Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.75.1-8.75.4

阿特拉提努斯主张将土地分配交由新执政官裁决

第 653 段,共 962 段 · 希腊语

内容简介

阿特拉提努斯回顾了执政官韦尔吉尼乌斯过去同意分配土地的经过,并警告收回这一承诺的危险。他随后建议将土地调查和分配的决定权留给新上任的执政官。

§8.75.1ἴστε δήπου τοὺς ἐν τῇ ἐκκλησίᾳ ῥηθέντας ὑπὸ τοῦ δημάρχου λόγους, ὅτʼ ἤρετο τῶν ὑπάτων τὸν ἕτερον τοῦτον Οὐεργίνιον, ἥντινα γνώμην ἔχει περὶ τῆς κληρουχίας, πότερα τοῖς μὲν πολίταις συγχωρεῖ διανέμειν τὰ δημόσια, τοῖς δὲ συμμάχοις οὐκ ἐᾷ, ἢ τῶν κοινῶν τῶν ἡμετέρων οὐδʼ ἡμῖν συγχωρεῖ μέρος λαγχάνειν.
你们想必知道护民官在民会中所说的话,当时他询问执政官之一的这位韦尔吉尼乌斯对分配土地持有什么意见,是允许将公有地分配给公民而不准分配给盟友,还是甚至不允许我们从我们的共有物中分得一份。
καὶ οὗτος ὡμολόγησε τὸ καθʼ ἡμᾶς μέρος οὐ κωλύειν τῆς κληρουχίας, ἐὰν ἅπασι ταῦτα κράτιστα εἶναι δοκῇ· καὶ ἡ συγχώρησις ἥδε τούς τε δημάρχους ἐποίησεν ἡμῖν συναγωνιστὰς καὶ τὸν δῆμον ἐπιεικέστερον.
而这位执政官也许诺,如果大家认为这是最好的,他不会阻碍属于我们这部分的土地分配;这一妥协不仅使护民官成为我们的盟友,也使民众变得更加温和。
§8.75.2τί οὖν μαθόντες, ἃ τότε συνεχωρήσαμεν, νῦν ἀναθησόμεθα;
那么,我们究竟是出于什么想法,要将那时同意的事情在现在收回呢?
ἢ τί πλέον ἡμῖν ἔσται τὰ γενναῖα καὶ τὰ καλὰ πολιτεύματα καὶ ἄξια τῆς ἡγεμονίας πολιτευομένοις, ἐὰν μὴ πείθωμεν τοὺς χρησομένους;
或者,如果我们不能说服那些将要利用它们的人,那么我们推行配得上我们霸权的、高尚而优美的政治,对我们又有什么益处呢?
οὐ πείσομεν δέ, καὶ τοῦτʼ οὐδεὶς ὑμῶν ἀγνοεῖ.
但我们无法说服他们,这一点你们谁都清楚。
χαλεπώτερα γὰρ ἂν τῶν μὴ τυγχανόντων ἀποτίσειαν οἱ ψευσθέντες τῆς ἐλπίδος καὶ τὰ ὁμολογηθέντα μὴ κομιζόμενοι.
因为那些希望落空且未能得到已被许诺之物的人,比起那些从未获得的人,将会进行更为严厉的报复。
οἰχήσεται δὴ πάλιν φέρων αὐτοὺς ὁ τὰ πρὸς ἡδονὴν πολιτευόμενος, καὶ οὐδὲ τῶν δημάρχων τις ἔτι μεθʼ ἡμῶν στήσεται.
迎合妥协民众的政治家必将再次带走他们,而护民官中也绝不会再有人与我们站在一起。
§8.75.3τί οὖν ὑμῖν πράττειν παραινῶ καὶ τί προστίθημι τῇ Ἀππίου γνώμῃ, μάθετε, ἀλλὰ μὴ προεξαναστῆτε μηδὲ θορυβήσητε, πρὶν ἅπαντα ἀκούσητε, ἃ λέγω.
那么,请听好我建议你们做什么,以及我对阿庇乌斯的意见作了什么补充;但在听完我说的全部内容之前,请不要提前站起来,也不要喧哗。
