Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.10.1-8.10.3

罗马元老院对沃尔斯奇要求的拒绝与宣示

第 588 段,共 962 段 · 希腊语

内容简介

罗马元老院拒绝了沃尔斯奇使节的要求,斥其既不义又不可能,并给出了准备迎战的坚决答复。

§8.10.1ὡς δὲ ταῦτʼ εἶπον οἱ πρέσβεις, ἐβουλεύοντο κατὰ σφᾶς οἱ σύνεδροι μεταστησάμενοι τοὺς ἄνδρας, καὶ ἐπειδὴ ἔκριναν ἃς χρὴ ἀποκρίσεις ποιήσασθαι, καλέσαντες αὐτοὺς πάλιν ἐπὶ τὸν σύλλογον ταύτην ἔδοσαν τὴν ἀπόφασιν. οὐ λανθάνετε ἡμᾶς, ὦ Οὐολοῦσκοι, φιλίας μὲν οὐδὲν δεόμενοι, πρόφασιν δʼ εὐπρεπῆ λαβεῖν βουλόμενοι τοῦ πολέμου.
当使节们说完这些话,议员们让他们退席,并在他们自己人中间进行商议,并且当他们决定了应当做出什么答复时,他们再次将使节们召回会议,给出了这样的回答:“沃尔斯奇人啊,你们并不需要什么友谊,而是想要为战争找到一个体面的借口,这一点并没有瞒过我们。
ἃ γὰρ ἥκετε παρʼ ἡμῶν ἀπαιτοῦντες, καλῶς ἐπίστασθε οὐδέποτε ληψόμενοι· χρῄζετε γὰρ ἀδίκων τε καὶ ἀδυνάτων.
因为你们来向我们讨要的东西,你们自己很清楚绝不可能得到;因为你们所渴求的既是不义的,也是不可能的。
§8.10.2εἰ μὲν οὖν δόντες ἡμῖν τὰ χωρία ἔπειτα μεταδόξαν ὑμῖν νῦν ἀπαιτεῖτε, ἀδικεῖσθε μὴ κομιζόμενοι, εἰ δὲ πολέμῳ ἀφαιρεθέντες οὐκέτι αὐτῶν ὄντες κύριοι, ἀδικεῖτε τῶν ἀλλοτρίων ἐφιέμενοι.
因此,如果你们是在把这些地方交给我们之后,因为改变了主意而现在又来讨要,那么你们在无法收回时确实是遭受了不公;但如果你们是在战争中被夺去这些地方,从而不再是它们的主人,那么你们觊觎他人的财产就是不义的。
ἡμεῖς δὲ κρατίστας ἡγούμεθα κτήσεις, ἃς ἂν πολέμῳ κρατήσαντες λάβωμεν, οὔτε πρῶτοι καταστησάμενοι νόμον τόνδε οὔτε αὐτὸν ἀνθρώπων ἡγούμενοι εἶναι μᾶλλον ἢ οὐχὶ θεῶν· ἅπαντάς τε καὶ Ἕλληνας καὶ βαρβάρους εἰδότες αὐτῷ χρωμένους οὐκ ἂν ἐνδοίημεν ὑμῖν μαλακὸν οὐδὲν οὐδʼ ἂν ἀποσταίημεν ἔτι τῶν δορικτήτων.
我们认为,我们在战争中战胜并夺取的东西,是最牢固的财产;我们既不是第一个确立这一法律的人,也不认为它是属于人类而非神明的;并且我们知道无论是希腊人还是蛮族人都在使用它,因此我们绝不会对你们示弱,也绝不会放弃我们用长枪夺得的土地。
§8.10.3πολλὴ γὰρ ἂν εἴη κακότης, εἴ τις ἃ μετʼ ἀρετῆς καὶ ἀνδρείας ἐκτήσατο, ταῦθʼ ὑπὸ μωρίας τε καὶ δειλίας ἀφαιρεθείη.
因为如果有人由于愚蠢和胆怯而被剥夺了用美德和勇气所获得的东西,那将是极大的懦弱。
πολεμεῖν τʼ οὔτε μὴ βουλομένους ὑμᾶς ἀναγκάζομεν, οὔτε προθυμουμένους παραιτούμεθα, ἂν δʼ ἄρξησθε ἀμυνούμεθα.
我们既不强迫不想战争的你们进行战争,也不在你们渴望战争时请求免战,但如果你们开始战争,我们将进行自卫。
ταῦτα Οὐολούσκοις ἀπαγγέλλετε καὶ λέγετε, ὅτι λήψονται μὲν πρότεροι τὰ ὅπλʼ ἐκεῖνοι, θήσομεν δʼ ἡμεῖς ὕστεροι.
请把这些话转达给沃尔斯奇人,并告诉他们,他们将先拿起武器,而我们将后放下武器。 ”

词汇与语法注释

  1. 8.10.1οὐ λανθάνετε ἡμᾶς ... δεόμενοι, βουλόμενοι — 动词 λανθάνω 与现在分词 δεόμενοι 和 βουλόμενοι 搭配的句式。与否定词 οὐ 连用,构成强调表达:“你们并不需要……而是希望……,这一点并没有瞒过我们”。
  2. 8.10.2μεταδόξαν ὑμῖν — 非人称动词 μεταδοκεῖ 的现在分词中性单数宾格形式 μεταδόξαν 构成的宾格绝对(accusative absolute)用法。其逻辑主语为与格的 ὑμῖν,表示“在你们改变主意之后”的时间或条件。
  3. 8.10.2ἀδικεῖσθε μὴ κομιζόμενοι — ἀδικεῖσθε 为被动语态,意为“你们受到了不公正的对待”。带否定词 μὴ 的分词 κομιζόμενοι 具有条件意味,表示“如果你们无法收回它们的话”。
  4. 8.10.3λήψονται μὲν πρότεροι τὰ ὅπλʼ ἐκεῖνοι, θήσομεν δʼ ἡμεῖς ὕστεροι — 形容词 πρότεροι 和 ὕστεροι 充当主语的谓语性同位语,在语义上起副词作用,表示“先(拿起武器)”和“后(放下武器)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.10.1-8.10.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.10.1-8.10.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。