§8.42.1ἀλλʼ εἰ καὶ τούτου δεῖσθε ὑμεῖς, ὦ γυναῖκες, καὶ πάντως θέλετε ἀσχημονούσας ἡμᾶς ἰδεῖν, ὑπολάβετε παρεῖναι πρὸς αὐτὸν κἀμὲ καὶ Οὐολουμνίαν ἀγούσας τὰ παιδία·
但是,喔,妇女们,如果你们连这也要求,并且无论如何都想看到我们出丑,那么就设想我和沃鲁姆尼亚领着孩子们出现在他面前吧。
τίνας ἐρῶ πρῶτον ἡ μήτηρ ἐγὼ πρὸς αὐτὸν λόγους, καὶ τίνα δέησιν ποιήσομαι τοῦ υἱοῦ;
作为母亲的我,首先该对他说些什么话,又该对儿子做出怎样的恳求呢?
λέγετε καὶ διδάσκετέ με.
请说出来并教导我。
φείσασθαι παρακαλῶ τῶν ἑαυτοῦ πολιτῶν, ὑφʼ ὧν ἐκ τῆς πατρίδος ἐξελήλαται καὶ μηθὲν ἀδικῶν;
我是该恳求他宽恕他自己的公民——他们在他毫无过错的情况下将他驱逐出祖国?
οἰκτίρμονα δὲ καὶ συμπαθῆ πρὸς τοὺς δημοτικοὺς γενέσθαι, παρʼ ὧν οὔτʼ ἐλέου μετέσχεν οὔτε συμπαθείας;
还是该恳求他去怜悯同情那些平民——他们未曾给予过他任何怜悯与同情?
ἐγκαταλιπεῖν δʼ ἄρα καὶ προδοῦναι τοὺς ὑποδεξαμένους αὐτοῦ τὴν φυγήν, οἳ πολλὰ καὶ δεινὰ πεπονθότες ὑπʼ αὐτοῦ πρότερον, οὐ πολεμίων μῖσος, ἀλλὰ φίλων καὶ συγγενῶν εὔνοιαν εἰς αὐτὸν ἀπεδείξαντο;
抑或是去抛弃并背叛那些接纳他流亡的人——他们此前曾深受他造成的诸多苦难,却对他展现出非仇敌的憎恨,而是朋友与亲族般的善意?
§8.42.2τίνα ψυχὴν λαβοῦσα ἀξιώσω τὸν υἱὸν τὰ μὲν ἀπολέσαντα φιλεῖν, τὰ δὲ σώσαντα ἀδικεῖν;
我该怀着怎样的心思,去要求儿子爱那些毁灭他的人,而伤害那些拯救他的人?
οὐκ εἰσὶν οὗτοι μητρὸς ὑγιαινούσης λόγοι πρὸς υἱὸν οὐδὲ γυναικὸς ἃ δεῖ λογιζομένης πρὸς ἄνδρα·
这绝非一个神智清醒的母亲对儿子说的话,也不是一个思考应尽之责的妻子对丈夫说的话。
μηδʼ ὑμεῖς βιάζεσθε, γυναῖκες, ἃ μήτε πρὸς ἀνθρώπους δίκαιά ἐστι μήτε πρὸς θεοὺς ὅσια, ταῦθʼ ἡμᾶς αἰτεῖσθαι παρʼ αὐτοῦ, ἀλλʼ ἄφετε τὰς ἐλεεινάς, ὡς πεπτώκαμεν ὑπὸ τῆς τύχης, κεῖσθαι ταπεινὰς μηθὲν ἔτι πλέον ἀσχημονούσας.
妇女们,请不要强迫我们去向他请求这些对人不义、对神不虔的事,而是请让我们这些可怜的人,正如我们被命运击倒那样,卑微地躺着,不再现出更多的丑态。