§8.8.1ὃν δὲ τρόπον ἀγωνιεῖσθε καὶ πῶς χρήσεσθε τοῖς πράγμασιν, ἐπειδὴ γνώμην ἀξιοῦτέ με ἀποφήνασθαι, εἴτʼ ἐμπειρίαν μοι μαρτυροῦντες εἴτʼ εὔνοιαν εἴτε καὶ ἀμφότερα, φράσω καὶ οὐκ ἀποκρύψομαι.
至于你们将以何种方式战斗以及如何处理事务,既然你们要求我发表意见——无论是因为你们认可我的经验,还是认可我的善意,亦或是两者兼有——我都会说明,绝不隐瞒。
πρῶτον μὲν οὖν ὑμῖν παραινῶ σκοπεῖν, ὅπως εὐσεβῆ καὶ δικαίαν πορίσησθε τοῦ πολέμου πρόφασιν.
首先,我建议你们考虑,如何为战争谋得一个虔敬而正当的借口。
εὐσεβὴς δὲ καὶ δικαία τοῦ πολέμου πρόφασις, ἥτις ἂν γένοιτο καὶ §8.8.2ἅμα συμφέρουσα ὑμῖν, ἀκούσατέ μου.
至于什么样的借口既是虔敬和正当的,又同时对你们有利,请听我一言。
Ῥωμαίοις ἡ μὲν ἐξ ἀρχῆς ὑπάρξασα γῆ βραχεῖά ἐστι καὶ λυπρά, ἡ δʼ ἐπίκτητος, ἣν τοὺς περιοίκους ἀφελόμενοι ἔχουσι, πολλὴ καὶ ἀγαθή·
对罗马人来说,起初拥有的土地既狭窄又贫瘠,而他们从邻人手中夺取并占有的新得之地,则是广阔而肥沃的。
καὶ εἰ τῶν ἠδικημένων ἕκαστοι τὴν ἑαυτῶν ἀξιοῖεν ἀπολαβεῖν, οὐδὲν οὕτως μικρὸν οὐδʼ ἀσθενὲς οὐδʼ ἄπορον, ὡς τὸ Ῥωμαίων ἄστυ γενήσεται.
如果所有遭受不公的人都要求收回属于他们自己的土地,那么没有什么会像罗马人的城市那样变得如此渺小、软弱和困顿。
§8.8.3τούτου δʼ οἴομαι δεῖν ὑμᾶς ἄρξαι.
而我认为,你们应该开始这样做。
πέμπετε οὖν πρέσβεις ὡς αὐτοὺς ἀπαιτοῦντες ἃς κατέχουσιν ὑμῶν πόλεις καὶ ὅσα τείχη ἐν τῇ ὑμετέρᾳ γῇ ἐνετειχίσαντο ἀξιοῦντες ἐκλιπεῖν, καὶ εἴ τι ἄλλο βίᾳ σφετερισάμενοι τῶν ὑμετέρων ἔχουσι πείθοντες ἀποδιδόναι.
因此,派遣使节去他们那里,要求归还他们占领的你们的城市,并要求他们撤离在你们土地上修筑的城堡,如果是通过暴力篡夺并占有的你们的其他财产,则说服他们予以归还。
πολέμου δὲ μήπω ἄρχετε, πρὶν ἢ λαβεῖν τὰς παρʼ αὐτῶν ἀποκρίσεις.
但在收到他们的答复之前,切勿开始战争。
ἐὰν γὰρ ταῦτα ποιήσητε, δυεῖν ὧν βούλεσθε ὑπάρξει θάτερον ὑμῖν· ἢ τὰ ἑαυτῶν ἀπολήψεσθε ἄνευ κινδύνων καὶ δαπάνης, ἢ καλὴν καὶ δικαίαν πρόφασιν εἰληφότες ἔσεσθε τοῦ πολέμου.
因为如果你们这样做,你们所希望的两件事中必将实现其一:要么你们将在没有危险和开支的情况下收回自己的财产,要么你们将为战争赢得一个体面而正当的借口。
τὸ γὰρ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ἀλλὰ τὰ ἑαυτῶν ἀπαιτεῖν καὶ μὴ τυγχάνοντας τούτου πολεμεῖν, ἅπαντες ἂν ὁμολογήσουσιν εἶναι καλόν.
因为不觊觎他人的财产,而是要求归还自己的财产,并在无法实现时诉诸战争,这在所有人看来都将是一件高尚的事。
§8.8.4φέρε δή, τί ποιήσειν οἴεσθε Ῥωμαίους ταῦθʼ ὑμῶν προελομένων;
那么,你们认为在你们做出这些选择后,罗马人会怎么做?
