§8.9.1τοιαῦτα μὲν ὁ Μάρκιος εἶπεν.
马尔基乌斯如此说道。
οἱ δὲ Οὐολοῦσκοι λέγοντός τε τοῦ ἀνδρὸς ἔτι δῆλοι ἦσαν ἀγάμενοι τοὺς λόγους, καὶ ἐπειδὴ ἐπαύσατο μεγάλῃ βοῇ πάντες ἐπεσήμηναν ὡς τὰ κράτιστα ὑποθεμένῳ λόγον τʼ οὐθενὶ προθέντες ἐπικυροῦσι τὴν γνώμην.
沃尔斯奇人在那个人还在说话时,就显然对他的话语表示赞赏,当他结束发言时,所有人大声欢呼表示赞同,认为他提出了最好的建议,并且没有给任何人进行辩论的机会就通过了这一提议。
γραφέντος δὲ τοῦ δόγματος εὐθὺς ἐξ ἑκάστης πόλεως τοὺς ἐπιφανεστάτους ἄνδρας ἑλόμενοι πρεσβευτὰς εἰς τὴν Ῥώμην ἀπέστειλαν· τῷ δὲ Μαρκίῳ ψηφίζονται βουλῆς τε μετουσίαν ἐν ἁπάσῃ πόλει καὶ ἀρχὰς ἐξεῖναι πανταχόσε μετιέναι καὶ τῶν ἄλλων, ὁπόσα τιμιώτατα ἦν παρʼ §8.9.2αὐτοῖς, μετέχειν.
在决议起草完毕后,他们立即从每个城市选出最杰出的人,作为使节派遣到罗马;他们还投票授予马尔基乌斯在每个城市的议会参与权、在各地竞选官职的权利,以及分享他们之中最受尊崇的其他一切特权的资格。
καὶ πρὶν ἢ τὰς Ῥωμαίων ἀποκρίσεις ἀναμεῖναι, πάντες ἔργου εἴχοντο παρασκευαζόμενοι τὰ πολέμια· ὅσοι τʼ ἦσαν αὐτῶν ἄθυμοι τέως κακωθέντες ἐν ταῖς προτέραις μάχαις, τότε πάντες ἐπερρώσθησαν ὡς τὴν Ῥωμαίων καθαιρήσοντες ἰσχύν.
在等待罗马人的答复之前,所有人就已经着手行动,准备战争;那些因在先前的战斗中惨遭挫败而一直意气消沉的人,此时也都大受鼓舞,确信自己能摧毁罗马人的力量。
§8.9.3οἱ δʼ εἰς τὴν Ῥώμην ἀποσταλέντες ὑπʼ αὐτῶν πρέσβεις καταστάντες ἐπὶ τὴν βουλὴν ἔλεγον· ὅτι Οὐολούσκοις περὶ πολλοῦ ἐστι καταλύσασθαι τὰ πρὸς Ῥωμαίους ἐγκλήματα καὶ τὸν λοιπὸν χρόνον εἶναι φίλοις καὶ συμμάχοις ἄνευ δόλου καὶ ἀπάτης.
被他们派遣到罗马的使节在元老院面前站定,说道:即,对沃尔斯奇人而言,消除对罗马人的怨恨,并在未来的时间里成为毫无欺诈与诡计的朋友和盟友,是极其重要的事情。
ἔσεσθαι δὲ τὸ πιστὸν αὐτοῖς τῆς φιλίας βέβαιον ἀπέφαινον, εἰ κομίσαιντο γῆν τε τὴν ἑαυτῶν καὶ πόλεις, ἃς ὑπὸ Ῥωμαίων ἀφῃρέθησαν· ἄλλως δʼ οὔτʼ εἰρήνην οὔτε φιλότητα βεβαίαν ὑπάρξειν αὐτοῖς· τὸ γὰρ ἀδικούμενον ἀεὶ πολέμιον εἶναι τῷ πλημμελοῦντι φύσει.
他们还表明,如果能收回自己的土地以及被罗马人夺去的城市,他们友谊的信义将是稳固的;否则,他们之间既不会有和平,也不会有牢固的友谊;因为受害者在天性上总是施害者的敌人。
ἠξίουν τε μὴ καταστῆσαι σφᾶς εἰς ἀνάγκην πολέμου τῶν δικαίων ἀποτυγχάνοντας.
并要求不要因为无法获得公正而迫使他们陷入战争的无奈境地。