其他可使将军获得荣誉和良好声誉的事,他们都不准备去做。
καὶ τἆλλα μὲν αὐτῶν, ὅσα ὑβρίζοντες τὸν ἡγεμόνα διετέλουν, ἐκείνῳ θʼ ἧττον λυπηρὰ ἦν καὶ τῇ πόλει βλάβης οὐ μεγάλης ἄξια, ὃ δὲ τελευτῶντες ἐξειργάσαντο κίνδυνον οὐ μικρὸν ἤνεγκε καὶ πολλὴν αἰσχύνην ἀμφοῖν.
而他们持续用来侮辱指挥官的其他行为,对他而言不那么痛苦,对国家也没有造成太大的危害,但他们最后所做的事情,却给双方带来了不小的危险和极大的耻辱。
§9.3.3γενομένης γὰρ παρατάξεως ἐν τῷ μεταξὺ τῶν λόφων, ἐφʼ οἷς ἦσαν ἐστρατοπεδευκότες ἀμφότεροι, πάσῃ τῇ παρʼ ἑκατέρων δυνάμει, πολλὰ καὶ καλὰ ἔργα ἀποδειξάμενοι καὶ τοὺς πολεμίους ἀναγκάσαντες ἄρξαι φυγῆς, οὔτʼ ἠκολούθησαν ἀπιοῦσι τοῦ στρατηγοῦ πολλὰ ἐπικελεύοντος οὔτε παραμείναντες ἐκπολιορκῆσαι τὸν χάρακα ἠθέλησαν, ἀλλʼ ἐάσαντες ἀτελὲς ἔργον καλὸν ἀπῄεσαν εἰς τὴν αὑτῶν στρατοπεδείαν.
因为当双方在各自安营扎寨的山丘之间的平原上,动用各自的全部兵力展开决战时,他们虽然展现了许多英勇的事迹并迫使敌人开始逃跑,但尽管指挥官极力敦促,他们既没有追击撤退的敌人,也不愿意留下来包围并攻占敌人的营垒,反而让一项伟大的功业半途而废,回到了他们自己的营地。
§9.3.4ἐπιχειρησάντων δʼ αὐτοκράτορα τὸν ὕπατον ἀναγορεῦσαί τινων μέγα ἐμβοήσαντες ἀθρόοι κακιζούσῃ τῇ φωνῇ τὸν ἡγεμόνα ἐλοιδόρουν, ὡς πολλοὺς σφῶν καὶ ἀγαθοὺς ἀπολωλεκότα δι’ ἀπειρίαν τοῦ στρατηγεῖν· καὶ ἄλλῃ πολλῇ βλασφημίᾳ καὶ ἀγανακτήσει χρησάμενοι λύειν τὸν χάρακα καὶ ἀπάγειν σφᾶς εἰς τὴν πόλιν ἠξίουν, ὡς οὐχ ἱκανοὺς ἐσομένους, ἐὰν ἐπίωσιν οἱ πολέμιοι, δευτέραν ὑπομεῖναι μάχην.
当一些人试图宣布执政官为统帅时,他们齐声大喊,用非难的声音辱骂指挥官,声称他因为缺乏指挥经验而害死了他们许多优秀的战友;在表达了许多其他的诽谤和愤慨之后,他们要求拔营并带领他们返回城市,声称如果敌人来袭,他们将无力承受第二次战斗。
§9.3.5καὶ οὔτε μεταδιδάσκοντος ἐπείθοντο τοῦ ἡγεμόνος, οὔτʼ ὀλοφυρομένου καὶ ἱκετεύοντος ἔπασχόν τι πρὸς τὰς δεήσεις, οὔτʼ ἀπειλὰς καὶ ἀνατάσεις, ὁπότε καὶ ταύταις χρήσαιτο, διʼ εὐλαβείας ἐλάμβανον, ἀλλὰ πρὸς ἅπαντα τραχυνόμενοι ταῦτα διέμενον.
指挥官试图说服他们改变主意,他们不听从;他哀悼并哀求,他们对他的请求也无动于衷;每当他使用威胁和警告时,他们也毫不畏惧,反而对这一切继续保持粗暴的态度。
τοσαύτη δʼ ἀναρχία καὶ καταφρόνησις τοῦ ἡγεμόνος πᾶσιν ἐξ αὐτῶν παρέστη, ὥστε περὶ μέσας νύκτας ἐξαναστάντες τάς τε σκηνὰς ἔλυον καὶ τὰ ὅπλα ἀνελάμβανον καὶ τοὺς τραυματίας ἐβάσταζον οὐδενὸς κελεύσαντος.
在他们所有人中对指挥官产生了如此巨大的无政府状态和轻蔑,以至于在半夜时分,他们在没有任何人命令的情况下起身,拆除帐篷,拿起武器,抬起伤员。