Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.7.1-8.7.3

马尔基乌斯誓忠沃尔斯奇人并号召团结

第 585 段,共 962 段 · 希腊语

内容简介

科里奥兰纳斯向沃尔斯奇人宣示,他将忠于在流放后接纳他的新同胞。他敦促他们团结一致,共同对抗罗马人的分断策略,并许诺如此便能轻易推翻罗马人的统治。

§8.7.1φέρε δή, τίς ἂν εἴην ἀνήρ, εἰ δόξης καὶ τιμῶν, ὧν προσῆκέ μοι παρὰ τοῖς ἐμαυτοῦ πολίταις τυγχάνειν, παρὰ τῶν εὖ παθόντων ἀποστερηθείς, πρὸς δὲ τούτοις πατρίδος τε καὶ οἴκου καὶ φίλων καὶ θεῶν πατρῴων καὶ τάφων προγονικῶν καὶ παντὸς ἄλλου ἀπελασθεὶς ἀγαθοῦ, παρʼ ὑμῖν δʼ ἅπαντα ταῦθʼ εὑρών, οἷς ἐκείνων χάριν ἐπολέμουν, εἰ μὴ γενοίμην χαλεπὸς μὲν οἷς ἀντὶ πολιτῶν ἐχθροῖς κέχρημαι, χρηστὸς δʼ οἷς ἀντὶ πολεμίων φίλοις;
那么,请想一想,如果我被那些曾从我这里获得恩惠的人剥夺了我本该在同胞公民中享有的名声和荣誉,而且此外还被驱逐出祖国、家园、朋友、祖先的神明、祖先的坟墓以及其他一切美好的事物,却在你们这些我曾为了那些人而与之交战的人这里找到了这一切;在这样的情况下,如果我不能对那些我视作敌人而非公民的人严厉,对那些我视作朋友而非敌人的人友善,我算是个什么样的人呢?
ἀλλʼ ἔγωγʼ οὐδʼ ἐν ἀνδρὸς μοίρᾳ θείην ἄν, ὅστις μήτε τὸ πολεμοῦν διʼ ὀργῆς ἔχει μήτε τὸ σῶζον ἑαυτὸν διʼ εὐνοίας.
确实,我甚至不会把任何一个不以愤怒对待敌对者、不以善意对待保全自己者的人列入男人的行列。
πατρίδα θʼ ἡγοῦμαι οὐ τὴν ἀπαρνησαμένην με πόλιν, ἀλλʼ ἧς ἀλλότριος §8.7.2ὢν πολίτης γέγονα, γῆν τʼ οὐκ ἐν ᾗ ἠδίκημαι φίλην, ἀλλʼ ἐν ᾗ τὸ ἀσφαλὲς ἔχω.
而且,我认为我的祖国不是那个拒绝了我的城市,而是那个我虽身为外邦人却成为了其公民的城市;我也认为亲爱的土地不是那个我遭受不公的土地,而是那个让我获得安全的土地。
καὶ ἂν θεός τε συλλαμβάνῃ καὶ τὰ ὑμέτερα ὡς εἰκὸς πρόθυμα ᾖ, μεγάλην καὶ ταχεῖαν ἐλπίζω γενήσεσθαι τὴν μεταβολήν.
如果神明给予协助,且你们的积极性也一如既往地高涨,我期待这一伟大而迅速的转变将会发生。
εὖ γὰρ ἴστε, ὅτι πολλῶν ἤδη πολεμίων πειραθέντες Ῥωμαῖοι οὐθένας μᾶλλον ἔδεισαν ὑμῶν, οὐδʼ ἐστίν, ἐφʼ ᾧ μᾶλλον σπουδάζοντες διατελοῦσιν ἢ ὅπως τὸ ὑμέτερον ἔθνος ἀσθενὲς ἀποδείξουσι.
因为你们很清楚,罗马人虽然至今已经历过许多敌人,但他们最惧怕的莫过于你们,他们也从未像现在这样持续热心地谋划着任何事情,超过如何使你们的民族变得软弱。
§8.7.3καὶ διὰ τοῦτο τὰς μὲν πολέμῳ λαβόντες ὑμῶν ἔχουσι πόλεις, τὰς δὲ φιλίας ἐλπίδι παρακρουσάμενοι, ἵνα μὴ καθʼ ἓν ἅπαντες γενόμενοι κοινὸν ἐξενέγκητε κατʼ αὐτῶν πόλεμον.
正因如此,他们占领并保有你们的一些战争中夺取的城市,而对另一些城市则用友好之希望来欺骗,以免你们大家联合为一体,对他们发动共同的战争。
ἐὰν οὖν τἀναντία ὑμεῖς ἀντιφιλοτιμούμενοι διατελῆτε καὶ μίαν ἅπαντες ἔχητε περὶ τοῦ πολέμου γνώμην, ὃ ποιεῖτε νυνί, ῥᾳδίως αὐτῶν τὸ κράτος παύσετε.
因此,如果你们相反地,继续竞相表现出热忱,并在战争问题上大家保持一致的意见——正如你们此时所做的那样——你们将轻易地结束他们的统治。

词汇与语法注释

  1. 8.7.1οἷς ἐκείνων χάριν ἐπολέμουν — 关系代名词 `οἷς`(与格复数)指代先行词 `ὑμῖν`(沃尔斯奇人),是由关系从句中的动词 `ἐπολέμουν`(与……作战)支配的与格补语。`ἐκείνων`(罗马人)是由起前置词作用的夺格/副词性对格 `χάριν`(为了……起见)所支配的属格。
  2. 8.7.1ἀνδρὸς μοίρᾳ θείην ἄν — 惯用表达 `τίθημι ἐν` + 与格 + 属格,意为“列入……的行列、视为……”。`θείην ἄν`(第一人称单数不定过去时主动语气祈愿兵,带语气词 `ἄν`)表示潜在祈愿,用于表达主观推测或委婉的断言。
  3. 8.7.1ἧς ἀλλότριος ὢν πολίτης γέγονα — 关系代名词属格 `ἧς` 指代先行词 `πόλιν`,是修饰关系从句中 `πολίτης` 的属格(“我成为了其市民”)。`ἀλλότριος ὢν` 是表示让步的副词性分词短语,意为“虽然身为外邦人”。
  4. 8.7.2ἐφʼ ᾧ μᾶλλον σπουδάζοντες διατελοῦσιν ἢ ὅπως... — 动词 `διατελέω` 与分词 `σπουδάζοντες` 连用,表示动作的持续(“不断努力、持续热心”)。`ἐφ' ᾧ`(前置词 `ἐπί` + 中性单数与格关系代名词)指向他们热衷的对象,比较级 `μᾶλλον` 引导了与后面 `ἢ ὅπως`(超过……)的对比。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.7.1-8.7.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.7.1-8.7.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。