πότερον ἀποδώσειν τὰ χωρία ὑμῖν;
是把那些地方归还给你们吗?
καὶ τί κωλύσει πάντων αὐτοὺς ἀποστῆναι τῶν ἀλλοτρίων;
又有什么能阻止他们放弃所有属于他人的东西呢?
ἥξουσι γὰρ Αἰκανοί τε καὶ Ἀλβανοὶ καὶ Τυρρηνοὶ καὶ πολλοὶ ἄλλοι τὴν ἑαυτῶν ἕκαστοι γῆν ἀποληψόμενοι.
因为埃魁人、阿尔巴人、伊特鲁里亚人以及其他许多人,都会为了收回属于他们自己的土地而到来。
ἢ καθέξειν τὰ χωρία καὶ μηθὲν τῶν δικαίων ποιήσειν;
还是他们会继续占领这些地方,而不做任何公正的事?
ὅπερ ἐγὼ νομίζω.
这正是我所认为的。
οὐκοῦν ἀδικεῖσθαι πρότεροι λέγοντες ὑπʼ αὐτῶν κατὰ τὸ ἀναγκαῖον ἐπὶ τὰ ὅπλα χωρήσετε καὶ συμμάχους ἕξετε, ὅσοι τὰ ἑαυτῶν ἀφαιρεθέντες ἀπεγνώκασιν ἄλλως ἂν ἔτι αὐτὰ §8.8.5ἢ πολεμοῦντες οὐκ ἀπολήψεσθαι.
因此,你们作为首先声称遭受他们不公的人,必将迫于无奈诉诸武力,并且你们将拥有那些被夺去财产、并已放弃除通过战争以外还能收回财产的希望的人们作为盟友。
κράτιστος δʼ ὁ καιρὸς καὶ οἷος οὐκ ἕτερος ἐπιθέσθαι Ῥωμαίοις, ὃν ἡ τύχη τοῖς ἀδικουμένοις οὐδʼ ἂν ἐλπισθέντα παρεσκεύασεν, ἐν ᾧ στασιάζουσι καὶ ὑποπτεύουσιν ἀλλήλους καὶ ἡγεμόνας ἔχουσιν ἀπείρους πολέμου.
而这正是攻击罗马人的最佳时机,是一个独一无二的时机,这是命运为遭受不公者所准备的,甚至是无法预料的;在这个时机里,他们正发生内讧、互相猜忌,并且他们的将领毫无战争经验。
ἃ μὲν οὖν ὑποτίθεσθαι ἔδει λόγοις καὶ παραινεῖν φίλοις, μετὰ πάσης εὐνοίας καὶ πίστεως εἰρημένα ὑπʼ ἐμοῦ, ταῦτʼ ἐστίν, ἃ δὲ παρʼ αὐτὰ τὰ ἔργα ἑκάστοτε προορᾶσθαί τε καὶ μηχανᾶσθαι δεήσει, τοῖς ἡγεμόσι τῆς δυνάμεως ἐπιτρέψατε διανοεῖσθαι.
因此,那些应该通过言语来建议并劝告朋友们的事情,我已经带着全部的善意和忠诚说完了;至于在每一次实际行动中需要预见和筹划的事情,就请交给军队的领袖们去思考吧。
§8.8.6πρόθυμον γὰρ καὶ τοὐμὸν ἔσται, ἐν ᾧ ἄν με τάττητε τόπῳ, καὶ πειράσομαι μηδενὸς εἶναι χείρων μήτε στρατιώτου μήτε λοχαγοῦ μήτε ἡγεμόνος·
因为在你们指派给我的任何岗位上,我的热忱也绝不缺席,我将努力做到不逊于任何人,无论是作为士兵、百夫长还是将领。
ἀλλὰ καταχρῆσθέ μοι λαβόντες, ὅπου ἂν μέλλω τι ὑμᾶς ὠφελήσειν, καὶ εὖ ἴστε ὅτι, εἰ πολεμῶν ὑμῖν μεγάλα βλάπτειν δυνατὸς ἦν, καὶ σὺν ὑμῖν ἀγωνιζόμενος μεγάλα δυνήσομαι ὠφελεῖν.
请接纳并善用我,在任何我可以对你们有所帮助的地方;并且请确信,如果我过去在与你们交战时能够造成巨大的伤害,那么现在与你们并肩作战时,我也将能够带来巨大的帮助。