τοῖς αἱρεθησομένοις ἐπὶ τὴν ἐξέτασιν τῆς χώρας καὶ περιορισμὸν εἴτε δέκα ἀνδράσιν εἴθʼ ὁσοισδήποτʼ ἐπιτρέψατε διαγνῶναι, τίνα τʼ αὐτῆς δεῖ καὶ ὁπόσην κοινὴν εἶναι πάντων καὶ κατὰ πενταετίαν μισθουμένην αὔξειν τὰς τοῦ ταμιείου προσόδους· ὁπόσην τʼ αὖ καὶ ἥντινα τοῖς δημόταις ἡμῶν διαιρεθῆναι· ἣν δʼ ἂν ἐκεῖνοι κληροῦχον ἀποδείξωσι γῆν, ὑμᾶς διαγνόντας εἴθʼ ἅπασιν εἴθʼ οἷς δὴ οὐκέτʼ ἔστι κλῆρος εἴτε τοῖς ἐλάχιστον ἔχουσι τίμημα εἴθʼ ὅπως ἂν βούλησθε κατανεῖμαι· τοὺς δʼ ὁριστὰς αὐτῆς ἄνδρας καὶ τὸ ὑμέτερον ψήφισμα, ὃ περὶ τῆς κληρουχίας ἐξοίσετε, καὶ τἆλλα, ὅσα δεῖ γενέσθαι, ἐπειδὴ βραχὺς ὁ λειπόμενός ἐστι τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, τοὺς εἰσιόντας ὑπάτους, ὡς ἂν αὐτοῖς κράτιστα δοκῇ ἕξειν, ἐπιτελέσαι.
允许那些将被选出负责土地调查和划定边界的人(无论是十个人还是多少人)去判定:其中的哪一部分、以及多少面积应当作为众人的共有地,并以五年一期出租以增加国库的收入;以及,又有多少、和哪一部分应当分配给我们的平民;而对于那些他们指定要进行分配的土地,则由你们在做出判断后,不论是分给所有人,还是分给那些已经没有份地的人,或是分给那些财产估值最低的人,或者以你们所期望的任何方式予以分配;另外,由于现任执政官任期所剩时间无多,关于该土地的边界划定人员、你们将通过的关于土地分配的法令、以及其他所有必须进行的事宜,则由新上任的执政官们以他们认为最合适的方式予以执行。
§8.75.4οὔτε γὰρ ὀλίγων τηλικαῦτα πράγματα δεῖται χρόνων, οὔτε ἡ νῦν στασιάζουσα ἀρχὴ φρονιμώτερον ἂν καταμάθοι τὰ συμφέροντα τῆς μετʼ αὐτὴν ἀποδειχθησομένης, ἐὰν ἐκείνη γʼ, ὥσπερ ἐλπίζομεν, ὁμονοῇ.
因为如此重大的事情并不是短时间内就能完成的,而当前处于纷争之中的官职首脑,也并不会比在他们之后将被任命的首脑更明智地领会利益所在,如果后者如我们所希望的那样团结一致的话。
χρήσιμον δὲ πρᾶγμα ἐν πολλοῖς καὶ ἥκιστα σφαλερὸν ἀναβολή, καὶ πολλὰ ὁ χρόνος ἐν ἡμέρᾳ μιᾷ μετατίθησι· καὶ τὸ μὴ στασιάζον ἐν τοῖς προεστηκόσι τῶν κοινῶν ἁπάντων ἀγαθῶν ἐν ταῖς πόλεσιν αἴτιον.
此外,推迟在许多事情上是有益的,也是最不危险的,而且时间在一天之内就能改变许多事情;而治理者之间的不和消失,乃是城邦中一切美好事物的根源。
ἐγὼ μὲν δὴ ταύτην ἀποφαίνομαι γνώμην· εἰ δέ τις ἄλλο κρεῖττον εἰσηγεῖται, λεγέτω.
以上就是我发表的意见;如果有人提出其他更好的建议,就请发言吧。

词汇与语法注释

  1. 1691ὅτʼ ἤρετο ... πότερα ... ἢ ... — 在由关系副词 ὅτε 引导的从句中,采用双重疑问形式的 πότερα ... ἢ ... 作为间接疑问,详细说明了 ἥντινα γνώμην ἔχει(“持有什么意见”)的具体内容。
  2. §8.75.2τί οὖν μαθόντες — 字面意思是“学到了什么”或“基于什么想法”,转义为表示带有责难语气的疑问句“究竟为什么”或“怎么会想到”。
  3. 1693ἐπιτρέψατε ... κατανεῖμαι ... ἐπιτελέσαι — 极长句子的结构整理。在主要的祈使语气动词 ἐπιτρέψατε(“托付/任凭”)之后,不定式 κατανεῖμαι(“分配”)和 ἐπιτελέσαι(“执行”)以与之一并列的形式、或者作为挂靠在句首 παραινῶ(“我建议”)之下的不定式使用,从而在文法结构上产生了某种破格(anacoluthon)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.75.1-8.75.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.75.1-8.75.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。